Aristoteles, Physica, 4, 16HOME > '������������������������' in 'Physica, 4, 16'
Aristoteles, Physica, 4, 222a.10 <<<     >>> 223a.16hide dictionary links

class="auswahl" href="text.php?tabelle=Aristoteles&rumpfid=Aristoteles, Physica, 4, 16&id=Aristoteles, Physica, 4, 16, 2&string=������������������������&from=&level=4&corpus=&lang=0&links=&target=&inframe=1&hide_apparatus=&becker=1"> Show Becker Lines

222b.30 δ' ἡμῖν οὕτω διωρισμένων φανερὸν ὅτι πᾶσα 222b.31 μεταβολὴ καὶ ἅπαν τὸ κινούμενον ἐν χρόνῳ. τὸ γὰρ θᾶττον 222b.32 καὶ βραδύτερον κατὰ πᾶσάν ἐστιν μεταβολήν (ἐν πᾶσι γὰρ 222b.33 οὕτω φαίνεται)· λέγω δὲ θᾶττον κινεῖσθαι τὸ πρότερον μετα- 223a.1 βάλλον εἰς τὸ ὑποκείμενον κατὰ τὸ αὐτὸ διάστημα καὶ ὁμα- 223a.2 λὴν κίνησιν κινούμενον (οἷον ἐπὶ τῆς φορᾶς, εἰ ἄμφω κατὰ 223a.3 τὴν περιφερῆ κινεῖται ἄμφω κατὰ τὴν εὐθεῖαν· ὁμοίως δὲ 223a.4 καὶ ἐπὶ τῶν ἄλλων). ἀλλὰ μὴν τό γε πρότερον ἐν χρόνῳ ἐστί· 223a.5 πρότερον γὰρ καὶ ὕστερον λέγομεν κατὰ τὴν πρὸς τὸ νῦν ἀπό- 223a.6 στασιν, τὸ δὲ νῦν ὅρος τοῦ παρήκοντος καὶ τοῦ μέλλοντος· ὥστ' 223a.7 ἐπεὶ τὰ νῦν ἐν χρόνῳ, καὶ τὸ πρότερον καὶ ὕστερον ἐν χρόνῳ 223a.8 ἔσται· ἐν γὰρ τὸ νῦν, καὶ τοῦ νῦν ἀπόστασις. (ἐναντίως 223a.9 δὲ λέγεται τὸ πρότερον κατά τε τὸν παρεληλυθότα χρόνον 223a.10 καὶ τὸν μέλλοντα· ἐν μὲν γὰρ τῷ παρεληλυθότι πρότερον 223a.11 λέγομεν τὸ πορρώτερον τοῦ νῦν, ὕστερον δὲ τὸ ἐγγύτερον, ἐν 223a.12 δὲ τῷ μέλλοντι πρότερον μὲν τὸ ἐγγύτερον, ὕστερον δὲ τὸ 223a.13 πορρώτερον. ) ὥστε ἐπεὶ τὸ μὲν πρότερον ἐν χρόνῳ, πάσῃ δ' 223a.14 ἀκολουθεῖ κινήσει τὸ πρότερον, φανερὸν ὅτι πᾶσα μεταβολὴ 223a.15 καὶ πᾶσα κίνησις ἐν χρόνῳ ἐστίν.

192w 1.5141198635101 s