Aristoteles, Physica, 5, 6HOME > '������������������������' in 'Physica, 5, 6'
Aristoteles, Physica, 5, 229a.7 <<<     >>> 231a.5hide dictionary links

class="auswahl" href="text.php?tabelle=Aristoteles&rumpfid=Aristoteles, Physica, 5, 6&id=Aristoteles, Physica, 5, 6, 23&string=������������������������&from=&level=4&corpus=&lang=0&links=&target=&inframe=1&hide_apparatus=&becker=1"> Show Becker Lines

229b.23 δὲ κινήσει οὐ μόνον δοκεῖ κίνησις εἶναι ἐναντία 229b.24 ἀλλὰ καὶ ἠρεμία, τοῦτο διοριστέον. ἁπλῶς μὲν γὰρ ἐναντίον 229b.25 κίνησις κινήσει, ἀντίκειται δὲ καὶ ἠρεμία (στέρησις γάρ, ἔστι 229b.26 δ' ὡς καὶ στέρησις ἐναντία λέγεται), ποιᾷ δὲ ποιά, οἷον 229b.27 τῇ κατὰ τόπον κατὰ τόπον. ἀλλὰ τοῦτο νῦν λέγεται 229b.28 ἁπλῶς· πότερον γὰρ τῇ ἐνταῦθα μονῇ ἐκ τούτου εἰς 229b.29 τοῦτο κίνησις ἀντίκειται; δῆλον δὴ ὅτι, ἐπεὶ ἐν δυσὶν κίνη- 229b.30 σις ὑποκειμένοις, τῇ μὲν ἐκ τούτου εἰς τὸ ἐναντίον ἐν τούτῳ 229b.31 μονή, τῇ δ' ἐκ τοῦ ἐναντίου εἰς τοῦτο ἐν τῷ ἐναντίῳ. ἅμα δὲ 229b.32 καὶ ἀλλήλαις ἐναντίαι αὗται· καὶ γὰρ ἄτοπον, εἰ κινήσεις 230a.1 μὲν ἐναντίαι εἰσίν, ἠρεμίαι δ' ἀντικείμεναι οὐκ εἰσίν. εἰσὶν δὲ 230a.2 αἱ ἐν τοῖς ἐναντίοις, οἷον ἐν ὑγιείᾳ τῇ ἐν νόσῳ ἠρεμίᾳ 230a.3 (κινήσει δὲ τῇ ἐξ ὑγιείας εἰς νόσον· τῇ γὰρ ἐκ νόσου εἰς ὑγί- 230a.4 ειαν ἄλογον γὰρ εἰς αὐτὸ κίνησις ἐν ἕστηκεν, ἠρέμησις 230a.5 μᾶλλόν ἐστιν, συμβαίνει γε ἅμα γίγνεσθαι τῇ κινήσει 230a.6 ἀνάγκη δὲ ταύτην ἐκείνην εἶναι)· οὐ γὰρ γ' ἐν λευκό- 230a.7 τητι ἠρεμία ἐναντία τῇ ἐν ὑγιείᾳ. ὅσοις δὲ μὴ ἔστιν ἐναντία, 230a.8 τούτων μεταβολὴ μέν ἐστιν ἀντικειμένη ἐξ αὐτοῦ τῇ εἰς 230a.9 αὐτό, κίνησις δ' οὐκ ἔστιν, οἷον ἐξ ὄντος τῇ εἰς ὄν, καὶ 230a.10 μονὴ μὲν τούτων οὐκ ἔστιν, ἀμεταβλησία δέ. καὶ εἰ μέν τι 230a.11 εἴη ὑποκείμενον, ἐν τῷ ὄντι ἀμεταβλησία τῇ ἐν τῷ μὴ 230a.12 ὄντι ἐναντία. εἰ δὲ μὴ ἔστι τι τὸ μὴ ὄν, ἀπορήσειεν ἄν τις 230a.13 τίνι ἐναντία ἐν τῷ ὄντι ἀμεταβλησία, καὶ εἰ ἠρεμία ἐστίν. 