Aristoteles, Physica, 8, 5HOME > '������������������������' in 'Physica, 8, 5'
Aristoteles, Physica, 8, 254b.7 <<<     >>> 258b.10hide dictionary links

class="auswahl" href="text.php?tabelle=Aristoteles&rumpfid=Aristoteles, Physica, 8, 5&id=Aristoteles, Physica, 8, 5, 10&string=������������������������&from=&level=4&corpus=&lang=0&links=&target=&inframe=1&hide_apparatus=&becker=1"> Show Becker Lines

256a.4 δὲ διχῶς· γὰρ οὐ δι' αὐτὸ τὸ κινοῦν, ἀλλὰ δι' 256a.5 ἕτερον κινεῖ τὸ κινοῦν, δι' αὐτό, καὶ τοῦτο πρῶτον 256a.6 μετὰ τὸ ἔσχατον διὰ πλειόνων, οἷον βακτηρία κινεῖ τὸν 256a.7 λίθον καὶ κινεῖται ὑπὸ τῆς χειρὸς κινουμένης ὑπὸ τοῦ ἀν- 256a.8 θρώπου, οὗτος δ' οὐκέτι τῷ ὑπ' ἄλλου κινεῖσθαι. ἄμφω δὴ 256a.9 κινεῖν φαμέν, καὶ τὸ τελευταῖον καὶ τὸ πρῶτον τῶν κινούν- 256a.10 των, ἀλλὰ μᾶλλον τὸ πρῶτον· ἐκεῖνο γὰρ κινεῖ τὸ τελευ- 256a.11 ταῖον, ἀλλ' οὐ τοῦτο τὸ πρῶτον, καὶ ἄνευ μὲν τοῦ πρώτου τὸ 256a.12 τελευταῖον οὐ κινήσει, ἐκεῖνο δ' ἄνευ τούτου, οἷον βακτηρία 256a.13 οὐ κινήσει μὴ κινοῦντος τοῦ ἀνθρώπου. εἰ δὴ ἀνάγκη πᾶν τὸ 256a.14 κινούμενον ὑπό τινός τε κινεῖσθαι, καὶ ὑπὸ κινουμένου ὑπ' 256a.15 ἄλλου μή, καὶ εἰ μὲν ὑπ' ἄλλου [κινουμένου], ἀνάγκη τι 256a.16 εἶναι κινοῦν οὐχ ὑπ' ἄλλου πρῶτον, εἰ δὲ τοιοῦτο τὸ πρῶτον, 256a.17 οὐκ ἀνάγκη θάτερον (ἀδύνατον γὰρ εἰς ἄπειρον ἰέναι τὸ κινοῦν 256a.18 καὶ κινούμενον ὑπ' ἄλλου αὐτό· τῶν γὰρ ἀπείρων οὐκ ἔστιν 256a.19 οὐδὲν πρῶτον) εἰ οὖν ἅπαν μὲν τὸ κινούμενον ὑπό τινος κινεῖ- 256a.20 ται, τὸ δὲ πρῶτον κινοῦν κινεῖται μέν, οὐχ ὑπ' ἄλλου δέ, 256a.21 ἀνάγκη αὐτὸ ὑφ' αὑτοῦ κινεῖσθαι. ἔτι δὲ καὶ ὧδε τὸν αὐτὸν 256a.22 τοῦτον λόγον ἔστιν ἐπελθεῖν. πᾶν γὰρ τὸ κινοῦν τί τε κινεῖ καὶ 256a.23 τινί. γὰρ αὑτῷ κινεῖ τὸ κινοῦν ἄλλῳ, οἷον