Aristoteles, Physica, 6, 7HOME > '������������������������' in 'Physica, 6, 7'
Aristoteles, Physica, 6, 234b.21 <<<     >>> 236b.19hide dictionary links

class="auswahl" href="text.php?tabelle=Aristoteles&rumpfid=Aristoteles, Physica, 6, 7&id=Aristoteles, Physica, 6, 7, 29&string=������������������������&from=&level=4&corpus=&lang=0&links=&target=&inframe=1&hide_apparatus=&becker=1"> Show Becker Lines

235b.6 δὲ πᾶν τὸ μεταβάλλον ἔκ τινος εἴς τι μετα- 235b.7 βάλλει, ἀνάγκη τὸ μεταβεβληκός, ὅτε πρῶτον μεταβέ- 235b.8 βληκεν, εἶναι ἐν μεταβέβληκεν. τὸ γὰρ μεταβάλλον, ἐξ 235b.9 οὗ μεταβάλλει, ἐξίσταται ἀπολείπει αὐτό, καὶ ἤτοι ταὐτόν 235b.10 ἐστι τὸ μεταβάλλειν καὶ τὸ ἀπολείπειν, ἀκολουθεῖ τῷ μετα- 235b.11 βάλλειν τὸ ἀπολείπειν. εἰ δὲ τῷ μεταβάλλειν τὸ ἀπολείπειν, 235b.12 τῷ μεταβεβληκέναι τὸ ἀπολελοιπέναι· ὁμοίως γὰρ ἑκάτερον 235b.13 ἔχει πρὸς ἑκάτερον. ἐπεὶ οὖν μία τῶν μεταβολῶν κατ' ἀντί- 235b.14 φασιν, ὅτε μεταβέβληκεν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, ἀπολέ- 235b.15 λοιπεν τὸ μὴ ὄν. ἔσται ἄρα ἐν τῷ ὄντι· πᾶν γὰρ ἀνάγκη 235b.16 εἶναι μὴ εἶναι. φανερὸν οὖν ὅτι ἐν τῇ κατ' ἀντίφασιν με- 235b.17 ταβολῇ τὸ μεταβεβληκὸς ἔσται ἐν μεταβέβληκεν. εἰ δ' 235b.18 ἐν ταύτῃ, καὶ ἐν ταῖς ἄλλαις· ὁμοίως γὰρ ἐπὶ μιᾶς καὶ 235b.19 τῶν ἄλλων. ἔτι δὲ καὶ καθ' ἑκάστην λαμβάνουσι φανερόν, εἴπερ 235b.20 ἀνάγκη τὸ μεταβεβληκὸς εἶναί που ἔν τινι. ἐπεὶ γὰρ ἐξ 235b.21 οὗ μεταβέβληκεν ἀπολέλοιπεν, ἀνάγκη δ' εἶναί που, ἐν 235b.22 τούτῳ ἐν ἄλλῳ ἔσται. εἰ μὲν οὖν ἐν ἄλλῳ, οἷον ἐν τῷ Γ, 235b.23 τὸ εἰς τὸ Β μεταβεβληκός, πάλιν ἐκ τοῦ Γ μεταβάλλει 235b.24 εἰς τὸ Β· οὐ γὰρ ἦν ἐχόμενον τὸ Β, δὲ μεταβολὴ συ- 235b.25 νεχής. ὥστε τὸ μεταβεβληκός, ὅτε μεταβέβληκεν, μεταβάλ- 235b.26 λει εἰς μεταβέβληκεν. τοῦτο δ' ἀδύνατον· ἀνάγκη ἄρα τὸ 235b.27 μεταβεβληκὸς εἶναι ἐν τούτῳ εἰς μεταβέβληκεν. φανερὸν 235b.28 οὖν ὅτι καὶ τὸ γεγονός, ὅτε γέγονεν, ἔσται, καὶ τὸ ἐφθαρ- 235b.29 μένον οὐκ ἔσται· καθόλου τε γὰρ εἴρηται περὶ πάσης με- 235b.30 ταβολῆς, καὶ μάλιστα δῆλον ἐν τῇ κατ' ἀντίφασιν. ὅτι 235b.31 μὲν τοίνυν τὸ μεταβεβληκός, ὅτε μεταβέβληκε πρῶτον, ἐν 235b.32 ἐκείνῳ ἐστίν, δῆλον· ἐν δὲ πρώτῳ μεταβέβληκεν τὸ μετα- 235b.33 βεβληκός, ἀνάγκη ἄτομον εἶναι. λέγω δὲ πρῶτον μὴ 235b.34 τῷ ἕτερόν τι αὐτοῦ εἶναι τοιοῦτόν ἐστιν. ἔστω γὰρ διαιρετὸν τὸ 235b.35 ΑΓ, καὶ διῃρήσθω κατὰ τὸ Β. εἰ μὲν οὖν ἐν τῷ ΑΒ μετα- 235b.36 βέβληκεν πάλιν ἐν τῷ ΒΓ, οὐκ ἂν ἐν πρώτῳ τῷ ΑΓ με- 235b.37 ταβεβληκὸς εἴη. εἰ δ' ἐν ἑκατέρῳ μετέβαλλεν (ἀνάγκη γὰρ 236a.1 μεταβεβληκέναι μεταβάλλειν ἐν ἑκατέρῳ), κἂν ἐν τῷ 236a.2 ὅλῳ μεταβάλλοι· ἀλλ' ἦν μεταβεβληκός. αὐτὸς δὲ λό- 236a.3 γος καὶ εἰ ἐν τῷ μὲν μεταβάλλει, ἐν δὲ τῷ μεταβέβλη- 236a.4 κεν· ἔσται γάρ τι τοῦ πρώτου πρότερον· ὥστ' οὐκ ἂν εἴη διαι- 236a.5 ρετὸν ἐν μεταβέβληκεν. φανερὸν οὖν ὅτι καὶ τὸ ἐφθαρμέ- 236a.6 νον καὶ τὸ γεγονὸς ἐν ἀτόμῳ τὸ μὲν ἔφθαρται τὸ δὲ γέ- 236a.7 γονεν. λέγεται δὲ τὸ ἐν πρώτῳ μεταβέβληκε διχῶς, τὸ 236a.8 μὲν ἐν πρώτῳ ἐπετελέσθη μεταβολή (τότε γὰρ ἀλη- 236a.9 θὲς εἰπεῖν ὅτι μεταβέβληκεν), τὸ δ' ἐν πρώτῳ ἤρξατο με- 236a.10 ταβάλλειν. τὸ μὲν οὖν κατὰ τὸ τέλος τῆς μεταβολῆς πρῶ- 236a.11 τον λεγόμενον ὑπάρχει τε καὶ ἔστιν (ἐνδέχεται γὰρ ἐπιτε- 236a.12 λεσθῆναι μεταβολὴν καὶ ἔστι μεταβολῆς τέλος, δὴ καὶ 236a.13 δέδεικται ἀδιαίρετον ὂν διὰ τὸ πέρας εἶναι)· τὸ δὲ κατὰ τὴν 236a.14 ἀρχὴν ὅλως οὐκ ἔστιν· οὐ γὰρ ἔστιν ἀρχὴ μεταβολῆς, οὐδ' ἐν 236a.15 πρώτῳ τοῦ χρόνου μετέβαλλεν. ἔστω γὰρ πρῶτον ἐφ' 236a.16 τὸ ΑΔ. τοῦτο δὴ ἀδιαίρετον μὲν οὐκ ἔστιν· συμβήσεται γὰρ 236a.17 ἐχόμενα εἶναι τὰ νῦν. ἔτι δ' εἰ ἐν τῷ ΓΑ χρόνῳ παντὶ ἠρε- 236a.18 μεῖ (κείσθω γὰρ ἠρεμοῦν), καὶ ἐν τῷ Α ἠρεμεῖ, ὥστ' εἰ ἀμε- 236a.19 ρές ἐστι τὸ ΑΔ, ἅμα ἠρεμήσει καὶ μεταβεβληκὸς ἔσται· ἐν 236a.20 μὲν γὰρ τῷ Α ἠρεμεῖ, ἐν δὲ τῷ Δ μεταβέβληκεν. ἐπεὶ δ' 236a.21 οὐκ ἔστιν ἀμερές, ἀνάγκη διαιρετὸν εἶναι καὶ ἐν ὁτῳοῦν τῶν τούτου 236a.22 μεταβεβληκέναι· διαιρεθέντος γὰρ τοῦ ΑΔ, εἰ μὲν ἐν μηδε- 236a.23 τέρῳ μεταβέβληκεν, οὐδ' ἐν τῷ ὅλῳ· εἰ δ' ἐν ἀμφοῖν μετα- 236a.24 βάλλει καὶ ἐν τῷ παντί, εἴτ' ἐν θατέρῳ μεταβέβληκεν, 236a.25 