Aristoteles, Physica, 5, 4HOME > '������������������������' in 'Physica, 5, 4'
Aristoteles, Physica, 5, 226b.18 <<<     >>> 229a.7hide dictionary links

class="auswahl" href="text.php?tabelle=Aristoteles&rumpfid=Aristoteles, Physica, 5, 4&id=Aristoteles, Physica, 5, 4, 33&string=������������������������&from=&level=4&corpus=&lang=0&links=&target=&inframe=1&hide_apparatus=&becker=1"> Show Becker Lines

227b.3 δὲ κίνησις λέγεται πολλαχῶς· τὸ γὰρ ἓν πολ- 227b.4 λαχῶς λέγομεν. γένει μὲν οὖν μία κατὰ τὰ σχήματα τῆς 227b.5 κατηγορίας ἐστί (φορὰ μὲν γὰρ πάσῃ φορᾷ τῷ γένει μία, 227b.6 ἀλλοίωσις δὲ φορᾶς ἑτέρα τῷ γένει), εἴδει δὲ μία, ὅταν τῷ 227b.7 γένει μία οὖσα καὶ ἐν ἀτόμῳ εἴδει ᾖ. οἷον χρώματος μὲν 227b.8 εἰσὶ διαφοραί τοιγαροῦν ἄλλη τῷ εἴδει μέλανσις καὶ λεύ- 227b.9 κανσις [πᾶσα οὖν λεύκανσις πάσῃ λευκάνσει αὐτὴ κατ' 227b.10 εἶδος ἔσται καὶ πᾶσα μέλανσις μελάνσει] λευκότητος δ' οὐ- 227b.11 κέτι· διὸ τῷ εἴδει μία λεύκανσις λευκάνσει πάσῃ. εἰ δ' ἔστιν 227b.12 ἄτθ' καὶ γένη ἅμα καὶ εἴδη ἐστίν, δῆλον ὡς ἔστιν ὡς εἴδει μία 227b.13 ἔσται, ἁπλῶς δὲ μία εἴδει οὔ, οἷον μάθησις, εἰ ἐπιστήμη 227b.14 εἶδος μὲν ὑπολήψεως, γένος δὲ τῶν ἐπιστημῶν. ἀπορήσειε 227b.15 δ' ἄν τις εἰ εἴδει μία κίνησις, ὅταν ἐκ τοῦ αὐτοῦ τὸ αὐτὸ εἰς 227b.16 τὸ αὐτὸ μεταβάλλῃ, οἷον μία στιγμὴ ἐκ τοῦδε τοῦ τόπου 227b.17 εἰς τόνδε τὸν τόπον πάλιν καὶ πάλιν. εἰ δὲ τοῦτ', ἔσται 227b.18 κυκλοφορία τῇ εὐθυφορίᾳ αὐτὴ καὶ κύλισις τῇ βαδίσει. 227b.19 διώρισται, τὸ ἐν ἂν ἕτερον τῷ εἴδει, ὅτι ἑτέρα κίνησις, 227b.20 τὸ δὲ περιφερὲς τοῦ εὐθέος ἕτερον τῷ εἴδει; γένει μὲν οὖν καὶ 227b.21 εἴδει κίνησις μία οὕτως, ἁπλῶς δὲ μία κίνησις τῇ οὐσίᾳ 227b.22 μία καὶ τῷ ἀριθμῷ· τίς δ' τοιαύτη, δῆλον διελομένοις. 227b.23 τρία γάρ ἐστι τὸν ἀριθμὸν περὶ λέγομεν τὴν κίνησιν, καὶ 227b.24 ἐν καὶ ὅτε. λέγω δ' ὅτι ἀνάγκη εἶναί τι τὸ κινούμενον, 227b.25 οἷον ἄνθρωπον χρυσόν, καὶ ἔν τινι τοῦτο κινεῖσθαι, οἷον ἐν 227b.26 τόπῳ ἐν πάθει, καὶ ποτέ· ἐν χρόνῳ γὰρ πᾶν κινεῖται. 