ἄνθρωπος 256a.24 αὐτὸς τῇ βακτηρίᾳ, καὶ ἄνεμος κατέβαλεν αὐτὸς 256a.25 λίθος ὃν ἔωσεν. ἀδύνατον δὲ κινεῖν ἄνευ τοῦ αὐτὸ αὑτῷ 256a.26 κινοῦντος τὸ κινεῖ· ἀλλ' εἰ μὲν αὐτὸ αὑτῷ κινεῖ, οὐκ 256a.27 ἀνάγκη ἄλλο εἶναι κινεῖ, ἂν δὲ ἕτερον τὸ κινεῖ, ἔστιν 256a.28 τι κινήσει οὐ τινὶ ἀλλ' αὑτῷ, εἰς ἄπειρον εἶσιν. εἰ οὖν 256a.29 κινούμενόν τι κινεῖ, ἀνάγκη στῆναι καὶ μὴ εἰς ἄπειρον ἰέναι· 256a.30 εἰ γὰρ βακτηρία κινεῖ τῷ κινεῖσθαι ὑπὸ τῆς χειρός, 256a.31 χεὶρ κινεῖ τὴν βακτηρίαν· εἰ δὲ καὶ ταύτῃ ἄλλο κινεῖ, καὶ 256a.32 ταύτην ἕτερόν τι τὸ κινοῦν. ὅταν δή τινι κινῇ ἀεὶ ἕτερον, 256a.33 ἀνάγκη εἶναι πρότερον τὸ αὐτὸ αὑτῷ κινοῦν. εἰ οὖν κινεῖται 256a.34 μὲν τοῦτο, μὴ ἄλλο δὲ τὸ κινοῦν αὐτό, ἀνάγκη αὐτὸ αὑτὸ 256b.1 κινεῖν· ὥστε καὶ κατὰ τοῦτον τὸν λόγον ἤτοι εὐθὺς τὸ κινού- 256b.2 μενον ὑπὸ τοῦ αὑτὸ κινοῦντος κινεῖται, ἔρχεταί ποτε εἰς τὸ 256b.3 τοιοῦτον. πρὸς δὲ τοῖς εἰρημένοις καὶ ὧδε σκοποῦσι ταὐτὰ 256b.4 συμβήσεται ταῦτα. εἰ γὰρ ὑπὸ κινουμένου κινεῖται τὸ κι- 256b.5 νούμενον πᾶν, ἤτοι τοῦτο ὑπάρχει τοῖς πράγμασιν κατὰ συμ- 256b.6 βεβηκός, ὥστε κινεῖν μὲν κινούμενον, οὐ μέντοι διὰ τὸ κινεῖσθαι 256b.7 αὐτό, οὔ, ἀλλὰ καθ' αὑτό. πρῶτον μὲν οὖν εἰ κατὰ 256b.8 συμβεβηκός, οὐκ ἀνάγκη κινεῖσθαι τὸ κινοῦν. εἰ δὲ τοῦτο, 256b.9 δῆλον ὡς ἐνδέχεταί ποτε μηδὲν κινεῖσθαι τῶν ὄντων· οὐ γὰρ 256b.10 ἀναγκαῖον τὸ συμβεβηκός, ἀλλ' ἐνδεχόμενον μὴ εἶναι. ἐὰν 256b.11 οὖν θῶμεν τὸ δυνατὸν εἶναι, οὐδὲν ἀδύνατον συμβήσεται, 256b.12 ψεῦδος δ' ἴσως. ἀλλὰ τὸ κίνησιν μὴ εἶναι ἀδύνατον· δέ- 256b.13 δεικται γὰρ πρότερον ὅτι ἀνάγκη κίνησιν ἀεὶ εἶναι. καὶ εὐ- 256b.14 λόγως δὲ τοῦτο συμβέβηκεν. τρία γὰρ ἀνάγκη εἶναι, τό τε 256b.15 κινούμενον καὶ τὸ κινοῦν καὶ τὸ κινεῖ. τὸ μὲν οὖν κινούμενον 256b.16 ἀνάγκη κινεῖσθαι, κινεῖν δ' οὐκ ἀνάγκη· τὸ δ' κινεῖ, 256b.17 καὶ κινεῖν καὶ κινεῖσθαι (συμμεταβάλλει γὰρ τοῦτο ἅμα 256b.18 καὶ κατὰ τὸ αὐτὸ τῷ κινουμένῳ ὄν· δῆλον δ' ἐπὶ τῶν κατὰ 256b.19 τόπον κινούντων· ἅπτεσθαι γὰρ ἀλλήλων ἀνάγκη μέχρι τι- 256b.20 νός)· τὸ δὲ κινοῦν οὕτως ὥστ' εἶναι μὴ κινεῖ, ἀκίνητον. ἐπεὶ 256b.21 δ' ὁρῶμεν τὸ ἔσχατον, κινεῖσθαι μὲν δύναται, κινήσεως 256b.22 δ' ἀρχὴν οὐκ ἔχει, καὶ κινεῖται μέν, οὐχ ὑπ' ἄλλου δὲ 256b.23 ἀλλ' ὑφ' αὑτοῦ, εὔλογον, ἵνα μὴ ἀναγκαῖον εἴπωμεν, καὶ 256b.24 τὸ τρίτον εἶναι κινεῖ ἀκίνητον ὄν. διὸ καὶ Ἀναξαγόρας ὀρ- 256b.25 θῶς λέγει, τὸν νοῦν ἀπαθῆ φάσκων καὶ ἀμιγῆ εἶναι, ἐπει- 256b.26 δή γε κινήσεως ἀρχὴν αὐτὸν εἶναι ποιεῖ· οὕτω γὰρ μόνως ἂν 256b.27 κινοίη ἀκίνητος ὢν καὶ κρατοίη ἀμιγὴς ὤν. ἀλλὰ μὴν 256b.28 εἰ μὴ κατὰ συμβεβηκὸς ἀλλ' ἐξ ἀνάγκης κινεῖται τὸ κι- 256b.29 νοῦν, εἰ δὲ μὴ κινοῖτο, οὐκ ἂν κινοίη, ἀνάγκη τὸ κινοῦν, 256b.30 κινεῖται, ἤτοι οὕτω κινεῖσθαι ὥς γε κατὰ τὸ αὐτὸ εἶδος 256b.31 τῆς κινήσεως, καθ' ἕτερον. λέγω δ' ἤτοι τὸ θερμαῖνον 256b.32 καὶ αὐτὸ θερμαίνεσθαι καὶ τὸ ὑγιάζον ὑγιάζεσθαι καὶ τὸ 256b.33 φέρον φέρεσθαι, τὸ ὑγιάζον φέρεσθαι, τὸ δὲ φέρον 256b.34 αὐξάνεσθαι. ἀλλὰ φανερὸν ὅτι ἀδύνατον· δεῖ γὰρ μέχρι 257a.1 τῶν ἀτόμων διαιροῦντα λέγειν, οἷον εἴ τι διδάσκει γεω- 257a.2 μετρεῖν, τοῦτο διδάσκεσθαι γεωμετρεῖν τὸ αὐτό, εἰ ῥι- 257a.3 πτεῖ, ῥιπτεῖσθαι τὸν αὐτὸν τρόπον τῆς ῥίψεως· οὕτως μὲν 257a.4 μή, ἄλλο δ' ἐξ ἄλλου γένους, οἷον τὸ φέρον μὲν αὐξάνε- 257a.5 σθαι, τὸ δὲ τοῦτο αὖξον ἀλλοιοῦσθαι ὑπ' ἄλλου, τὸ δὲ 257a.6 τοῦτο ἀλλοιοῦν ἑτέραν τινὰ κινεῖσθαι κίνησιν. ἀλλ' ἀνάγκη 257a.7 στῆναι· πεπερασμέναι γὰρ αἱ κινήσεις. τὸ δὲ πάλιν ἀνα- 257a.8 κάμπτειν καὶ τὸ ἀλλοιοῦν φάναι φέρεσθαι τὸ αὐτὸ ποιεῖν 257a.9 ἐστὶ κἂν εἰ εὐθὺς ἔφη τὸ φέρον φέρεσθαι καὶ διδάσκε- 257a.10 σθαι τὸ διδάσκον (δῆλον γὰρ ὅτι κινεῖται καὶ ὑπὸ τοῦ 257a.11 ἀνωτέρω κινοῦντος τὸ κινούμενον πᾶν, καὶ μᾶλλον ὑπὸ τοῦ 257a.12 προτέρου τῶν κινούντων). ἀλλὰ μὴν τοῦτό γε ἀδύνατον· τὸ 257a.13 διδάσκον γὰρ συμβαίνει μανθάνειν, ὧν τὸ μὲν μὴ ἔχειν τὸ 257a.14 δὲ ἔχειν ἐπιστήμην ἀναγκαῖον. ἔτι δὲ μᾶλλον τούτων ἄλο- 257a.15 γον, ὅτι συμβαίνει πᾶν τὸ κινητικὸν κινητόν, εἴπερ ἅπαν 257a.16 ὑπὸ κινουμένου κινεῖται τὸ κινούμενον· ἔσται γὰρ κινητόν, ὥς- 257a.17 περ εἴ τις λέγοι πᾶν τὸ ὑγιαστικὸν [καὶ ὑγιάζον] ὑγιαστὸν 257a.18 εἶναι, καὶ τὸ οἰκοδομητικὸν οἰκοδομητόν, εὐθὺς διὰ 257a.19 πλειόνων· λέγω δ' οἷον εἰ κινητὸν μὲν ὑπ' ἄλλου πᾶν τὸ 257a.20 κινητικόν, ἀλλ' οὐ ταύτην τὴν κίνησιν κινητὸν ἣν κινεῖ τὸ 257a.21 πλησίον, ἀλλ' ἑτέραν, οἷον τὸ ὑγιαστικὸν μαθητικόν, ἀλλὰ 257a.22 τοῦτο ἐπαναβαῖνον ἥξει ποτὲ εἰς τὸ αὐτὸ εἶδος, ὥσπερ εἴπο- 257a.23 μεν πρότερον. τὸ μὲν οὖν τούτων ἀδύνατον, τὸ δὲ πλασματῶ- 257a.24 δες· ἄτοπον γὰρ τὸ ἐξ ἀνάγκης τὸ ἀλλοιωτικὸν αὐξητὸν 257a.25 εἶναι. οὐκ ἄρα ἀνάγκη ἀεὶ κινεῖσθαι τὸ κινούμενον ὑπ' ἄλλου, 257a.26 καὶ τούτου κινουμένου· στήσεται ἄρα. ὥστε ἤτοι ὑπὸ ἠρεμοῦντος 257a.27 κινήσεται τὸ κινούμενον πρῶτον, αὐτὸ ἑαυτὸ κινήσει. ἀλλὰ 257a.28 μὴν καὶ εἴ γε δέοι σκοπεῖν πότερον αἴτιον κινήσεως καὶ 257a.29 ἀρχὴ τὸ αὐτὸ αὑτὸ κινοῦν τὸ ὑπ' ἄλλου κινούμενον, ἐκεῖνο 257a.30 πᾶς ἂν θείη· τὸ γὰρ αὐτὸ καθ' αὑτὸ ὂν ἀεὶ πρότερον αἴτιον 257a.31 τοῦ καθ' ἕτερον καὶ αὐτοῦ ὄντος. ὥστε τοῦτο σκεπτέον λα- 257a.32 βοῦσιν ἄλλην ἀρχήν, εἴ τι κινεῖ αὐτὸ αὑτό, πῶς κινεῖ καὶ 257a.33 τίνα τρόπον. ἀναγκαῖον δὴ τὸ κινούμενον ἅπαν εἶναι διαιρετὸν 257a.34 εἰς ἀεὶ διαιρετά· τοῦτο γὰρ δέδεικται πρότερον ἐν τοῖς καθό- 257b.1 λου τοῖς περὶ φύσεως, ὅτι πᾶν τὸ καθ' αὑτὸ κινούμενον συνεχές. 