Aristoteles, Physica, 7, 7HOME > '������������������������' in 'Physica, 7, 7'
Aristoteles, Physica, 7, 247b.1 <<<     >>> 249b.27hide dictionary links

class="auswahl" href="text.php?tabelle=Aristoteles&rumpfid=Aristoteles, Physica, 7, 7&id=Aristoteles, Physica, 7, 7, 21&string=������������������������&from=&level=4&corpus=&lang=0&links=&target=&inframe=1&hide_apparatus=&becker=1"> Show Becker Lines

248a.10 δ' ἄν τις πότερόν ἐστι κίνησις πᾶσα πάσῃ 248a.11 συμβλητὴ οὔ. εἰ δή ἐστιν πᾶσα συμβλητή, καὶ ὁμοταχὲς 248a.12 τὸ ἐν ἴσῳ χρόνῳ ἴσον κινούμενον, ἔσται περιφερής τις ἴση 248a.13 εὐθείᾳ, καὶ μείζων δὴ καὶ ἐλάττων. ἔτι ἀλλοίωσις καὶ 248a.14 φορά τις ἴση, ὅταν ἐν ἴσῳ χρόνῳ τὸ μὲν ἀλλοιωθῇ τὸ δ' 248a.15 ἐνεχθῇ. ἀλλ' 248a.16 ἆρα ὅταν ἐν ἴσῳ ἴσον κινηθῇ, τότε ἰσοταχές, ἴσον δ' οὐκ 248a.17 ἔστιν πάθος μήκει, ὥστε οὐκ ἔστιν ἀλλοίωσις φορᾷ ἴση οὐδ' 248a.18 ἐλάττων, ὥστ' οὐ πᾶσα συμβλητή; ἐπὶ δὲ τοῦ κύκλου 248a.19 καὶ τῆς εὐθείας πῶς συμβήσεται; ἄτοπόν τε γὰρ εἰ μὴ 248a.20 ἔστιν κύκλῳ ὁμοίως τουτὶ κινεῖσθαι καὶ τουτὶ ἐπὶ τῆς εὐ- 248a.21 θείας, ἀλλ' εὐθὺς ἀνάγκη θᾶττον βραδύτερον, ὥσπερ 248a.22 ἂν εἰ κάταντες, τὸ δ' ἄναντες· οὐδὲ διαφέρει οὐδὲν τῷ 248a.23 λόγῳ, εἴ τίς φησιν ἀνάγκην εἶναι θᾶττον εὐθὺς βραδύ- 248a.24 τερον κινεῖσθαι· ἔσται γὰρ μείζων καὶ ἐλάττων περιφερὴς 248a.25 τῆς εὐθείας, ὥστε καὶ ἴση. εἰ γὰρ ἐν τῷ Α χρόνῳ 248b.1 τὴν Β διελήλυθε τὸ δὲ τὴν Γ, μείζων ἂν εἴη Β τῆς Γ· οὕτω 248b.2 γὰρ τὸ θᾶττον ἐλέγετο. οὐκοῦν καὶ εἰ ἐν ἐλάττονι ἴσον, θᾶτ- 248b.3 τον· ὥστ' ἔσται τι μέρος τοῦ Α ἐν τὸ Β τοῦ κύκλου τὸ 248b.4 ἴσον δίεισι καὶ τὸ Γ ἐν ὅλῳ τῷ Α [τὴν Γ]. ἀλλὰ μὴν εἰ 248b.5 ἔστιν συμβλητά, συμβαίνει τὸ ἄρτι ῥηθέν, ἴσην εὐθεῖαν εἶναι 248b.6 κύκλῳ. ἀλλ' οὐ συμβλητά· οὐδ' ἄρα αἱ κινήσεις, ἀλλ' ὅσα 248b.7 μὴ συνώνυμα, πάντ' ἀσύμβλητα. οἷον διὰ τί οὐ συμβλη- 248b.8 τὸν πότερον ὀξύτερον τὸ γραφεῖον οἶνος νήτη; ὅτι 248b.9 ὁμώνυμα, οὐ συμβλητά· ἀλλ' νήτη τῇ παρανήτῃ συμ- 248b.10 βλητή, ὅτι τὸ αὐτὸ σημαίνει τὸ ὀξὺ ἐπ' ἀμφοῖν. ἆρ' οὖν οὐ 248b.11 ταὐτὸν τὸ ταχὺ ἐνταῦθα κἀκεῖ, πολὺ δ' ἔτι ἧττον ἐν ἀλ- 248b.12 λοιώσει καὶ φορᾷ; πρῶτον μὲν τοῦτο οὐκ ἀληθές, ὡς εἰ 248b.13 μὴ ὁμώνυμα συμβλητά; τὸ γὰρ πολὺ τὸ αὐτὸ σημαίνει ἐν 248b.14 