227b.27 τούτων δὲ τὸ μὲν εἶναι τῷ γένει τῷ εἴδει μίαν ἐστὶν ἐν τῷ 227b.28 πράγματι ἐν κινεῖται, τὸ δ' ἐχομένην ἐν τῷ χρόνῳ, 227b.29 τὸ δ' ἁπλῶς μίαν ἐν ἅπασι τούτοις· καὶ ἐν γὰρ ἓν δεῖ 227b.30 εἶναι καὶ ἄτομον, οἷον τὸ εἶδος, καὶ τὸ ὅτε, οἷον τὸν χρόνον 227b.31 ἕνα καὶ μὴ διαλείπειν, καὶ τὸ κινούμενον ἓν εἶναι μὴ κατὰ 227b.32 συμβεβηκός, ὥσπερ τὸ λευκὸν μελαίνεσθαι καὶ Κορίσκον βα- 227b.33 δίζειν (ἓν δὲ Κορίσκος καὶ λευκόν, ἀλλὰ κατὰ συμβεβηκός), 228a.1 μηδὲ κοινόν· εἴη γὰρ ἂν ἅμα δύο ἀνθρώπους ὑγιάζεσθαι τὴν 228a.2 αὐτὴν ὑγίανσιν, οἷον ὀφθαλμίας· ἀλλ' οὐ μία αὕτη, ἀλλ' 228a.3 εἴδει μία. τὸ δὲ Σωκράτη τὴν αὐτὴν μὲν ἀλλοίωσιν ἀλλοι- 228a.4 οῦσθαι τῷ εἴδει, ἐν ἄλλῳ δὲ χρόνῳ καὶ πάλιν ἐν ἄλλῳ, εἰ 228a.5 μὲν ἐνδέχεται τὸ φθαρὲν πάλιν ἓν γίγνεσθαι τῷ ἀριθμῷ, εἴη 228a.6 ἂν καὶ αὕτη μία, εἰ δὲ μή, αὐτὴ μέν, μία δ' οὔ. ἔχει 228a.7 δ' ἀπορίαν ταύτῃ παραπλησίαν καὶ πότερον μία ὑγίεια 228a.8 καὶ ὅλως αἱ ἕξεις καὶ τὰ πάθη τῇ οὐσίᾳ εἰσὶν ἐν τοῖς σώ- 228a.9 μασιν· κινούμενα γὰρ φαίνεται τὰ ἔχοντα καὶ ῥέοντα. εἰ δὴ 228a.10 αὐτὴ καὶ μία ἕωθεν καὶ νῦν ὑγίεια, διὰ τί οὐκ ἂν καὶ 228a.11 ὅταν διαλιπὼν λάβῃ πάλιν τὴν ὑγίειαν, καὶ αὕτη κἀκείνη 228a.12 μία τῷ ἀριθμῷ ἂν εἴη; γὰρ αὐτὸς λόγος· πλὴν τοσοῦτον 228a.13 διαφέρει, ὅτι εἰ μὲν δύο, δι' αὐτὸ τοῦτο, ὡς τῷ ἀριθμῷ, 228a.14 καὶ τὰς ἐνεργείας ἀνάγκη (μία γὰρ ἀριθμῷ ἐνέργεια ἑνὸς 228a.15 ἀριθμῷ)· εἰ δ' ἕξις μία, ἴσως οὐκ ἄν τῳ δόξειέ πω μία 228a.16 καὶ ἐνέργεια εἶναι (ὅταν γὰρ παύσηται βαδίζων, οὐκέτι 228a.17 ἔστιν βάδισις, πάλιν δὲ βαδίζοντος ἔσται). εἰ δ' οὖν μία 228a.18 καὶ αὐτή, ἐνδέχοιτ' ἂν τὸ αὐτὸ καὶ ἓν καὶ φθείρεσθαι 228a.19 καὶ εἶναι πολλάκις. αὗται μὲν οὖν εἰσιν αἱ ἀπορίαι ἔξω τῆς 228a.20 νῦν σκέψεως· ἐπεὶ δὲ συνεχὴς πᾶσα κίνησις, τήν τε ἁπλῶς 228a.21 μίαν ἀνάγκη καὶ συνεχῆ εἶναι, εἴπερ πᾶσα διαιρετή, καὶ 228a.22 εἰ συνεχής, μίαν. οὐ γὰρ πᾶσα γένοιτ' ἂν συνεχὴς πάσῃ, 228a.23 ὥσπερ οὐδ' ἄλλο οὐδὲν τῷ τυχόντι τὸ τυχόν, ἀλλ' ὅσων ἓν 228a.24 τὰ ἔσχατα. ἔσχατα δὲ τῶν μὲν οὐκ ἔστι, τῶν δ' ἔστιν ἄλλα 228a.25 τῷ εἴδει καὶ ὁμώνυμα· πῶς γὰρ ἂν ἅψαιτο ἓν γένοιτο 228a.26 τὸ ἔσχατον γραμμῆς καὶ βαδίσεως; ἐχόμεναι μὲν οὖν εἶεν 228a.27 ἂν καὶ αἱ μὴ αἱ αὐταὶ τῷ εἴδει μηδὲ τῷ γένει (δραμὼν γὰρ 228a.28 ἄν τις πυρέξειεν εὐθύς), καὶ οἷον λαμπὰς ἐκ διαδοχῆς 228a.29 φορὰ ἐχομένη, συνεχὴς δ' οὔ. κεῖται γὰρ τὸ συνεχές, ὧν 228a.30 τὰ ἔσχατα ἕν. ὥστ' ἐχόμεναι καὶ ἐφεξῆς εἰσὶ τῷ τὸν χρό- 228a.31 νον εἶναι συνεχῆ, συνεχὴς δὲ τῷ τὰς κινήσεις· τοῦτο δ', 228b.1 ὅταν ἓν τὸ ἔσχατον γένηται ἀμφοῖν. διὸ ἀνάγκη τὴν αὐτὴν 228b.2 εἶναι τῷ εἴδει καὶ ἑνὸς καὶ ἐν ἑνὶ χρόνῳ τὴν ἁπλῶς συνεχῆ 228b.3 κίνησιν καὶ μίαν, τῷ χρόνῳ μέν, ὅπως μὴ ἀκινησία με- 