Aristoteles, Physica, 8, 10HOME > '������������������������' in 'Physica, 8, 10'
Aristoteles, Physica, 8, 261a.13 <<<     >>> 261b.27hide dictionary links

class="auswahl" href="text.php?tabelle=Aristoteles&rumpfid=Aristoteles, Physica, 8, 10&id=Aristoteles, Physica, 8, 10, 9&string=������������������������&from=&level=4&corpus=&lang=0&links=&target=&inframe=1&hide_apparatus=&becker=1"> Show Becker Lines

261a.27 μὲν τοίνυν τῶν κινήσεων φορὰ πρώτη, φανε- 261a.28 ρὸν ἐκ τούτων· τίς δὲ φορὰ πρώτη, νῦν δεικτέον. ἅμα δὲ 261a.29 καὶ τὸ νῦν καὶ πρότερον ὑποτεθέν, ὅτι ἐνδέχεταί τινα 261a.30 κίνησιν εἶναι συνεχῆ καὶ ἀΐδιον, φανερὸν ἔσται τῇ αὐτῇ με- 261a.31 θόδῳ. ὅτι μὲν οὖν τῶν ἄλλων κινήσεων οὐδεμίαν ἐνδέχεται 261a.32 συνεχῆ εἶναι, ἐκ τῶνδε φανερόν. ἅπασαι γὰρ ἐξ ἀντικει- 261a.33 μένων εἰς ἀντικείμενά εἰσιν αἱ κινήσεις καὶ μεταβολαί, οἷον 261a.34 γενέσει μὲν καὶ φθορᾷ τὸ ὂν καὶ τὸ μὴ ὂν ὅροι, ἀλλοιώσει 261a.35 δὲ τὰ ἐναντία πάθη, αὐξήσει δὲ καὶ φθίσει μέγεθος καὶ 261a.36 μικρότης τελειότης μεγέθους καὶ ἀτέλεια· ἐναντίαι δ' αἱ 261b.1 εἰς τὰ ἐναντία. τὸ δὲ μὴ αἰεὶ κινούμενον τήνδε τὴν κίνησιν, ὂν 261b.2 δὲ πρότερον, ἀνάγκη πρότερον ἠρεμεῖν. φανερὸν οὖν ὅτι ἠρε- 261b.3 μήσει ἐν τῷ ἐναντίῳ τὸ μεταβάλλον. ὁμοίως δὲ καὶ ἐπὶ 261b.4 τῶν μεταβολῶν· ἀντίκειται γὰρ φθορὰ καὶ γένεσις ἁπλῶς 261b.5 καὶ καθ' ἕκαστον τῇ καθ' ἕκαστον. ὥστ' εἰ ἀδύνατον ἅμα 261b.6 μεταβάλλειν τὰς ἀντικειμένας, οὐκ ἔσται συνεχὴς μετα- 261b.7 βολή, ἀλλὰ μεταξὺ ἔσται αὐτῶν χρόνος. οὐδὲν γὰρ διαφέ- 261b.8 ρει ἐναντίας μὴ ἐναντίας εἶναι τὰς κατ' ἀντίφασιν μετα- 261b.9 βολάς, εἰ μόνον ἀδύνατον ἅμα τῷ αὐτῷ παρεῖναι (τοῦτο 261b.10 γὰρ τῷ λόγῳ οὐδὲν χρήσιμον), οὐδ' εἰ μὴ ἀνάγκη ἠρεμῆσαι 261b.11 ἐν τῇ ἀντιφάσει, μηδ' ἐστὶν μεταβολὴ ἠρεμίᾳ ἐναντίον (οὐ 261b.12 γὰρ ἴσως ἠρεμεῖ τὸ μὴ ὄν, δὲ φθορὰ εἰς τὸ μὴ ὄν), ἀλλ' 261b.13 εἰ μόνον μεταξὺ γίγνεται χρόνος· οὕτω γὰρ οὐκ ἔστιν με- 261b.14 ταβολὴ συνεχής· οὐδὲ γὰρ ἐν τοῖς πρότερον ἐναντίωσις 261b.15 χρήσιμον, ἀλλὰ τὸ μὴ ἐνδέχεσθαι ἅμα ὑπάρχειν. οὐ δεῖ 261b.16 δὲ ταράττεσθαι ὅτι τὸ αὐτὸ πλείοσιν ἔσται ἐναντίον, οἷον 261b.17 κίνησις καὶ στάσει καὶ κινήσει τῇ εἰς τοὐναντίον, ἀλλὰ μόνον 261b.18 τοῦτο λαμβάνειν, ὅτι ἀντίκειταί πως καὶ τῇ κινήσει καὶ τῇ 261b.19 ἠρεμίᾳ κίνησις ἐναντία, καθάπερ τὸ ἴσον καὶ τὸ μέτριον 261b.20 τῷ ὑπερέχοντι καὶ τῷ ὑπερεχομένῳ, καὶ ὅτι οὐκ ἐνδέχεται 261b.21 ἅμα τὰς ἀντικειμένας οὔτε κινήσεις οὔτε μεταβολὰς ὑπάρ- 261b.22 χειν. ἔτι δ' ἐπί τε τῆς γενέσεως καὶ τῆς φθορᾶς καὶ παν- 261b.23 τελῶς ἄτοπον ἂν εἶναι δόξειεν, εἰ γενόμενον εὐθὺς ἀνάγκη 261b.24 φθαρῆναι καὶ μηδένα χρόνον διαμεῖναι. ὥστε ἐκ τούτων ἂν 261b.25 πίστις γένοιτο ταῖς ἄλλαις· φυσικὸν γὰρ τὸ ὁμοίως ἔχειν 261b.26 ἐν ἁπάσαις.

358w 1.8676970005035 s