Aristoteles, Physica, 8, 3HOME > '������������������������' in 'Physica, 8, 3'
Aristoteles, Physica, 8, 252b.7 <<<     >>> 254b.7hide dictionary links

class="auswahl" href="text.php?tabelle=Aristoteles&rumpfid=Aristoteles, Physica, 8, 3&id=Aristoteles, Physica, 8, 3, 16&string=������������������������&from=&level=4&corpus=&lang=0&links=&target=&inframe=1&hide_apparatus=&becker=1"> Show Becker Lines

253a.22 δὲ τῆς σκέψεως ἥπερ καὶ περὶ τῆς λεχθείσης 253a.23 ἀπορίας, διὰ τί ποτε ἔνια τῶν ὄντων ὁτὲ μὲν κινεῖται 253a.24 ὁτὲ δὲ ἠρεμεῖ πάλιν. ἀνάγκη δὴ ἤτοι πάντα ἠρεμεῖν ἀεί, 253a.25 πάντα ἀεὶ κινεῖσθαι, τὰ μὲν κινεῖσθαι τὰ δ' ἠρεμεῖν, καὶ 253a.26 πάλιν τούτων ἤτοι τὰ μὲν κινούμενα κινεῖσθαι ἀεὶ τὰ δ' 253a.27 ἠρεμοῦντα ἠρεμεῖν, πάντα πεφυκέναι ὁμοίως κινεῖσθαι καὶ 253a.28 ἠρεμεῖν, τὸ λοιπὸν ἔτι καὶ τρίτον. ἐνδέχεται γὰρ τὰ μὲν 253a.29 ἀεὶ τῶν ὄντων ἀκίνητα εἶναι, τὰ δ' ἀεὶ κινούμενα, τὰ δ' 253a.30 ἀμφοτέρων μεταλαμβάνειν· ὅπερ ἡμῖν λεκτέον ἐστίν· τοῦτο 253a.31 γὰρ ἔχει λύσιν τε πάντων τῶν ἀπορουμένων, καὶ τέλος ἡμῖν 253a.32 ταύτης τῆς πραγματείας ἐστίν. τὸ μὲν οὖν πάντ' ἠρεμεῖν, καὶ 253a.33 τούτου ζητεῖν λόγον ἀφέντας τὴν αἴσθησιν, ἀρρωστία τίς ἐστιν 253a.34 διανοίας, καὶ περὶ ὅλου τινὸς ἀλλ' οὐ περὶ μέρους ἀμφισβή- 253a.35 τησις· οὐδὲ μόνον πρὸς τὸν φυσικόν, ἀλλὰ πρὸς πάσας τὰς 253b.1 ἐπιστήμας ὡς εἰπεῖν καὶ πάσας τὰς δόξας διὰ τὸ κινήσει 253b.2 χρῆσθαι πάσας. ἔτι δ' αἱ περὶ τῶν ἀρχῶν ἐνστάσεις, ὥσπερ 253b.3 ἐν τοῖς περὶ τὰ μαθήματα λόγοις οὐδέν εἰσιν πρὸς τὸν μαθη- 253b.4 ματικόν, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων, οὕτως οὐδὲ περὶ 253b.5 τοῦ νῦν ῥηθέντος πρὸς τὸν φυσικόν· ὑπόθεσις γὰρ ὅτι φύ- 253b.6 σις ἀρχὴ τῆς κινήσεως. σχεδὸν δὲ καὶ τὸ φάναι κινεῖσθαι 253b.7 πάντα ψεῦδος μέν, ἧττον δὲ τούτου παρὰ τὴν μέθοδον· ἐτέ- 253b.8 θη μὲν γὰρ φύσις ἐν τοῖς φυσικοῖς ἀρχή, καθάπερ κινή- 253b.9 σεως, καὶ ἠρεμίας, ὅμως δὲ φυσικὸν κίνησις· καί φασί 253b.10 τινες κινεῖσθαι τῶν ὄντων οὐ τὰ μὲν τὰ δ' οὔ, ἀλλὰ πάντα 253b.11 καὶ ἀεί, ἀλλὰ λανθάνειν τοῦτο τὴν ἡμετέραν αἴσθησιν· πρὸς 253b.12 οὓς καίπερ οὐ διορίζοντας ποίαν κίνησιν λέγουσιν, πάσας, 253b.13 οὐ χαλεπὸν ἀπαντῆσαι. οὔτε γὰρ αὐξάνεσθαι οὔτε φθίνειν 253b.14 οἷόν τε συνεχῶς, ἀλλ' ἔστι καὶ τὸ μέσον. ἔστι δ' ὅμοιος λό- 253b.15 γος τῷ περὶ τοῦ τὸν σταλαγμὸν κατατρίβειν καὶ τὰ ἐκφυ- 253b.16 όμενα τοὺς λίθους διαιρεῖν· οὐ γὰρ εἰ τοσόνδε ἐξέωσεν ἀφεῖ- 253b.17 λεν σταλαγμός, καὶ τὸ ἥμισυ ἐν ἡμίσει χρόνῳ πρότερον· 253b.18 ἀλλ' ὥσπερ νεωλκία, καὶ οἱ σταλαγμοὶ οἱ τοσοιδὶ τοσονδὶ 253b.19 κινοῦσιν, τὸ δὲ μέρος αὐτῶν ἐν οὐδενὶ χρόνῳ τοσοῦτον. διαιρεῖ- 253b.20 ται μὲν οὖν τὸ ἀφαιρεθὲν εἰς πλείω, ἀλλ' οὐδὲν αὐτῶν ἐκινήθη 253b.21 χωρίς, ἀλλ' ἅμα. φανερὸν οὖν ὡς οὐκ ἀναγκαῖον ἀεί τι 253b.22 ἀπιέναι, ὅτι διαιρεῖται φθίσις εἰς ἄπειρα, ἀλλ' ὅλον ποτὲ 253b.23 ἀπιέναι. ὁμοίως δὲ καὶ ἐπ' ἀλλοιώσεως ὁποιασοῦν· οὐ 253b.24 γὰρ εἰ μεριστὸν εἰς ἄπειρα τὸ ἀλλοιούμενον, διὰ τοῦτο καὶ 253b.25 ἀλλοίωσις, ἀλλ' ἀθρόα γίγνεται πολλάκις, ὥσπερ πῆ- 253b.26 ξις. ἔτι ὅταν τι νοσήσῃ, ἀνάγκη χρόνον γενέσθαι ἐν ὑγι- 253b.27 ασθήσεται, καὶ μὴ ἐν πέρατι χρόνου μεταβάλλειν· ἀνάγκη 253b.28 δὲ εἰς ὑγίειαν μεταβάλλειν καὶ μὴ εἰς ἄλλο μηθέν. ὥστε 253b.29 τὸ φάναι συνεχῶς ἀλλοιοῦσθαι λίαν ἐστὶ τοῖς φανεροῖς ἀμ- 253b.30 φισβητεῖν. εἰς τοὐναντίον γὰρ ἀλλοίωσις· δὲ λίθος οὔτε 253b.31 σκληρότερος γίγνεται οὔτε μαλακώτερος. κατά τε τὸ φέρε- 253b.32 σθαι θαυμαστὸν εἰ λέληθεν λίθος κάτω φερόμενος μένων 253b.33 ἐπὶ τῆς γῆς. ἔτι δ' γῆ καὶ τῶν ἄλλων ἕκαστον ἐξ ἀνάγ- 253b.34 κης μένουσι μὲν ἐν τοῖς οἰκείοις τόποις, κινοῦνται δὲ βιαίως 253b.35 ἐκ τούτων· εἴπερ οὖν ἔνι' αὐτῶν ἐστιν ἐν τοῖς οἰκείοις τόποις, 254a.1 ἀνάγκη μηδὲ κατὰ τόπον πάντα κινεῖσθαι. ὅτι μὲν οὖν ἀδύ- 254a.2 νατον ἀεὶ πάντα κινεῖσθαι ἀεὶ πάντα ἠρεμεῖν, ἐκ τού- 254a.3 των καὶ ἄλλων τοιούτων πιστεύσειεν ἄν τις. ἀλλὰ μὴν οὐδὲ 254a.4 τὰ μὲν ἀεὶ ἐνδέχεται ἠρεμεῖν, τὰ δ' ἀεὶ κινεῖσθαι, ποτὲ δ' 254a.5 ἠρεμεῖν καὶ ποτὲ κινεῖσθαι μηδέν. λεκτέον δ' ὅτι ἀδύνατον, 254a.6 ὥσπερ ἐπὶ τῶν εἰρημένων πρότερον, καὶ ἐπὶ τούτων (ὁρῶμεν 254a.7 γὰρ ἐπὶ τῶν αὐτῶν γιγνομένας τὰς εἰρημένας μεταβολάς), 254a.8 καὶ πρὸς τούτοις ὅτι μάχεται τοῖς φανεροῖς ἀμφισβητῶν· 254a.9 οὔτε γὰρ αὔξησις οὔθ' βίαιος ἔσται κίνησις, εἰ μὴ κινή- 254a.10 σεται παρὰ φύσιν ἠρεμοῦν πρότερον. γένεσιν οὖν ἀναιρεῖ καὶ 254a.11 