Aristoteles, Physica, 7, 5HOME > '������������������������' in 'Physica, 7, 5'
Aristoteles, Physica, 7, 245b.3 <<<     >>> 247b.1hide dictionary links

class="auswahl" href="text.php?tabelle=Aristoteles&rumpfid=Aristoteles, Physica, 7, 5&id=Aristoteles, Physica, 7, 5, 10&string=������������������������&from=&level=4&corpus=&lang=0&links=&target=&inframe=1&hide_apparatus=&becker=1"> Show Becker Lines

246a.10 μὴν οὐδ' αἱ ἕξεις οὔθ' αἱ τοῦ σώματος οὔθ' αἱ τῆς ψυ- 246a.11 χῆς ἀλλοιώσεις. αἱ μὲν γὰρ ἀρεταὶ αἱ δὲ κακίαι τῶν 246a.12 ἕξεων· οὐκ ἔστι δὲ οὔτε ἀρετὴ οὔτε κακία ἀλλοίωσις, 246a.13 ἀλλ' μὲν ἀρετὴ τελείωσίς τις (ὅταν γὰρ λάβῃ τὴν αὑτοῦ 246a.14 ἀρετήν, τότε λέγεται τέλειον ἕκαστον τότε γὰρ ἔστι μάλιστα 246a.15 [τὸ] κατὰ φύσιν ὥσπερ κύκλος τέλειος, ὅταν μάλιστα 246a.16 γένηται κύκλος καὶ ὅταν βέλτιστος), δὲ κακία φθορὰ τούτου 246a.17 καὶ ἔκστασις· ὥσπερ οὖν οὐδὲ τὸ τῆς οἰκίας τελείωμα λέγομεν 246a.18 ἀλλοίωσιν (ἄτοπον γὰρ εἰ θριγκὸς καὶ κέραμος ἀλ- 246a.19 λοίωσις, εἰ θριγκουμένη καὶ κεραμουμένη ἀλλοιοῦται ἀλλὰ 246a.20 μὴ τελειοῦται οἰκία), τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἀρε- 246b.1 τῶν καὶ τῶν κακιῶν καὶ τῶν ἐχόντων λαμβανόντων· αἱ 246b.2 μὲν γὰρ τελειώσεις αἱ δὲ ἐκστάσεις εἰσίν, ὥστ' οὐκ ἀλλοιώ- 246b.3 σεις. ἔτι δὲ καί φαμεν ἁπάσας εἶναι τὰς ἀρετὰς ἐν τῷ 246b.4 πρός τι πὼς ἔχειν. τὰς μὲν γὰρ τοῦ σώματος, οἷον ὑγίειαν 246b.5 καὶ εὐεξίαν, ἐν κράσει καὶ συμμετρίᾳ θερμῶν καὶ ψυχρῶν 246b.6 τίθεμεν, αὐτῶν πρὸς αὑτὰ τῶν ἐντὸς πρὸς τὸ περιέχον· 246b.7 ὁμοίως δὲ καὶ τὸ κάλλος καὶ τὴν ἰσχὺν καὶ τὰς ἄλλας 246b.8 ἀρετὰς καὶ κακίας. ἑκάστη γάρ ἐστι τῷ πρός τι πὼς ἔχειν, 246b.9 καὶ περὶ τὰ οἰκεῖα πάθη εὖ κακῶς διατίθησι τὸ ἔχον· 246b.10 οἰκεῖα δ' ὑφ' ὧν γίγνεσθαι καὶ φθείρεσθαι πέφυκεν. ἐπεὶ οὖν 246b.11 τὰ πρός τι οὔτε αὐτά ἐστιν ἀλλοιώσεις, οὔτε ἔστιν αὐτῶν ἀλ- 246b.12 