Aristoteles, Physica, 5, 2HOME > '������������������������' in 'Physica, 5, 2'
Aristoteles, Physica, 5, 224a.21 <<<     >>> 226b.18hide dictionary links

class="auswahl" href="text.php?tabelle=Aristoteles&rumpfid=Aristoteles, Physica, 5, 2&id=Aristoteles, Physica, 5, 2, 3&string=������������������������&from=&level=4&corpus=&lang=0&links=&target=&inframe=1&hide_apparatus=&becker=1"> Show Becker Lines

225b.10 οὐσίαν δ' οὐκ ἔστιν κίνησις διὰ τὸ μηδὲν εἶναι οὐσίᾳ 225b.11 τῶν ὄντων ἐναντίον. οὐδὲ δὴ τοῦ πρός τι· ἐνδέχεται γὰρ θατέρου 225b.12 μεταβάλλοντος ἀληθεύεσθαι θάτερον μηδὲν 225b.13 μεταβάλλον, ὥστε κατὰ συμβεβηκὸς κίνησις αὐτῶν. οὐδὲ 225b.14 δὴ ποιοῦντος καὶ πάσχοντος, κινουμένου καὶ κινοῦντος, ὅτι 225b.15 οὐκ ἔστι κινήσεως κίνησις οὐδὲ γενέσεως γένεσις, οὐδ' ὅλως μετα- 225b.16 βολῆς μεταβολή. πρῶτον μὲν γὰρ διχῶς ἐνδέχεται κινήσεως 225b.17 εἶναι κίνησιν, ὡς ὑποκειμένου (οἷον ἅνθρωπος κινεῖται ὅτι 225b.18 ἐκ λευκοῦ εἰς μέλαν μεταβάλλει· ἆρά γε οὕτω καὶ κίνησις 225b.19 θερμαίνεται ψύχεται τόπον ἀλλάττει αὐξάνεται 225b.20 φθίνει; τοῦτο δὲ ἀδύνατον· οὐ γὰρ τῶν ὑποκειμένων τι 225b.21 μεταβολή), τῷ ἕτερόν τι ὑποκείμενον ἐκ μεταβολῆς με- 225b.22 ταβάλλειν εἰς ἕτερον εἶδος [οἷον ἄνθρωπος ἐκ νόσου εἰς ὑγί- 225b.23 ειαν]. ἀλλ' οὐδὲ τοῦτο δυνατὸν πλὴν κατὰ συμβεβηκός· αὐτὴ 225b.24 γὰρ κίνησις ἐξ ἄλλου εἴδους εἰς ἄλλο ἐστὶ μεταβολή · καὶ γένεσις δὲ καὶ φθορὰ 225b.26 ὡσαύτως, πλὴν αἱ μὲν εἰς ἀντικείμενα ὡδί, δὲ ὡδί, κίνησις. 225b.27 ἅμα οὖν μεταβάλλει ἐξ ὑγιείας εἰς νόσον καὶ ἐξ αὐτῆς ταύτης τῆς 225b.28 μεταβολῆς εἰς ἄλλην. δῆλον δὴ ὅτι ὅταν νοσήσῃ, μεταβεβληκὸς 225b.29 ἔσται εἰς ὁποιανοῦν (ἐνδέχεται γὰρ ἠρεμεῖν), καὶ ἔτι εἰς μὴ τὴν τυ- 225b.30 χοῦσαν αἰεί, κἀκείνη ἔκ τινος εἴς τι ἕτερον ἔσται, ὥστε καὶ ἀντι- 225b.31 κειμένη ἔσται ὑγίανσις· ἀλλὰ τῷ συμβεβηκέναι, οἷον 225b.32 ἐξ ἀναμνήσεως εἰς λήθην μεταβάλλει, ὅτι