ὕδατι καὶ ἀέρι, καὶ οὐ συμβλητά. εἰ δὲ μή, τό γε διπλά- 248b.15 σιον ταὐτό (δύο γὰρ πρὸς ἕν), καὶ οὐ συμβλητά. καὶ 248b.16 ἐπὶ τούτων αὐτὸς λόγος; 248b.17 ἀλλ' ἐνίων καὶ οἱ λόγοι ὁμώνυμοι, οἷον εἰ λέγοι τις ὅτι 248b.18 τὸ πολὺ τὸ τοσοῦτον καὶ ἔτι, ἄλλο τὸ τοσοῦτον· καὶ τὸ 248b.19 ἴσον ὁμώνυμον, καὶ τὸ ἓν δέ, εἰ ἔτυχεν, εὐθὺς ὁμώνυμον. 248b.20 εἰ δὲ τοῦτο, καὶ τὰ δύο, ἐπεὶ διὰ τί τὰ μὲν συμβλητὰ 248b.21 τὰ δ' οὔ, εἴπερ ἦν μία φύσις; ὅτι ἐν ἄλλῳ πρώτῳ δεκ- 248b.22 τικῷ; μὲν οὖν ἵππος καὶ κύων συμβλητά, πότερον λευ- 248b.23 κότερον (ἐν γὰρ πρώτῳ, τὸ αὐτό, ἐπιφάνεια), καὶ 248b.24 κατὰ μέγεθος ὡσαύτως· ὕδωρ δὲ καὶ φωνὴ οὔ· ἐν ἄλλῳ 248b.25 γάρ. δῆλον ὅτι ἔσται οὕτω γε πάντα ἓν ποιεῖν, ἐν ἄλλῳ 249a.1 δὲ ἕκαστον φάσκειν εἶναι, καὶ ἔσται ταὐτὸ ἴσον καὶ γλυκὺ 249a.2 καὶ λευκόν, ἀλλ' ἄλλο ἐν ἄλλῳ; ἔτι δεκτικὸν οὐ τὸ τυχὸν 249a.3 ἐστίν, ἀλλ' ἓν ἑνὸς τὸ πρῶτον. ἀλλ' ἆρα οὐ μόνον 249a.4 δεῖ τὰ συμβλητὰ μὴ ὁμώνυμα εἶναι ἀλλὰ καὶ μὴ ἔχειν δια- 249a.5 φοράν, μήτε μήτε ἐν ᾧ; λέγω δὲ οἷον χρῶμα ἔχει διαί- 249a.6 ρεσιν· τοιγαροῦν οὐ συμβλητὸν κατὰ τοῦτο (οἷον πότερον κε- 249a.7 χρωμάτισται μᾶλλον, μὴ κατὰ τὶ χρῶμα, ἀλλ' χρῶμα), 249a.8 ἀλλὰ κατὰ τὸ λευκόν. οὕτω καὶ περὶ κίνησιν ὁμοταχὲς τῷ 249a.9 ἐν ἴσῳ χρόνῳ κινεῖσθαι ἴσον τοσονδί· εἰ δὴ τοῦ μήκους ἐν τῳδὶ 249a.10 τὸ μὲν ἠλλοιώθη τὸ δ' ἠνέχθη, ἴση ἄρα αὕτη ἀλλοίωσις 249a.11 καὶ ὁμοταχὴς τῇ φορᾷ; αἴτιον δ' ὅτι κί- 249a.12 νησις ἔχει εἴδη, ὥστ' εἰ τὰ ἐν ἴσῳ χρόνῳ ἐνεχθέντα ἴσον 249a.13 μῆκος ἰσοταχῆ ἔσται, ἴση εὐθεῖα καὶ περιφερής. πό- 249a.14 τερον οὖν αἴτιον, ὅτι φορὰ γένος ὅτι γραμμὴ γένος; 249a.15 μὲν γὰρ χρόνος αὐτός, ἂν δὲ τῷ εἴδει ἄλλα, καὶ ἐκεῖνα 249a.16 εἴδει διαφέρει. καὶ γὰρ φορὰ εἴδη ἔχει, ἂν ἐκεῖνο ἔχῃ 249a.17 εἴδη ἐφ' οὗ κινεῖται (ὁτὲ δὲ ἐὰν ᾧ, οἷον εἰ πόδες, βάδισις, 249a.18 εἰ δὲ πτέρυγες, πτῆσις. οὔ, ἀλλὰ τοῖς σχήμασιν φορὰ 249a.19 ἄλλη; ὥστε τὰ ἐν ἴσῳ ταὐτὸ μέγεθος κινούμενα ἰσοταχῆ, 249a.20 τὸ αὐτὸ δὲ καὶ ἀδιάφορον εἴδει καὶ κινήσει ἀδιάφορον· 249a.21 ὥστε τοῦτο σκεπτέον, τίς διαφορὰ κινήσεως. καὶ σημαίνει 249a.22 λόγος οὗτος ὅτι τὸ γένος οὐχ ἕν τι, ἀλλὰ παρὰ τοῦτο λαν- 249a.23 θάνει πολλά, εἰσίν τε τῶν ὁμωνυμιῶν αἱ μὲν πολὺ ἀπέχου- 249a.24 σαι, αἱ δὲ ἔχουσαί τινα