257b.2 ἀδύνατον δὴ τὸ αὐτὸ αὑτὸ κινοῦν πάντῃ κινεῖν αὐτὸ αὑτό· 257b.3 φέροιτο γὰρ ἂν ὅλον καὶ φέροι τὴν αὐτὴν φοράν, ἓν ὂν καὶ 257b.4 ἄτομον τῷ εἴδει, καὶ ἀλλοιοῖτο καὶ ἀλλοιοῖ, ὥστε διδάσκοι 257b.5 ἂν καὶ μανθάνοι ἅμα, καὶ ὑγιάζοι καὶ ὑγιάζοιτο τὴν 257b.6 αὐτὴν ὑγίειαν. ἔτι διώρισται ὅτι κινεῖται τὸ κινητόν· τοῦτο δ' 257b.7 ἐστὶν δυνάμει κινούμενον, οὐκ ἐντελεχείᾳ, τὸ δὲ δυνάμει εἰς ἐν- 257b.8 τελέχειαν βαδίζει, ἔστιν δ' κίνησις ἐντελέχεια κινητοῦ ἀτε- 257b.9 λής. τὸ δὲ κινοῦν ἤδη ἐνεργείᾳ ἔστιν, οἷον θερμαίνει τὸ θερμὸν 257b.10 καὶ ὅλως γεννᾷ τὸ ἔχον τὸ εἶδος. ὥσθ' ἅμα τὸ αὐτὸ κατὰ 257b.11 τὸ αὐτὸ θερμὸν ἔσται καὶ οὐ θερμόν. ὁμοίως δὲ καὶ τῶν ἄλ- 257b.12 λων ἕκαστον, ὅσων τὸ κινοῦν ἀνάγκη ἔχειν τὸ συνώνυμον. τὸ 257b.13 μὲν ἄρα κινεῖ τὸ δὲ κινεῖται τοῦ αὐτὸ αὑτὸ κινοῦντος. ὅτι δ' 257b.14 οὐκ ἔστιν αὐτὸ αὑτὸ κινοῦν οὕτως ὥσθ' ἑκάτερον ὑφ' ἑκατέρου 257b.15 κινεῖσθαι, ἐκ τῶνδε φανερόν. οὔτε γὰρ ἔσται πρῶτον κινοῦν οὐ- 257b.16 δέν, εἴ γε αὐτὸ ἑαυτὸ κινήσει ἑκάτερον (τὸ γὰρ πρότερον αἰ- 257b.17 τιώτερον τοῦ κινεῖσθαι τοῦ ἐχομένου καὶ κινήσει μᾶλλον· δι- 257b.18 χῶς γὰρ κινεῖν ἦν, τὸ μὲν τὸ ὑπ' ἄλλου κινούμενον αὐτό, 257b.19 τὸ δ' αὑτῷ· ἐγγύτερον δὲ τὸ πορρώτερον τοῦ κινουμένου τῆς 257b.20 ἀρχῆς τὸ μεταξύ)· ἔτι οὐκ ἀνάγκη τὸ κινοῦν κινεῖσθαι εἰ 257b.21 μὴ ὑφ' αὑτοῦ· κατὰ συμβεβηκὸς ἄρα ἀντικινεῖ θάτερον. 257b.22 ἔλαβον τοίνυν ἐνδέχεσθαι μὴ κινεῖν· ἔστιν ἄρα τὸ μὲν κινού- 257b.23 μενον τὸ δὲ κινοῦν ἀκίνητον. ἔτι οὐκ ἀνάγκη τὸ κινοῦν ἀντικι- 257b.24 νεῖσθαι, ἀλλ' ἀκίνητόν γέ τι κινεῖν ἀνάγκη αὐτὸ ὑφ' 257b.25 αὑτοῦ κινούμενον, εἴπερ ἀνάγκη ἀεὶ κίνησιν εἶναι. ἔτι ἣν κινεῖ 257b.26 