ὑπάρχει, ἐκεῖνο 225b.33 μεταβάλλει ὁτὲ μὲν εἰς ἐπιστήμην ὁτὲ δ' εἰς ἄγνοιαν. ἔτι 225b.34 εἰς ἄπειρον βαδιεῖται, εἰ ἔσται μεταβολῆς μεταβολὴ καὶ 225b.35 γενέσεως γένεσις. ἀνάγκη δὴ καὶ τὴν προτέραν, εἰ ὑστέρα 226a.1 ἔσται, οἷον εἰ ἁπλῆ γένεσις ἐγίγνετό ποτε, καὶ τὸ γιγνόμενον 226a.2 ἐγίγνετο, ὥστε οὔπω ἦν τὸ γιγνόμενον ἁπλῶς, ἀλλά τι γιγνόμε- 226a.3 νον γιγνόμενον ἤδη, καὶ πάλιν τοῦτ' ἐγίγνετό ποτε, ὥστ' οὐκ ἦν 226a.4 πω τότε γιγνόμενον γιγνόμενον. ἐπεὶ δὲ τῶν ἀπείρων οὐκ ἔστιν 226a.5 τι πρῶτον, οὐκ ἔσται τὸ πρῶτον, ὥστ' οὐδὲ τὸ ἐχόμενον· οὔτε γί- 226a.6 γνεσθαι οὖν οὔτε κινεῖσθαι οἷόν τε οὔτε μεταβάλλειν οὐδέν. ἔτι τοῦ 226a.7 αὐτοῦ κίνησις ἐναντία (καὶ ἔτι ἠρέμησις), καὶ γένεσις καὶ φθορά, 226a.8 ὥστε τὸ γιγνόμενον γιγνόμενον ὅταν γένηται γιγνόμενον, τότε 226a.9 φθείρεται· οὔτε γὰρ εὐθὺς γιγνόμενον οὔθ' ὕστερον· εἶναι γὰρ 226a.10 δεῖ τὸ φθειρόμενον. ἔτι ὕλην δεῖ ὑπεῖναι καὶ τῷ γιγνομένῳ 226a.11 καὶ τῷ μεταβάλλοντι. τίς οὖν ἔσται ὥσπερ τὸ ἀλλοιωτὸν 226a.12 σῶμα ψυχή, οὕτω τί τὸ γιγνόμενον κίνησις γένεσις; καὶ 226a.13 πάλιν τί εἰς κινοῦνται; δεῖ γὰρ εἶναι [τι] τὴν τοῦδε ἐκ τοῦδε 226a.14 εἰς τόδε κίνησιν [καὶ μὴ κίνησιν] γένεσιν. ἅμα δὲ πῶς καὶ 226a.15 ἔσται; οὐ γὰρ ἔσται μάθησις τῆς μαθήσεως γένεσις, ὥστ' 226a.16 οὐδὲ γενέσεως γένεσις, οὐδέ τις τινός. ἔτι εἰ τρία εἴδη κινή- 226a.17 σεώς ἐστιν, τούτων τινὰ ἀνάγκη εἶναι καὶ τὴν ὑποκειμένην φύσιν 226a.18 καὶ εἰς κινοῦνται, οἷον τὴν φορὰν ἀλλοιοῦσθαι φέρεσθαι. 226a.19 ὅλως δὲ ἐπεὶ κινεῖται [τὸ κινούμενον] πᾶν τριχῶς, κατὰ 226a.20 συμβεβηκὸς τῷ μέρος τι [τῷ] καθ' αὑτό, κατὰ συμβε- 226a.21 βηκὸς μόνον ἂν ἐνδέχοιτο μεταβάλλειν τὴν μεταβολήν, οἷον 226a.22 εἰ ὑγιαζόμενος τρέχοι μανθάνοι· τὴν δὲ κατὰ συμβε- 226a.23 βηκὸς ἀφεῖμεν πάλαι. ἐπεὶ δὲ οὔτε οὐσίας οὔτε τοῦ πρός τι 226a.24 οὔτε τοῦ ποιεῖν καὶ πάσχειν, λείπεται κατὰ τὸ ποιὸν καὶ τὸ 226a.25 ποσὸν καὶ τὸ ποὺ κίνησιν εἶναι μόνον· ἐν