230a.14 εἰ δὲ τοῦτο, οὐ πᾶσα ἠρεμία κινήσει ἐναντία, γένεσις 230a.15 καὶ φθορὰ κίνησις. δῆλον τοίνυν ὅτι ἠρεμία μὲν οὐ λεκτέα, 230a.16 εἰ μὴ καὶ αὗται κινήσεις, ὅμοιον δέ τι καὶ ἀμεταβλησία· 230a.17 ἐναντία δὲ οὐδενὶ τῇ ἐν τῷ μὴ ὄντι τῇ φθορᾷ· αὕτη 230a.18 γὰρ ἐξ αὐτῆς, δὲ γένεσις εἰς ἐκείνην. ἀπορήσειε δ' ἄν τις 230a.19 διὰ τί ἐν μὲν τῇ κατὰ τόπον μεταβολῇ εἰσὶ καὶ κατὰ φύ- 230a.20 σιν καὶ παρὰ φύσιν καὶ μοναὶ καὶ κινήσεις, ἐν δὲ ταῖς ἄλ- 230a.21 λαις οὔ, οἷον ἀλλοίωσις μὲν κατὰ φύσιν δὲ παρὰ 230a.22 φύσιν (οὐδὲν γὰρ μᾶλλον ὑγίανσις νόσανσις κατὰ 230a.23 φύσιν παρὰ φύσιν, οὐδὲ λεύκανσις μέλανσις)· ὁμοίως 230a.24 δὲ καὶ ἐπ' αὐξήσεως καὶ φθίσεως (οὔτε γὰρ αὗται ἀλλή- 230a.25 λαις ἐναντίαι ὡς φύσει δὲ παρὰ φύσιν, οὔτ' αὔξησις αὐξή- 230a.26 σει)· καὶ ἐπὶ γενέσεως δὲ καὶ φθορᾶς αὐτὸς λόγος· οὔτε 230a.27 γὰρ μὲν γένεσις κατὰ φύσιν δὲ φθορὰ παρὰ φύσιν 230a.28 (τὸ γὰρ γηρᾶν κατὰ φύσιν), οὔτε γένεσιν ὁρῶμεν τὴν μὲν 230a.29 κατὰ φύσιν τὴν δὲ παρὰ φύσιν. εἰ ἔστιν τὸ βίᾳ παρὰ 230a.30 φύσιν, καὶ φθορὰ ἂν εἴη φθορᾷ ἐναντία βίαιος ὡς παρὰ 230a.31 φύσιν οὖσα τῇ κατὰ φύσιν; ἆρ' οὖν καὶ γενέσεις εἰσὶν ἔνιαι 230a.32 βίαιοι καὶ οὐχ εἱμαρμέναι, αἷς ἐναντίαι αἱ κατὰ φύσιν, 230b.1 καὶ αὐξήσεις βίαιοι καὶ φθίσεις, οἷον αὐξήσεις αἱ τῶν ταχὺ 230b.2 διὰ τρυφὴν ἡβώντων, καὶ οἱ σῖτοι οἱ ταχὺ ἁδρυνόμενοι καὶ 230b.3 μὴ πιληθέντες; εἶεν 230b.4 γὰρ ἄν τινες βίαιοι, αἱ δὲ φυσικαί, οἷον οἱ ἀφιέμενοι μὴ ἐν 230b.5 κρισίμοις ἡμέραις, οἱ δ' ἐν κρισίμοις· οἱ μὲν οὖν παρὰ φύ- 230b.6 σιν ἠλλοίωνται, οἱ δὲ κατὰ φύσιν. ἔσονται δὴ καὶ φθοραὶ 230b.7 ἐναντίαι ἀλλήλαις, οὐ γενέσεσι. 