κίνησιν, κινοῖτ' ἄν, ὥστε τὸ θερμαῖνον θερμαίνεται. ἀλλὰ 257b.27 μὴν οὐδὲ τοῦ πρώτως αὐτὸ αὑτὸ κινοῦντος οὔτε ἓν μόριον 257b.28 οὔτε πλείω κινήσει αὐτὸ αὑτὸ ἕκαστον. τὸ γὰρ ὅλον εἰ κι- 257b.29 νεῖται αὐτὸ ὑφ' αὑτοῦ, ἤτοι ὑπὸ τῶν αὐτοῦ τινὸς κινήσεται 257b.30 ὅλον ὑφ' ὅλου. εἰ μὲν οὖν τῷ κινεῖσθαί τι μόριον αὐτὸ ὑφ' 257b.31 αὑτοῦ, τοῦτ' ἂν εἴη τὸ πρῶτον αὐτὸ αὑτὸ κινοῦν (χωρισθὲν 257b.32 γὰρ τοῦτο μὲν κινήσει αὐτὸ αὑτό, τὸ δὲ ὅλον οὐκέτι)· εἰ δὲ 257b.33 ὅλον ὑφ' ὅλου κινεῖται, κατὰ συμβεβηκὸς ἂν ταῦτα κινοῖ 257b.34 αὐτὰ ἑαυτά. ὥστε εἰ μὴ ἀναγκαῖον, εἰλήφθω μὴ κινούμενα 258a.1 ὑφ' αὑτῶν. τῆς ὅλης ἄρα τὸ μὲν κινήσει ἀκίνητον ὂν τὸ δὲ 258a.2 κινηθήσεται· μόνως γὰρ οὕτως οἷόν τέ τι αὐτοκίνητον εἶναι. 258a.3 ἔτι εἴπερ ὅλη αὐτὴ αὑτὴν κινεῖ, τὸ μὲν κινήσει αὐτῆς, τὸ 258a.4 δὲ κινήσεται. ἄρα ΑΒ ὑφ' αὑτῆς τε κινηθήσεται καὶ ὑπὸ 258a.5 τῆς Α. ἐπεὶ δὲ κινεῖ τὸ μὲν κινούμενον ὑπ' ἄλλου τὸ δ' ἀκίνη- 258a.6 τον ὄν, καὶ κινεῖται τὸ μὲν κινοῦν τὸ δὲ οὐδὲν κινοῦν, τὸ αὐτὸ 258a.7 αὑτὸ κινοῦν ἀνάγκη ἐξ ἀκινήτου εἶναι κινοῦντος δέ, καὶ ἔτι ἐκ 258a.8 κινουμένου μὴ κινοῦντος δ' ἐξ ἀνάγκης, ἀλλ' ὁπότερ' ἔτυχεν. 258a.9 ἔστω γὰρ τὸ Α κινοῦν μὲν ἀκίνητον δέ, τὸ δὲ Β κινούμενόν τε 258a.10 ὑπὸ τοῦ Α καὶ κινοῦν τὸ ἐφ' Γ, τοῦτο δὲ κινούμενον μὲν ὑπὸ 258a.11 τοῦ Β, μὴ κινοῦν δὲ μηδέν· εἴπερ γὰρ καὶ διὰ πλειόνων ἥξει 258a.12 ποτὲ εἰς τὸ Γ, ἔστω δι' ἑνὸς μόνου. τὸ δὴ ἅπαν ΑΒΓ αὐτὸ 258a.13 ἑαυτὸ κινεῖ. ἀλλ' ἐὰν ἀφέλω τὸ Γ, τὸ μὲν ΑΒ κινήσει 258a.14 αὐτὸ ἑαυτό, τὸ μὲν Α κινοῦν τὸ δὲ Β κινούμενον, τὸ δὲ Γ οὐ 258a.15 κινήσει αὐτὸ ἑαυτό, οὐδ' ὅλως κινήσεται. ἀλλὰ μὴν οὐδ' 258a.16 ΒΓ κινήσει αὐτὴ ἑαυτὴν ἄνευ τοῦ Α· τὸ γὰρ Β κινεῖ τῷ 258a.17 κινεῖσθαι ὑπ' ἄλλου, οὐ τῷ ὑφ' αὑτοῦ τινὸς