Aristoteles, Physica, 7, 8HOME > '������������������������' in 'Physica, 7, 8'
Aristoteles, Physica, 7, 248a.10 <<<    hide dictionary links

class="auswahl" href="text.php?tabelle=Aristoteles&rumpfid=Aristoteles, Physica, 7, 8&id=Aristoteles, Physica, 7, 8, 11&string=������������������������&from=&level=4&corpus=&lang=0&links=&target=&inframe=1&hide_apparatus=&becker=1"> Show Becker Lines

249b.27 δὲ τὸ κινοῦν κινεῖ τι ἀεὶ καὶ ἔν τινι καὶ μέχρι 249b.28 του (λέγω δὲ τὸ μὲν ἔν τινι, ὅτι ἐν χρόνῳ, τὸ δὲ μέχρι 249b.29 του, ὅτι ποσόν τι μῆκος· ἀεὶ γὰρ ἅμα κινεῖ καὶ κεκίνηκεν, 249b.30 ὥστε ποσόν τι ἔσται ἐκινήθη, καὶ ἐν ποσῷ), εἰ δὴ τὸ μὲν 249b.31 Α τὸ κινοῦν, τὸ δὲ Β τὸ κινούμενον, ὅσον δὲ κεκίνηται μῆ- 250a.1 κος τὸ Γ, ἐν ὅσῳ δέ, χρόνος, ἐφ' οὗ τὸ Δ, ἐν δὴ τῷ ἴσῳ χρόνῳ 250a.2 ἴση δύναμις ἐφ' οὗ τὸ Α τὸ ἥμισυ τοῦ Β διπλασίαν τῆς 250a.3 Γ κινήσει, τὴν δὲ τὸ Γ ἐν τῷ ἡμίσει τοῦ Δ· οὕτω γὰρ 250a.4 ἀνάλογον ἔσται. καὶ εἰ αὐτὴ δύναμις τὸ αὐτὸ ἐν τῳδὶ 250a.5 τῷ χρόνῳ τοσήνδε κινεῖ καὶ τὴν ἡμίσειαν ἐν τῷ ἡμίσει, 250a.6 καὶ ἡμίσεια ἰσχὺς τὸ ἥμισυ κινήσει ἐν τῷ ἴσῳ χρόνῳ τὸ 250a.7 ἴσον. οἷον τῆς Α δυνάμεως ἔστω ἡμίσεια τὸ Ε καὶ τοῦ 250a.8 Β τὸ Ζ ἥμισυ· ὁμοίως δὴ ἔχουσι καὶ ἀνάλογον ἰσχὺς 250a.9 πρὸς τὸ βάρος, ὥστε ἴσον ἐν ἴσῳ χρόνῳ κινήσουσιν. καὶ εἰ 250a.10 τὸ Ε τὸ Ζ κινεῖ ἐν τῷ Δ τὴν Γ, οὐκ ἀνάγκη ἐν τῷ ἴσῳ 250a.11 χρόνῳ τὸ ἐφ' οὗ Ε τὸ διπλάσιον τοῦ Ζ κινεῖν τὴν ἡμίσειαν 250a.12 τῆς Γ· εἰ δὴ τὸ Α τὴν τὸ Β κινεῖ ἐν τῷ Δ ὅσην τὸ 250a.13 Γ, τὸ ἥμισυ τοῦ Α τὸ ἐφ' Ε τὴν τὸ Β οὐ κινήσει ἐν τῷ 250a.14 χρόνῳ ἐφ' τὸ Δ οὐδ' ἔν τινι τοῦ Δ τι τῆς Γ ἀνάλογον πρὸς 250a.15 τὴν ὅλην τὴν Γ ὡς τὸ Α πρὸς τὸ Ε· ὅλως γὰρ εἰ ἔτυχεν 250a.16 οὐ κινήσει οὐδέν· οὐ γὰρ εἰ ὅλη ἰσχὺς τοσήνδε ἐκίνησεν, 250a.17 ἡμίσεια οὐ κινήσει οὔτε ποσὴν οὔτ' ἐν ὁποσῳοῦν· εἷς γὰρ ἂν 250a.18 κινοίη τὸ πλοῖον, εἴπερ τε τῶν νεωλκῶν τέμνεται ἰσχὺς 250a.19 εἰς τὸν ἀριθμὸν καὶ τὸ μῆκος πάντες ἐκίνησαν. διὰ τοῦτο 250a.20 Ζήνωνος λόγος οὐκ ἀληθής, ὡς ψοφεῖ τῆς κέγχρου ὁτιοῦν 250a.21 μέρος· οὐδὲν γὰρ κωλύει μὴ κινεῖν τὸν ἀέρα ἐν μηδενὶ χρόνῳ 250a.22 τοῦτον ὃν ἐκίνησεν πεσὼν ὅλος μέδιμνος. οὐδὲ δὴ το- 250a.23 σοῦτον μόριον, ὅσον ἂν κινήσειεν τοῦ ὅλου εἰ εἴη καθ' αὑτὸ 250a.24 τοῦτο, οὐ κινεῖ. οὐδὲ γὰρ οὐδὲν ἔστιν ἀλλ' δυνάμει ἐν τῷ 250a.25 ὅλῳ. εἰ δὲ τὰ δύο, καὶ ἑκάτερον τῶνδε ἑκάτερον κινεῖ 250a.26 τὸ τοσόνδε ἐν τοσῷδε, καὶ συντιθέμεναι αἱ δυνάμεις τὸ σύνθετον 250a.27 ἐκ τῶν βαρῶν τὸ ἴσον κινήσουσιν μῆκος καὶ ἐν ἴσῳ χρόνῳ· 250a.28 ἀνάλογον γάρ. ἆρ' οὖν οὕτω καὶ ἐπ' ἀλλοιώσεως καὶ ἐπ' αὐ- 250a.29 ξήσεως; τὶ μὲν γὰρ τὸ αὖξον, τὶ δὲ τὸ αὐξανόμενον, ἐν 250a.30 ποσῷ δὲ χρόνῳ καὶ ποσὸν τὸ μὲν αὔξει τὸ δὲ αὐξάνεται. 250a.31 καὶ τὸ ἀλλοιοῦν καὶ τὸ ἀλλοιούμενον ὡσαύτως τὶ καὶ ποσὸν 250b.1 κατὰ τὸ μᾶλλον καὶ ἧττον ἠλλοίωται, καὶ ἐν ποσῷ χρόνῳ, 250b.2 ἐν διπλασίῳ διπλάσιον, καὶ τὸ διπλάσιον ἐν διπλασίῳ· τὸ 250b.3 δ' ἥμισυ ἐν ἡμίσει χρόνῳ (ἢ ἐν ἡμίσει ἥμισυ), ἐν ἴσῳ δι- 250b.4 πλάσιον. εἰ δὲ τὸ ἀλλοιοῦν αὖξον τὸ τοσόνδε ἐν τῷ τοσῷδε 250b.5 αὔξει ἀλλοιοῖ, οὐκ ἀνάγκη καὶ τὸ ἥμισυ ἐν ἡμίσει καὶ 250b.6 ἐν ἡμίσει ἥμισυ, ἀλλ' οὐδέν, εἰ ἔτυχεν, ἀλλοιώσει αὐ- 250b.7 ξήσει, ὥσπερ καὶ ἐπὶ τοῦ βάρους.

HOME > '������������������������' in 'Physica, 7, 8'
516w 0.72863602638245 s