οὐκ ἐν τῷ ὅλῳ πρώτῳ. ὥστε ἀνάγκη ἐν ὁτῳοῦν μεταβεβλη- 236a.26 κέναι. φανερὸν τοίνυν ὅτι οὐκ ἔστιν ἐν πρώτῳ μεταβέ- 236a.27 βληκεν· ἄπειροι γὰρ αἱ διαιρέσεις. οὐδὲ δὴ τοῦ μεταβεβλη- 236a.28 κότος ἔστιν τι πρῶτον μεταβέβληκεν. ἔστω γὰρ τὸ ΔΖ 236a.29 πρῶτον μεταβεβληκὸς τοῦ ΔΕ· πᾶν γὰρ δέδεικται διαιρετὸν 236a.30 τὸ μεταβάλλον. δὲ χρόνος ἐν τὸ ΔΖ μεταβέβληκεν 236a.31 ἔστω ἐφ' ΘΙ. εἰ οὖν ἐν τῷ παντὶ τὸ ΔΖ μεταβέβληκεν, 236a.32 ἐν τῷ ἡμίσει ἔλαττον ἔσται τι μεταβεβληκὸς καὶ πρότερον 236a.33 τοῦ ΔΖ, καὶ πάλιν τούτου ἄλλο, κἀκείνου ἕτερον, καὶ αἰεὶ 236a.34 οὕτως. ὥστ' οὐθὲν ἔσται πρῶτον τοῦ μεταβάλλοντος μεταβέ- 236a.35 βληκεν. ὅτι μὲν οὖν οὔτε τοῦ μεταβάλλοντος οὔτ' ἐν μετα- 236a.36 βάλλει χρόνῳ πρῶτον οὐθέν ἐστιν, φανερὸν ἐκ τῶν εἰρημένων· 236b.1 αὐτὸ δὲ μεταβάλλει καθ' μεταβάλλει, οὐκέθ' 236b.2 ὁμοίως ἕξει. τρία γάρ ἐστιν λέγεται κατὰ τὴν μετα- 236b.3 βολήν, τό τε μεταβάλλον καὶ ἐν καὶ εἰς μετα- 236b.4 βάλλει, οἷον ἄνθρωπος καὶ χρόνος καὶ τὸ λευκόν. 236b.5 μὲν οὖν ἄνθρωπος καὶ χρόνος διαιρετοί, περὶ δὲ τοῦ λευ- 236b.6 κοῦ ἄλλος λόγος. πλὴν κατὰ συμβεβηκός γε πάντα δι- 236b.7 αιρετά· γὰρ συμβέβηκεν τὸ λευκὸν τὸ ποιόν, ἐκεῖνο 236b.8 διαιρετόν ἐστιν· ἐπεὶ ὅσα γε καθ' αὑτὰ λέγεται διαιρετὰ 236b.9 καὶ μὴ κατὰ συμβεβηκός, οὐδ' ἐν τούτοις ἔσται τὸ πρῶτον, 236b.10 οἷον ἐν τοῖς μεγέθεσιν. ἔστω γὰρ τὸ ἐφ' ΑΒ μέγεθος, 236b.11 κεκινήσθω δ' ἐκ τοῦ Β εἰς τὸ Γ πρῶτον. οὐκοῦν εἰ μὲν ἀδιαί- 236b.12 ρετον ἔσται τὸ ΒΓ, ἀμερὲς ἀμεροῦς ἔσται ἐχόμενον· εἰ δὲ δι- 236b.13 αιρετόν, ἔσται τι τοῦ Γ πρότερον, εἰς μεταβέβληκεν, κἀ- 236b.14 κείνου πάλιν ἄλλο, καὶ ἀεὶ οὕτως διὰ τὸ μηδέποτε ὑπολεί- 236b.15 πειν τὴν διαίρεσιν. ὥστ' οὐκ ἔσται πρῶτον εἰς μεταβέβλη- 236b.16 κεν. ὁμοίως δὲ καὶ ἐπὶ τῆς τοῦ ποσοῦ μεταβολῆς· καὶ γὰρ 236b.17 αὕτη ἐν συνεχεῖ ἐστιν. φανερὸν οὖν ὅτι ἐν μόνῃ τῶν κινήσεων 236b.18 τῇ κατὰ τὸ ποιὸν ἐνδέχεται ἀδιαίρετον καθ' αὑτὸ εἶναι.

HOME > '������������������������' in 'Physica, 6, 7'
Aristoteles, Physica, 6, 234b.21 <<<     >>> 236b.19
919w 3.7379379272461 s