μέρους. τὸ ἄρα 258a.18 ΑΒ μόνον αὐτὸ ἑαυτὸ κινεῖ. ἀνάγκη ἄρα τὸ αὐτὸ ἑαυτὸ 258a.19 κινοῦν ἔχειν τὸ κινοῦν ἀκίνητον δέ, καὶ τὸ κινούμενον μηδὲν 258a.20 δὲ κινοῦν ἐξ ἀνάγκης, ἁπτόμενα ἤτοι ἄμφω ἀλλήλων θατέρου 258a.21 θάτερον. εἰ μὲν οὖν συνεχές ἐστι τὸ κινοῦν (τὸ μὲν γὰρ κινούμενον 258a.22 ἀναγκαῖον εἶναι συνεχές), ἅψεται ἑκάτερον ἑκατέρου. δῆλον δὴ 258a.23 ὅτι τὸ πᾶν αὐτὸ ἑαυτὸ κινεῖ οὐ τῷ αὐτοῦ τι εἶναι τοιοῦτον οἷον αὐτὸ 258a.24 αὑτὸ κινεῖν, ἀλλ' ὅλον κινεῖ αὐτὸ ἑαυτό, κινούμενόν τε καὶ κινοῦν 258a.25 τῷ αὐτοῦ τι εἶναι τὸ κινοῦν καὶ τὸ κινούμενον. οὐ γὰρ ὅλον κι- 258a.26 νεῖ οὐδ' ὅλον κινεῖται, ἀλλὰ κινεῖ μὲν τὸ Α, κινεῖται δὲ τὸ 258a.27 Β μόνον [τὸ δὲ Γ ὑπὸ τοῦ Α οὐκέτι· ἀδύνατον γάρ]. ἀπορίαν 258a.28 δ' ἔχει, ἐὰν ἀφέλῃ τις τῆς Α, εἰ συνεχὲς τὸ κινοῦν μὲν 258a.29 ἀκίνητον δέ, τῆς Β τῆς κινουμένης· λοιπὴ ἆρα κινήσει 258a.30 τῆς Α τῆς Β κινηθήσεται; εἰ γὰρ τοῦτο, οὐκ ἂν εἴη πρώ- 258a.31 τως κινουμένη ὑφ' αὑτῆς τὸ ΑΒ· ἀφαιρεθείσης γὰρ ἀπὸ 258a.32 τῆς ΑΒ, ἔτι κινήσει αὑτὴν λοιπὴ ΑΒ. δυνάμει μὲν 258b.1 ἑκάτερον οὐδὲν κωλύει θάτερον, τὸ κινούμενον, διαιρετὸν εἶναι, 258b.2 ἐντελεχείᾳ δ' ἀδιαίρετον· ἐὰν δὲ διαιρεθῇ, μηκέτι εἶναι ἔχον 258b.3 τὴν αὐτὴν φύσιν· ὥστ' οὐδὲν κωλύει ἐν διαιρετοῖς δυνάμει 258b.4 πρώτως ἐνεῖναι. φανερὸν τοίνυν ἐκ τούτων ὅτι ἔστιν τὸ πρώτως 258b.5 κινοῦν ἀκίνητον· εἴτε γὰρ εὐθὺς ἵσταται τὸ κινούμενον, ὑπό τι- 258b.6 νος δὲ κινούμενον, εἰς ἀκίνητον τὸ πρῶτον, εἴτε εἰς κινού- 258b.7 μενον μέν, αὐτὸ δ' αὑτὸ κινοῦν καὶ ἱστάν, ἀμφοτέρως 258b.8 συμβαίνει τὸ πρώτως κινοῦν ἅπασιν εἶναι τοῖς κινουμέ- 258b.9 νοις ἀκίνητον.

HOME > '������������������������' in 'Physica, 8, 5'
Aristoteles, Physica, 8, 254b.7 <<<     >>> 258b.10
1871w 2.720535993576 s