230b.8 καὶ γὰρ εἰ μὲν ἡδεῖα δὲ λυπηρὰ εἴη· ὥστε οὐχ ἁπλῶς 230b.9 φθορὰ φθορᾷ ἐναντία, ἀλλ' μὲν τοιαδὶ δὲ τοιαδὶ 230b.10 αὐτῶν ἐστιν. ὅλως μὲν οὖν ἐναντίαι κινήσεις καὶ ἠρεμίαι τὸν 230b.11 εἰρημένον τρόπον εἰσίν, οἷον ἄνω τῇ κάτω· τόπου γὰρ ἐναν- 230b.12 τιώσεις αὗται. φέρεται δὲ τὴν μὲν ἄνω φορὰν φύσει τὸ 230b.13 πῦρ, τὴν δὲ κάτω γῆ· καὶ ἐναντίαι γ' αὐτῶν αἱ φοραί. τὸ 230b.14 δὲ πῦρ ἄνω μὲν φύσει, κάτω δὲ παρὰ φύσιν· καὶ ἐναντία 230b.15 γε κατὰ φύσιν αὐτοῦ τῇ παρὰ φύσιν. καὶ μοναὶ δ' ὡς- 230b.16 αύτως· γὰρ ἄνω μονὴ τῇ ἄνωθεν κάτω κινήσει ἐναντία. 230b.17 γίγνεται δὲ τῇ γῇ μὲν μονὴ ἐκείνη παρὰ φύσιν, δὲ κί- 230b.18 νησις αὕτη κατὰ φύσιν. ὥστε κινήσει μονὴ ἐναντία παρὰ 230b.19 φύσιν τῇ κατὰ φύσιν τοῦ αὐτοῦ· καὶ γὰρ κίνησις τοῦ 230b.20 αὐτοῦ ἐναντία οὕτως· μὲν γὰρ κατὰ φύσιν [ἔσται] αὐτῶν, 230b.21 ἄνω κάτω, δὲ παρὰ φύσιν. ἔχει δ' ἀπορίαν εἰ 230b.22 ἔστιν πάσης ἠρεμίας τῆς μὴ αἰεὶ γένεσις, καὶ αὕτη τὸ ἵστα- 230b.23 σθαι. τοῦ δὴ παρὰ φύσιν μένοντος, οἷον τῆς γῆς ἄνω, εἴη 230b.24 ἂν γένεσις. ἀλλὰ τὸ 230b.25 ἱστάμενον ἀεὶ δοκεῖ φέρεσθαι θᾶττον, τὸ δὲ βίᾳ τοὐναντίον. οὐ 230b.26 γενόμενον ἄρα ἠρεμοῦν ἔσται ἠρεμοῦν. ἔτι δοκεῖ τὸ ἵστασθαι 230b.27 ὅλως εἶναι τὸ εἰς τὸν αὑτοῦ τόπον φέρεσθαι συμβαίνειν 230b.28 ἅμα. ἔχει δ' ἀπορίαν εἰ ἐναντία μονὴ ἐνταῦθα τῇ ἐν- 230b.29 τεῦθεν κινήσει· ὅταν γὰρ κινῆται ἐκ τουδὶ καὶ ἀποβάλλῃ, 230b.30 ἔτι δοκεῖ ἔχειν τὸ ἀποβαλλόμενον, ὥστ' εἰ αὕτη ἠρεμία ἐναν- 230b.31 τία τῇ ἐντεῦθεν εἰς τοὐναντίον κινήσει, ἅμα ὑπάρξει τἀναντία. 230b.32 πῂ ἠρεμεῖ, εἰ ἔτι μένει, ὅλως δὲ τοῦ κινουμένου τὸ μὲν 231a.1 ἐκεῖ, τὸ δ' εἰς μεταβάλλει; διὸ καὶ μᾶλλον κίνησις κι- 231a.2 νήσει ἐναντίον ἠρέμησις. καὶ περὶ μὲν κινήσεως καὶ ἠρε- 231a.3 μίας, πῶς ἑκατέρα μία, καὶ τίνες ἐναντίαι τίσιν, εἴ- 231a.4 ρηται.

HOME > '������������������������' in 'Physica, 5, 6'
Aristoteles, Physica, 5, 229a.7 <<<     >>> 231a.5
855w 2.9978141784668 s