Aristoteles, Physica, 4, 15HOME > '������������������������' in 'Physica, 4, 15'
Aristoteles, Physica, 4, 220a.27 <<<     >>> 222b.30hide dictionary links

class="auswahl" href="text.php?tabelle=Aristoteles&rumpfid=Aristoteles, Physica, 4, 15&id=Aristoteles, Physica, 4, 15, 25&string=������������������������&from=&level=4&corpus=&lang=0&links=&target=&inframe=1&hide_apparatus=&becker=1"> Show Becker Lines

222a.10 δὲ νῦν ἐστιν συνέχεια χρόνου, ὥσπερ ἐλέχθη· συνέχει 222a.11 γὰρ τὸν χρόνον τὸν παρεληλυθότα καὶ ἐσόμενον, καὶ 222a.12 πέρας χρόνου ἐστίν· ἔστι γὰρ τοῦ μὲν ἀρχή, τοῦ δὲ τελευτή. 222a.13 ἀλλὰ τοῦτ' οὐχ ὥσπερ ἐπὶ τῆς στιγμῆς μενούσης φανερόν. 222a.14 διαιρεῖ δὲ δυνάμει. καὶ μὲν τοιοῦτο, αἰεὶ ἕτερον τὸ νῦν, 222a.15 δὲ συνδεῖ, αἰεὶ τὸ αὐτό, ὥσπερ ἐπὶ τῶν μαθηματικῶν 222a.16 γραμμῶν (οὐ γὰρ αὐτὴ αἰεὶ στιγμὴ τῇ νοήσει· διαιρούντων 222a.17 γὰρ ἄλλη καὶ ἄλλη· δὲ μία, αὐτὴ πάντῃ) οὕτω καὶ τὸ 222a.18 νῦν τὸ μὲν τοῦ χρόνου διαίρεσις κατὰ δύναμιν, τὸ δὲ πέρας 222a.19 ἀμφοῖν καὶ ἑνότης· ἔστι δὲ ταὐτὸ καὶ κατὰ ταὐτὸ διαί- 222a.20 ρεσις καὶ ἕνωσις, τὸ δ' εἶναι οὐ ταὐτό. τὸ μὲν οὖν οὕτω λέ- 222a.21 γεται τῶν νῦν, ἄλλο δ' ὅταν χρόνος τούτου ἐγγὺς ᾖ. 222a.22 ἥξει νῦν, ὅτι τήμερον ἥξει· ἥκει νῦν, ὅτι ἦλθε τήμερον. τὰ 222a.23 δ' ἐν Ἰλίῳ γέγονεν οὐ νῦν, οὐδ' κατακλυσμὸς [γέγονε] νῦν· 222a.24 καίτοι συνεχὴς χρόνος εἰς αὐτά, ἀλλ' ὅτι οὐκ ἐγγύς. τὸ δὲ 222a.25 χρόνος ὡρισμένος πρὸς τὸ πρότερον νῦν, οἷον ποτὲ ἐλή- 222a.26 φθη Τροία, καὶ ποτὲ ἔσται κατακλυσμός· δεῖ γὰρ πεπε- 222a.27 ράνθαι πρὸς τὸ νῦν. ἔσται ἄρα ποσός τις ἀπὸ τοῦδε χρόνος 222a.28 εἰς ἐκεῖνο, καὶ ἦν εἰς τὸ παρελθόν. εἰ δὲ μηδεὶς χρόνος 222a.29 ὃς οὔ ποτε, πᾶς ἂν εἴη χρόνος πεπερασμένος. ἆρ' οὖν ὑπο- 222a.30 λείψει; ἄλλος οὖν αὐτὸς 222a.31 πολλάκις; δῆλον ὅτι ὡς ἂν κίνησις, οὕτω καὶ χρόνος· 222a.32 εἰ μὲν γὰρ αὐτὴ καὶ μία γίγνεταί ποτε, ἔσται καὶ χρόνος 222a.33 εἷς καὶ αὐτός, εἰ δὲ μή, οὐκ ἔσται. ἐπεὶ δὲ τὸ νῦν τελευτὴ 222b.1 καὶ ἀρχὴ χρόνου, ἀλλ' οὐ τοῦ αὐτοῦ, ἀλλὰ τοῦ μὲν παρήκοντος 222b.2 τελευτή, ἀρχὴ δὲ τοῦ μέλλοντος, ἔχοι ἂν ὥσπερ κύκλος 222b.3 ἐν τῷ αὐτῷ πως τὸ κυρτὸν καὶ τὸ κοῖλον, οὕτως καὶ χρό- 222b.4 νος ἀεὶ ἐν ἀρχῇ καὶ τελευτῇ. καὶ διὰ τοῦτο δοκεῖ ἀεὶ ἕτε- 222b.5 ρος· οὐ γὰρ τοῦ αὐτοῦ ἀρχὴ καὶ τελευτὴ τὸ νῦν· ἅμα γὰρ 222b.6 ἂν καὶ κατὰ τὸ αὐτὸ τἀναντία ἂν εἴη. καὶ οὐχ ὑπολείψει 222b.7 δή· αἰεὶ γὰρ ἐν ἀρχῇ. τὸ δ' τὸ ἐγγύς ἐστι τοῦ παρόν- 222b.8 τος νῦν ἀτόμου μέρος τοῦ μέλλοντος χρόνου (πότε βαδίζεις; 222b.9 ἤδη, ὅτι ἐγγὺς χρόνος ἐν μέλλει), καὶ τοῦ παρεληλυ- 222b.10 θότος χρόνου τὸ μὴ πόρρω τοῦ νῦν (πότε βαδίζεις; ἤδη βε- 222b.11 βάδικα). τὸ δὲ Ἴλιον φάναι ἤδη ἑαλωκέναι οὐ λέγομεν, ὅτι 222b.12 λίαν πόρρω τοῦ νῦν. καὶ τὸ τὸ ἐγγὺς τοῦ παρόντος 222b.13 νῦν [τὸ] μόριον τοῦ παρελθόντος. ἄρτι, ἐὰν 222b.14 χρόνος ἐγγὺς τοῦ ἐνεστῶτος νῦν. τὸ 222b.15 δ' τὸ ἐν ἀναισθήτῳ χρόνῳ διὰ μικρότητα ἐκστάν· 222b.16 μεταβολὴ δὲ πᾶσα φύσει ἐκστατικόν. ἐν δὲ τῷ χρόνῳ πάντα 222b.17 γίγνεται καὶ φθείρεται· διὸ καὶ οἱ μὲν σοφώτατον ἔλεγον, 222b.18 δὲ Πυθαγόρειος Πάρων ἀμαθέστατον, ὅτι καὶ ἐπιλανθάνονται 222b.19 ἐν τούτῳ, λέγων ὀρθότερον. δῆλον οὖν ὅτι φθορᾶς μᾶλλον 222b.20 ἔσται καθ' αὑτὸν αἴτιος γενέσεως, καθάπερ ἐλέχθη καὶ 222b.21 πρότερον (ἐκστατικὸν γὰρ μεταβολὴ καθ' αὑτήν), γενέσεως 222b.22 δὲ καὶ τοῦ εἶναι κατὰ συμβεβηκός. σημεῖον δὲ ἱκανὸν ὅτι 222b.23 γίγνεται μὲν οὐδὲν ἄνευ τοῦ κινεῖσθαί πως αὐτὸ καὶ πράττειν, 222b.24 φθείρεται δὲ καὶ μηδὲν κινούμενον. καὶ ταύτην μάλιστα λέ- 222b.25 γειν εἰώθαμεν ὑπὸ τοῦ χρόνου φθοράν. οὐ μὴν ἀλλ' οὐδὲ ταύ- 222b.26 την χρόνος ποιεῖ, ἀλλὰ συμβαίνει ἐν χρόνῳ γίγνεσθαι καὶ 222b.27 ταύτην τὴν μεταβολήν. ὅτι μὲν οὖν ἔστιν χρόνος καὶ τί, 222b.28 καὶ ποσαχῶς λέγεται τὸ νῦν, καὶ τί τὸ ποτὲ καὶ τὸ ἄρτι 222b.29 καὶ τὸ ἤδη καὶ τὸ πάλαι καὶ τὸ ἐξαίφνης, εἴρηται.

HOME > '������������������������' in 'Physica, 4, 15'
578w 0.63723301887512 s