228b.4 ταξὺ (ἐν τῷ διαλείποντι γὰρ ἠρεμεῖν ἀνάγκη· πολλαὶ οὖν 228b.5 καὶ οὐ μία κίνησις, ὧν ἐστὶν ἠρεμία μεταξύ, ὥστε εἴ τις 228b.6 κίνησις στάσει διαλαμβάνεται, οὐ μία οὐδὲ συνεχής· δια- 228b.7 λαμβάνεται δέ, εἰ μεταξὺ χρόνος)· τῆς δὲ τῷ εἴδει μὴ 228b.8 μιᾶς, καὶ εἰ μὴ διαλείπεται [ὁ χρόνος], μὲν [γὰρ] χρόνος 228b.9 εἷς, τῷ εἴδει δ' κίνησις ἄλλη· τὴν μὲν γὰρ μίαν ἀνάγκη 228b.10 καὶ τῷ εἴδει μίαν εἶναι, ταύτην δ' ἁπλῶς μίαν οὐκ ἀνάγκη. 228b.11 τίς μὲν οὖν κίνησις ἁπλῶς μία, εἴρηται· ἔτι δὲ λέγεται μία 228b.12 καὶ τέλειος, ἐάν τε κατὰ γένος ἐάν τε κατ' εἶδος ἐάν 228b.13 τε κατ' οὐσίαν, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων τὸ τέλειον καὶ 228b.14 ὅλον τοῦ ἑνός. ἔστι δ' ὅτε κἂν ἀτελὴς μία λέγεται, ἐὰν 228b.15 μόνον συνεχής. ἔτι δ' ἄλλως παρὰ τὰς εἰρημένας λέγεται 228b.16 μία κίνησις ὁμαλής. γὰρ ἀνώμαλος ἔστιν ὡς οὐ δοκεῖ 228b.17 μία, ἀλλὰ μᾶλλον ὁμαλής, ὥσπερ εὐθεῖα· γὰρ 228b.18 ἀνώμαλος διαιρετή. ἔοικε δὲ διαφέρειν ὡς τὸ μᾶλλον καὶ 228b.19 ἧττον. ἔστιν δὲ ἐν ἁπάσῃ κινήσει τὸ ὁμαλῶς μή· καὶ γὰρ 228b.20 ἂν ἀλλοιοῖτο ὁμαλῶς, καὶ φέροιτο ἐφ' ὁμαλοῦ οἷον κύκλου 228b.21 εὐθείας, καὶ περὶ αὔξησιν ὡσαύτως καὶ φθίσιν. ἀνωμαλία 228b.22 δ' ἐστὶν διαφορὰ ὁτὲ μὲν ἐφ' κινεῖται (ἀδύνατον γὰρ ὁμα- 228b.23 λὴν εἶναι τὴν κίνησιν μὴ ἐπὶ ὁμαλῷ μεγέθει, οἷον τῆς 228b.24 κεκλασμένης κίνησις τῆς ἕλικος ἄλλου μεγέθους, ὧν 228b.25 μὴ ἐφαρμόττει τὸ τυχὸν ἐπὶ τὸ τυχὸν μέρος)· δὲ οὔτε 228b.26 ἐν τῷ οὔτ' ἐν τῷ πότε οὔτε ἐν τῷ εἰς ὅ, ἀλλ' ἐν τῷ ὥς. ταχυ- 228b.27 τῆτι γὰρ καὶ βραδυτῆτι ἐνίοτε διώρισται· ἧς μὲν γὰρ τὸ 228b.28 αὐτὸ τάχος, ὁμαλής, ἧς δὲ μή, ἀνώμαλος. διὸ οὐκ εἴδη 228b.29 κινήσεως οὐδὲ διαφοραὶ τάχος καὶ βραδυτής, ὅτι πάσαις 228b.30 ἀκολουθεῖ ταῖς διαφόροις κατ' εἶδος. ὥστε οὐδὲ βαρύτης καὶ 228b.31 κουφότης εἰς τὸ αὐτό, οἷον γῆς πρὸς αὑτὴν πυρὸς πρὸς 229a.1 αὑτό. μία μὲν οὖν ἀνώμαλος τῷ συνεχὴς , ἧττον δέ, ὅπερ 229a.2 τῇ κεκλασμένῃ συμβαίνει φορᾷ· τὸ δ' ἧττον μίξις αἰεὶ τοῦ 229a.3 ἐναντίου. εἰ δὲ πᾶσαν τὴν μίαν ἐνδέχεται καὶ ὁμαλὴν εἶναι 229a.4 καὶ μή, οὐκ ἂν εἴησαν αἱ ἐχόμεναι αἱ μὴ κατ' εἶδος αἱ αὐταὶ 229a.5 μία καὶ συνεχής· πῶς γὰρ ἂν εἴη ὁμαλὴς ἐξ ἀλλοιώ- 229a.6 σεως συγκειμένη καὶ φορᾶς;

HOME > '������������������������' in 'Physica, 5, 4'
Aristoteles, Physica, 5, 226b.18 <<<     >>> 229a.7
1101w 0.87340497970581 s