Aristoteles, Physica, 7, 2HOME > '������������������������' in 'Physica, 7, 2'
Aristoteles, Physica, 7, 241b.34 <<<     >>> 244a.7hide dictionary links

class="auswahl" href="text.php?tabelle=Aristoteles&rumpfid=Aristoteles, Physica, 7, 2&id=Aristoteles, Physica, 7, 2, 6&string=������������������������&from=&level=4&corpus=&lang=0&links=&target=&inframe=1&hide_apparatus=&becker=1"> Show Becker Lines

243a.32 δὲ πρῶτον κινοῦν, μὴ ὡς τὸ οὗ ἕνεκεν, ἀλλ' ὅθεν 243a.33 ἀρχὴ τῆς κινήσεως, ἅμα τῷ κινουμένῳ ἐστί (λέγω δὲ 243a.34 τὸ ἅμα, ὅτι οὐδέν ἐστιν αὐτῶν μεταξύ)· τοῦτο γὰρ κοι- 243a.35 νὸν ἐπὶ παντὸς κινουμένου καὶ κινοῦντός ἐστιν. ἐπεὶ δὲ 243a.36 τρεῖς αἱ κινήσεις, τε κατὰ τόπον καὶ κατὰ τὸ ποιὸν 243a.37 καὶ κατὰ τὸ ποσόν, ἀνάγκη καὶ τὰ κινοῦντα τρία 243a.38 εἶναι, τό τε φέρον καὶ τὸ ἀλλοιοῦν καὶ τὸ αὖξον 243a.39 φθῖνον. πρῶτον οὖν εἴπωμεν περὶ τῆς φορᾶς· πρώτη 243a.40 γὰρ αὕτη τῶν κινήσεων. 243a.11 ἅπαν δὴ τὸ φερόμενον 243a.12 ὑφ' ἑαυτοῦ κινεῖται ὑπ' ἄλλου. ὅσα μὲν οὖν αὐτὰ ὑφ' 243a.13 αὑτῶν κινεῖται, φανερὸν ἐν τούτοις ὅτι ἅμα τὸ κινούμενον καὶ 243a.14 τὸ κινοῦν ἐστιν· ἐνυπάρχει γὰρ αὐτοῖς τὸ πρῶτον κινοῦν, ὥστ' 243a.15 οὐδέν ἐστιν ἀναμεταξύ· ὅσα δ' ὑπ' ἄλλου κινεῖται, τετραχῶς 243a.16 ἀνάγκη γίγνεσθαι· τέτταρα γὰρ εἴδη τῆς ὑπ' ἄλλου φορᾶς, 243a.17 ἕλξις, ὦσις, ὄχησις, δίνησις. ἅπασαι γὰρ αἱ κατὰ τόπον 243a.18 κινήσεις ἀνάγονται εἰς ταύτας· μὲν γὰρ ἔπωσις ὦσίς τίς 243a.19 ἐστιν, ὅταν τὸ ἀφ' αὑτοῦ κινοῦν ἐπακολουθοῦν ὠθῇ, δ' ἄπω- 243a.20 σις, ὅταν μὴ ἐπακολουθῇ κινῆσαν, δὲ ῥῖψις, ὅταν σφο- 243b.1 δροτέραν ποιήσῃ τὴν ἀφ' αὑτοῦ κίνησιν τῆς κατὰ φύσιν φο- 243b.2 ρᾶς, καὶ μέχρι τοσούτου φέρηται ἕως ἂν κρατῇ κίνησις. 243b.3 πάλιν δίωσις καὶ σύνωσις ἄπωσις καὶ ἕλξις εἰσίν· μὲν 243b.4 γὰρ δίωσις ἄπωσις (ἢ γὰρ ἀφ' αὑτοῦ ἀπ' ἄλλου ἐστὶν 243b.5 ἄπωσις), δὲ σύνωσις ἕλξις (καὶ γὰρ πρὸς αὑτὸ καὶ πρὸς 243b.6 ἄλλο ἕλξις). ὥστε καὶ ὅσα τούτων εἴδη, οἷον σπάθησις 243b.7 καὶ κέρκισις· μὲν γὰρ σύνωσις, δὲ δίωσις. ὁμοίως δὲ 243b.9 ἔσονται διώσεις συνώσεις πλὴν ὅσαι ἐν γενέσει καὶ φθορᾷ 243b.10 εἰσιν. ἅμα δὲ φανερὸν ὅτι οὐδ' ἔστιν ἄλλο τι γένος κινήσεως 243b.11 σύγκρισις καὶ διάκρισις· ἅπασαι γὰρ διανέμονται εἴς τινας 243b.12 τῶν εἰρημένων. 243b.13 ὁμοίως δὲ καὶ πτύσις, καὶ ὅσαι ἄλλαι διὰ τοῦ σώματος 243b.14 ἐκκριτικαὶ ληπτικαὶ κινήσεις· αἱ μὲν γὰρ ἕλξεις εἰσίν, 243b.15 αἱ δ' ἀπώσεις. δεῖ δὲ καὶ τὰς ἄλλας τὰς κατὰ τόπον ἀν- 243b.16 άγειν· ἅπασαι γὰρ πίπτουσιν εἰς τέσσαρας ταύτας. τούτων 243b.17 δὲ πάλιν ὄχησις καὶ δίνησις εἰς ἕλξιν καὶ ὦσιν. μὲν 243b.18 γὰρ ὄχησις κατὰ τούτων τινὰ τῶν τριῶν τρόπων ἐστίν (τὸ μὲν 243b.19 γὰρ ὀχούμενον κινεῖται κατὰ συμβεβηκός, ὅτι ἐν κινουμένῳ 243b.20 ἐστὶν ἐπὶ κινουμένου τινός, τὸ δ' ὀχοῦν ὀχεῖ ἑλκόμενον 244a.1 ὠθούμενον δινούμενον, ὥστε κοινή ἐστιν ἁπασῶν τῶν τριῶν 244a.2 ὄχησις)· δὲ δίνησις σύγκειται ἐξ ἕλξεώς τε καὶ ὤσεως· 244a.3 ἀνάγκη γὰρ τὸ δινοῦν τὸ μὲν ἕλκειν τὸ δ' ὠθεῖν· τὸ μὲν 244a.4 γὰρ ἀφ' αὑτοῦ τὸ δὲ πρὸς αὑτὸ ἄγει. ὥστ' εἰ τὸ ὠθοῦν καὶ 244a.5 τὸ ἕλκον ἅμα τῷ ὠθουμένῳ καὶ τῷ ἑλκομένῳ, φανερὸν ὅτι 244a.6 τοῦ κατὰ τόπον κινουμένου καὶ κινοῦντος οὐδέν ἐστι μεταξύ.

HOME > '������������������������' in 'Physica, 7, 2'
451w 1.2778990268707 s