Aristoteles, Physica, 6, 17HOME > '������������������������' in 'Physica, 6, 17'
Aristoteles, Physica, 6, 240b.8 <<<    hide dictionary links

class="auswahl" href="text.php?tabelle=Aristoteles&rumpfid=Aristoteles, Physica, 6, 17&id=Aristoteles, Physica, 6, 17, 9&string=������������������������&from=&level=4&corpus=&lang=0&links=&target=&inframe=1&hide_apparatus=&becker=1"> Show Becker Lines

241a.15 δ' εἰ ἅπαν ἐν χρόνῳ κινεῖται, ἐν δὲ τῷ νῦν μηθέν, ἅπας 241a.16 δὲ χρόνος διαιρετός, εἴη ἄν τις χρόνος ἐλάττων ὁτῳοῦν τῶν 241a.17 κινουμένων ἐν κινεῖται ὅσον αὐτό. οὗτος μὲν γὰρ ἔσται 241a.18 χρόνος ἐν κινεῖται διὰ τὸ πᾶν ἐν χρόνῳ κινεῖσθαι, χρό- 241a.19 νος δὲ πᾶς διαιρετὸς δέδεικται πρότερον. εἰ δ' ἄρα στιγμὴ 241a.20 κινεῖται, ἔσται τις χρόνος ἐλάττων ἐν αὑτὴν ἐκινήθη. ἀλλὰ 241a.21 ἀδύνατον· ἐν γὰρ τῷ ἐλάττονι ἔλαττον ἀνάγκη κινεῖσθαι. 241a.22 ὥστε ἔσται διαιρετὸν τὸ ἀδιαίρετον εἰς τὸ ἔλαττον, ὥσπερ καὶ 241a.23 χρόνος εἰς τὸν χρόνον. μοναχῶς γὰρ ἂν κινοῖτο τὸ ἀμε- 241a.24 ρὲς καὶ ἀδιαίρετον, εἰ ἦν ἐν τῷ νῦν κινεῖσθαι δυνατὸν τῷ 241a.25 ἀτόμῳ· τοῦ γὰρ αὐτοῦ λόγου ἐν τῷ νῦν κινεῖσθαι καὶ 241a.26 ἀδιαίρετόν τι κινεῖσθαι. μεταβολὴ δ' οὐκ ἔστιν οὐδεμία ἄπει- 241a.27 ρος· ἅπασα γὰρ ἦν ἔκ τινος εἴς τι, καὶ ἐν ἀντιφάσει 241a.28 καὶ ἐν ἐναντίοις. ὥστε τῶν μὲν κατ' ἀντίφασιν φάσις 241a.29 καὶ ἀπόφασις πέρας (οἷον γενέσεως μὲν τὸ ὄν, φθορᾶς 241a.30 δὲ τὸ μὴ ὄν), τῶν δ' ἐν τοῖς ἐναντίοις τὰ ἐναντία· ταῦτα 241a.31 γὰρ ἄκρα τῆς μεταβολῆς, ὥστε καὶ ἀλλοιώσεως πάσης 241a.32 (ἐξ ἐναντίων γάρ τινων ἀλλοίωσις), ὁμοίως δὲ καὶ αὐ- 241a.33 ξήσεως καὶ φθίσεως· αὐξήσεως μὲν γὰρ τὸ πέρας τοῦ 241b.1 κατὰ τὴν οἰκείαν φύσιν τελείου μεγέθους, φθίσεως δὲ 241b.2 τούτου ἔκστασις. δὲ φορὰ οὕτω μὲν οὐκ ἔσται πεπερα- 241b.3 σμένη· οὐ γὰρ πᾶσα ἐν ἐναντίοις· ἀλλ' ἐπειδὴ τὸ ἀδύνα- 241b.4 τον τμηθῆναι οὕτω, τῷ μὴ ἐνδέχεσθαι τμηθῆναι (πλεονα- 241b.5 χῶς γὰρ λέγεται τὸ ἀδύνατον), οὐκ ἐνδέχεται τὸ οὕτως 241b.6 ἀδύνατον τέμνεσθαι, οὐδὲ ὅλως τὸ ἀδύνατον γενέσθαι γίγνε- 241b.7 σθαι, οὐδὲ τὸ μεταβαλεῖν ἀδύνατον ἐνδέχοιτ' ἂν μετα- 241b.8 βάλλειν εἰς ἀδύνατον μεταβαλεῖν. εἰ οὖν τὸ φερόμενον 241b.9 μεταβάλλοι εἴς τι, καὶ δυνατὸν ἔσται μεταβαλεῖν. ὥστ' 241b.10 οὐκ ἄπειρος κίνησις, οὐδ' οἰσθήσεται τὴν ἄπειρον· ἀδύνα- 241b.11 τον γὰρ διελθεῖν αὐτήν. ὅτι μὲν οὖν οὕτως οὐκ ἔστιν ἄπει- 241b.12 ρος μεταβολὴ ὥστε μὴ ὡρίσθαι πέρασι, φανερόν. ἀλλ' εἰ 241b.13 οὕτως ἐνδέχεται ὥστε τῷ χρόνῳ εἶναι ἄπειρον τὴν αὐτὴν 241b.14 οὖσαν καὶ μίαν, σκεπτέον. μὴ μιᾶς μὲν γὰρ γιγνομένης οὐ- 241b.15 θὲν ἴσως κωλύει, οἷον εἰ μετὰ τὴν φορὰν ἀλλοίωσις εἴη 241b.16 καὶ μετὰ τὴν ἀλλοίωσιν αὔξησις καὶ πάλιν γένεσις· οὕτω 241b.17 γὰρ αἰεὶ μὲν ἔσται τῷ χρόνῳ κίνησις, ἀλλ' οὐ μία διὰ τὸ 241b.18 μὴ εἶναι μίαν ἐξ ἁπασῶν. ὥστε δὲ γίγνεσθαι μίαν, οὐκ ἐν- 241b.19 δέχεται ἄπειρον εἶναι τῷ χρόνῳ πλὴν μιᾶς· αὕτη δ' ἐστὶν 241b.20 κύκλῳ φορά.

HOME > '������������������������' in 'Physica, 6, 17'
394w 1.0436429977417 s