λοίωσις οὐδὲ γένεσις οὐδ' ὅλως μεταβολὴ οὐδεμία, φανερὸν 246b.13 ὅτι οὔθ' αἱ ἕξεις οὔθ' αἱ τῶν ἕξεων ἀποβολαὶ καὶ λήψεις 246b.14 ἀλλοιώσεις εἰσίν, ἀλλὰ γίγνεσθαι μὲν ἴσως αὐτὰς καὶ 246b.15 φθείρεσθαι ἀλλοιουμένων τινῶν ἀνάγκη, καθάπερ καὶ τὸ εἶ- 246b.16 δος καὶ τὴν μορφήν, οἷον θερμῶν καὶ ψυχρῶν ξηρῶν καὶ 246b.17 ὑγρῶν, ἐν οἷς τυγχάνουσιν οὖσαι πρώτοις. περὶ ταῦτα γὰρ 246b.18 ἑκάστη λέγεται κακία καὶ ἀρετή, ὑφ' ὧν ἀλλοιοῦσθαι πέ- 246b.19 φυκε τὸ ἔχον· μὲν γὰρ ἀρετὴ ποιεῖ ἀπαθὲς ὡδὶ 246b.20 παθητικόν, δὲ κακία παθητικὸν ἐναντίως ἀπαθές. ὁμοίως 247a.1 δὲ καὶ ἐπὶ τῶν τῆς ψυχῆς ἕξεων· ἅπασαι γὰρ καὶ αὗται 247a.2 τῷ πρός τι πὼς ἔχειν, καὶ αἱ μὲν ἀρεταὶ τελειώσεις, αἱ 247a.3 δὲ κακίαι ἐκστάσεις. ἔτι δὲ μὲν ἀρετὴ εὖ διατίθησι πρὸς τὰ 247a.4 οἰκεῖα πάθη, δὲ κακία κακῶς. ὥστ' οὐδ' αὗται ἔσονται 247a.5 ἀλλοιώσεις· οὐδὲ δὴ αἱ ἀποβολαὶ καὶ αἱ λήψεις αὐτῶν. 247a.6 γίγνεσθαι δ' αὐτὰς ἀναγκαῖον ἀλλοιουμένου τοῦ αἰσθητικοῦ μέ- 247a.7 ρους. ἀλλοιωθήσεται δ' ὑπὸ τῶν αἰσθητῶν· ἅπασα γὰρ ἠθικὴ 247a.8 ἀρετὴ περὶ ἡδονὰς καὶ λύπας τὰς σωματικάς, αὗται δὲ 247a.9 ἐν τῷ πράττειν ἐν τῷ μεμνῆσθαι ἐν τῷ ἐλπίζειν. αἱ 247a.10 μὲν οὖν ἐν τῇ πράξει κατὰ τὴν αἴσθησίν εἰσιν, ὥσθ' ὑπ' αἰ- 247a.11 σθητοῦ τινὸς κινεῖσθαι, αἱ δ' ἐν τῇ μνήμῃ καὶ ἐν τῇ ἐλ- 247a.12 πίδι ἀπὸ ταύτης εἰσίν· γὰρ οἷα ἔπαθον μεμνημένοι ἥδονται, 247a.13 ἐλπίζοντες οἷα μέλλουσιν. ὥστ' ἀνάγκη πᾶσαν τὴν τοιαύτην 247a.14 ἡδονὴν ὑπὸ τῶν αἰσθητῶν γίγνεσθαι. ἐπεὶ δ' ἡδονῆς καὶ λύ- 247a.15 πης ἐγγιγνομένης καὶ κακία καὶ ἀρετὴ ἐγγίγνεται (περὶ 247a.16 ταύτας γάρ εἰσιν), αἱ δ' ἡδοναὶ καὶ αἱ λῦπαι ἀλλοιώσεις 247a.17 τοῦ αἰσθητικοῦ, φανερὸν ὅτι ἀλλοιουμένου τινὸς ἀνάγκη καὶ 247a.18 ταύτας ἀποβάλλειν καὶ λαμβάνειν. ὥσθ' μὲν γένεσις 247a.19 αὐτῶν μετ' ἀλλοιώσεως, αὐταὶ δ' οὐκ εἰσὶν ἀλλοιώσεις.

HOME > '������������������������' in 'Physica, 7, 5'
521w 2.6627578735352 s