ἑκάστῳ γὰρ ἔστι τού- 226a.26 των ἐναντίωσις. μὲν οὖν κατὰ τὸ ποιὸν κίνησις ἀλλοίωσις 226a.27 ἔστω· τοῦτο γὰρ ἐπέζευκται κοινὸν ὄνομα. λέγω δὲ τὸ ποιὸν 226a.28 οὐ τὸ ἐν τῇ οὐσίᾳ (καὶ γὰρ διαφορὰ ποιότης) ἀλλὰ τὸ 226a.29 παθητικόν, καθ' λέγεται πάσχειν ἀπαθὲς εἶναι. δὲ 226a.30 κατὰ τὸ ποσὸν τὸ μὲν κοινὸν ἀνώνυμος, καθ' ἑκάτερον δ' 226a.31 αὔξησις καὶ φθίσις, μὲν εἰς τὸ τέλειον μέγεθος αὔξησις, 226a.32 δ' ἐκ τούτου φθίσις. δὲ κατὰ τόπον καὶ τὸ κοινὸν καὶ 226a.33 τὸ ἴδιον ἀνώνυμος, ἔστω δὲ φορὰ καλουμένη τὸ κοινόν· καί- 226a.34 τοι λέγεταί γε ταῦτα φέρεσθαι μόνα κυρίως, ὅταν μὴ ἐφ' 226a.35 αὑτοῖς τὸ στῆναι τοῖς μεταβάλλουσι τὸν τόπον, καὶ ὅσα 226b.1 μὴ αὐτὰ ἑαυτὰ κινεῖ κατὰ τόπον. δ' ἐν τῷ αὐτῷ εἴδει 226b.2 μεταβολὴ ἐπὶ τὸ μᾶλλον καὶ ἧττον ἀλλοίωσίς ἐστιν· γὰρ 226b.3 ἐξ ἐναντίου εἰς ἐναντίον κίνησίς ἐστιν, ἁπλῶς πῄ· ἐπὶ 226b.4 μὲν γὰρ τὸ ἧττον ἰοῦσα εἰς τοὐναντίον λεχθήσεται μεταβάλ- 226b.5 λειν, ἐπὶ δὲ τὸ μᾶλλον ὡς ἐκ τοὐναντίου εἰς αὐτό. 226b.6 διαφέρει γὰρ οὐδὲν πῂ μεταβάλλειν ἁπλῶς, πλὴν πῂ 226b.7 δεήσει τἀναντία ὑπάρχειν· τὸ δὲ μᾶλλον καὶ ἧττόν ἐστι 226b.8 τὸ πλέον ἔλαττον ἐνυπάρχειν τοῦ ἐναντίου καὶ μή. ὅτι 226b.9 μὲν οὖν αὗται τρεῖς μόναι κινήσεις εἰσίν, ἐκ τούτων δῆ- 226b.10 λον· ἀκίνητον δ' ἐστὶ τό τε ὅλως ἀδύνατον κινηθῆναι, ὥσπερ 226b.11 ψόφος ἀόρατος, καὶ τὸ ἐν πολλῷ χρόνῳ μόλις κινούμε- 226b.12 νον τὸ βραδέως ἀρχόμενον, λέγεται δυσκίνητον, καὶ τὸ 226b.13 πεφυκὸς μὲν κινεῖσθαι καὶ δυνάμενον, μὴ κινούμενον δὲ τότε 226b.14 ὅτε πέφυκε καὶ οὗ καὶ ὥς, ὅπερ ἠρεμεῖν καλῶ τῶν ἀκινή- 226b.15 των μόνον· ἐναντίον γὰρ ἠρεμία κινήσει, ὥστε στέρησις ἂν εἴη 226b.16 τοῦ δεκτικοῦ. τί μὲν οὖν ἐστι κίνησις καὶ τί ἠρεμία, καὶ πόσαι 226b.17 μεταβολαὶ καὶ ποῖαι κινήσεις, φανερὸν ἐκ τῶν εἰρημένων.

HOME > '������������������������' in 'Physica, 5, 2'
Aristoteles, Physica, 5, 224a.21 <<<     >>> 226b.18
817w 6.1449000835419 s