ὁμοιότητα, αἱ δ' ἐγγὺς γένει 249a.25 ἀναλογίᾳ, διὸ οὐ δοκοῦσιν ὁμωνυμίαι εἶναι οὖσαι. πότε οὖν 249a.26 ἕτερον τὸ εἶδος, ἐὰν ταὐτὸ ἐν ἄλλῳ, ἂν ἄλλο ἐν ἄλλῳ; 249a.27 καὶ τίς ὅρος; τῷ κρινοῦμεν ὅτι ταὐτὸν τὸ λευκὸν καὶ τὸ 249a.28 γλυκὺ ἄλλο ὅτι ἐν ἄλλῳ φαίνεται ἕτερον, ὅτι ὅλως 249a.29 οὐ ταὐτό; περὶ δὲ δὴ ἀλλοιώσεως, πῶς ἔσται ἰσοταχὴς 249a.30 ἑτέρᾳ ἑτέρα; εἰ δή ἐστι τὸ ὑγιάζεσθαι ἀλλοιοῦσθαι, ἔστι τὸν 249a.31 μὲν ταχὺ τὸν δὲ βραδέως ἰαθῆναι, καὶ ἅμα τινάς, ὥστ' 249b.1 ἔσται ἀλλοίωσις ἰσοταχής· ἐν ἴσῳ γὰρ χρόνῳ ἠλλοιώθη. 249b.2 ἀλλὰ τί ἠλλοιώθη; τὸ γὰρ ἴσον οὐκ ἔστιν ἐνταῦθα λεγό- 249b.3 μενον, ἀλλ' ὡς ἐν τῷ ποσῷ ἰσότης, ἐνταῦθα ὁμοιότης. 249b.4 ἀλλ' ἔστω ἰσοταχὲς τὸ ἐν ἴσῳ χρόνῳ τὸ αὐτὸ μεταβάλλον. 249b.5 πότερον οὖν ἐν τὸ πάθος τὸ πάθος δεῖ συμβάλλειν; ἐν- 249b.6 ταῦθα μὲν δὴ ὅτι ὑγίεια αὐτή, ἔστιν λαβεῖν ὅτι οὔτε μᾶλ- 249b.7 λον οὔτε ἧττον ἀλλ' ὁμοίως ὑπάρχει. ἐὰν δὲ τὸ πάθος ἄλλο 249b.8 ᾖ, οἷον ἀλλοιοῦται τὸ λευκαινόμενον καὶ τὸ ὑγιαζόμενον, 249b.9 τούτοις οὐδὲν τὸ αὐτὸ οὐδ' ἴσον οὐδ' ὅμοιον, ἤδη ταῦτα 249b.10 εἴδη ποιεῖ ἀλλοιώσεως, καὶ οὐκ ἔστι μία ὥσπερ οὐδ' αἱ φο- 249b.11 ραί. 249b.12 εἰ μὲν οὖν τὰ κινούμενα εἴδει διαφέρει, ὧν εἰσὶν αἱ κινήσεις 249b.13 καθ' αὑτὰ καὶ μὴ κατὰ συμβεβηκός, καὶ αἱ κινήσεις εἴδει 249b.14 διοίσουσιν· εἰ δὲ γένει, γένει, εἰ δ' ἀριθμῷ, ἀριθμῷ. ἀλλὰ 249b.15 δὴ πότερον εἰς τὸ πάθος δεῖ βλέψαι, ἐὰν τὸ αὐτὸ ὅμοιον, 249b.16 εἰ ἰσοταχεῖς αἱ ἀλλοιώσεις, εἰς τὸ ἀλλοιούμενον, οἷον εἰ 249b.17 τοῦ μὲν τοσονδὶ λελεύκανται τοῦ δὲ τοσονδί; εἰς ἄμφω, καὶ 249b.18 αὐτὴ μὲν ἄλλη τῷ πάθει, εἰ τὸ αὐτὸ αὐτό, ἴση δ' 249b.19 ἄνισος, εἰ ἐκεῖνο ἄνισον; καὶ ἐπὶ γενέσεως δὲ καὶ φθορᾶς 249b.20 τὸ αὐτὸ σκεπτέον. εἰ ἐν ἴσῳ χρόνῳ 249b.21 τὸ αὐτὸ καὶ ἄτομον, οἷον ἄνθρωπος ἀλλὰ μὴ ζῷον· θάτ- 249b.22 των δ', εἰ ἐν ἴσῳ ἕτερον (οὐ γὰρ ἔχομέν τινα δύο ἐν οἷς 249b.23 ἑτερότης ὡς ἀνομοιότης), ἤ, εἰ ἔστιν ἀριθμὸς οὐσία, 249b.24 πλείων καὶ ἐλάττων ἀριθμὸς ὁμοειδής· ἀλλ' ἀνώνυμον τὸ 249b.25 κοινόν, καὶ τὸ ἑκάτερον [ποιόν· τὸ μὲν ποιόν,] ὥσπερ τὸ 249b.26 πλεῖον πάθος τὸ ὑπερέχον μᾶλλον, τὸ δὲ ποσὸν μεῖζον.

HOME > '������������������������' in 'Physica, 7, 7'
Aristoteles, Physica, 7, 247b.1 <<<     >>> 249b.27
1066w 12.115973949432 s