φθορὰν οὗτος λόγος. σχεδὸν δὲ καὶ τὸ κινεῖσθαι γίγνεσθαί 254a.12 τι καὶ φθείρεσθαι δοκεῖ πᾶσιν· εἰς μὲν γὰρ μεταβάλλει, 254a.13 γίγνεται τοῦτο ἐν τούτῳ, ἐξ οὗ δὲ μεταβάλλει, φθείρεται 254a.14 τοῦτο ἐντεῦθεν. ὥστε δῆλον ὅτι τὰ μὲν κινεῖται, τὰ δ' ἠρε- 254a.15 μεῖ ἐνίοτε. τὸ δὲ πάντα ἀξιοῦν ὁτὲ μὲν ἠρεμεῖν ὁτὲ δὲ κι- 254a.16 νεῖσθαι, τοῦτ' ἤδη συναπτέον πρὸς τοὺς πάλαι λόγους. ἀρχὴν 254a.17 δὲ πάλιν ποιητέον ἀπὸ τῶν νῦν διορισθέντων, τὴν αὐτὴν ἥνπερ 254a.18 ἠρξάμεθα πρότερον. γάρ τοι πάντα ἠρεμεῖ, πάντα κινεῖται, 254a.19 τὰ μὲν ἠρεμεῖ τὰ δὲ κινεῖται τῶν ὄντων. καὶ εἰ τὰ μὲν ἠρεμεῖ τὰ 254a.20 δὲ κινεῖται, ἀνάγκη ἤτοι πάντα ὁτὲ μὲν ἠρεμεῖν ὁτὲ δὲ κινεῖσθαι, 254a.21 , τὰ μὲν ἀεὶ ἠρεμεῖν 254a.22 τὰ δὲ ἀεὶ κινεῖσθαι αὐτῶν, τὰ δ' ὁτὲ μὲν ἠρεμεῖν ὁτὲ δὲ κινεῖσθαι. 254a.23 ὅτι μὲν τοίνυν οὐχ οἷόν τε πάντ' ἠρεμεῖν, εἴρηται μὲν καὶ πρότε- 254a.24 ρον, εἴπωμεν δὲ καὶ νῦν. εἰ γὰρ καὶ κατ' ἀλήθειαν οὕτως ἔχει 254a.25 καθάπερ φασί τινες, εἶναι τὸ ὂν ἄπειρον καὶ ἀκίνητον, ἀλλ' 254a.26 οὔτι φαίνεταί γε κατὰ τὴν αἴσθησιν, ἀλλὰ κινεῖσθαι πολλὰ 254a.27 τῶν ὄντων. εἴπερ οὖν ἔστιν δόξα ψευδὴς ὅλως δόξα, καὶ 254a.28 κίνησις ἔστιν, κἂν εἰ φαντασία, κἂν εἰ ὁτὲ μὲν οὕτως δοκεῖ 254a.29 ὁτὲ δ' ἑτέρως· γὰρ φαντασία καὶ δόξα κινήσεις 254a.30 τινὲς εἶναι δοκοῦσιν. ἀλλὰ τὸ μὲν περὶ τούτου σκοπεῖν, καὶ 254a.31 ζητεῖν λόγον ὧν βέλτιον ἔχομεν λόγου δεῖσθαι, κακῶς 254a.32 κρίνειν ἐστὶν τὸ βέλτιον καὶ τὸ χεῖρον, καὶ τὸ πιστὸν καὶ τὸ 254a.33 μὴ πιστόν, καὶ ἀρχὴν καὶ μὴ ἀρχήν. ὁμοίως δὲ ἀδύνατον 254a.34 καὶ τὸ πάντα κινεῖσθαι, τὰ μὲν ἀεὶ κινεῖσθαι τὰ δ' ἀεὶ 254a.35 ἠρεμεῖν. πρὸς ἅπαντα γὰρ ταῦτα ἱκανὴ μία πίστις· ὁρῶ- 254b.1 μεν γὰρ ἔνια ὁτὲ μὲν κινούμενα ὁτὲ δ' ἠρεμοῦντα. ὥστε φα- 254b.2 νερὸν ὅτι ἀδύνατον ὁμοίως τὸ πάντα ἠρεμεῖν καὶ τὸ πάντα 254b.3 κινεῖσθαι συνεχῶς τῷ τὰ μὲν ἀεὶ κινεῖσθαι τὰ δ' ἠρεμεῖν 254b.4 ἀεί. λοιπὸν οὖν θεωρῆσαι πότερον πάντα τοιαῦτα οἷα κινεῖ- 254b.5 σθαι καὶ ἠρεμεῖν, ἔνια μὲν οὕτως, ἔνια δ' ἀεὶ ἠρεμεῖ, ἔνια 254b.6 δ' ἀεὶ κινεῖται· τοῦτο γὰρ δεικτέον ἡμῖν.

HOME > '������������������������' in 'Physica, 8, 3'
Aristoteles, Physica, 8, 252b.7 <<<     >>> 254b.7
945w 6.9090149402618 s