Aristoteles, Physica, 8, 11HOME > '������������������������' in 'Physica, 8, 11'
Aristoteles, Physica, 8, 261a.27 <<<     >>> 263a.4hide dictionary links

class="auswahl" href="text.php?tabelle=Aristoteles&rumpfid=Aristoteles, Physica, 8, 11&id=Aristoteles, Physica, 8, 11, 23&string=������������������������&from=&level=4&corpus=&lang=0&links=&target=&inframe=1&hide_apparatus=&becker=1"> Show Becker Lines

261b.27 δ' ἐνδέχεται εἶναί τινα ἄπειρον, μίαν οὖσαν καὶ 261b.28 συνεχῆ, καὶ αὕτη ἐστὶν κύκλῳ, λέγωμεν νῦν. πᾶν μὲν γὰρ 261b.29 κινεῖται τὸ φερόμενον κύκλῳ εὐθεῖαν μικτήν, ὥστ' 261b.30 εἰ μηδ' ἐκείνων ἑτέρα συνεχής, οὐδὲ τὴν ἐξ ἀμφοῖν οἷόν 261b.31 τ' εἶναι συγκειμένην· ὅτι δὲ τὸ φερόμενον τὴν εὐθεῖαν καὶ 261b.32 πεπερασμένην οὐ φέρεται συνεχῶς, δῆλον· ἀνακάμπτει 261b.33 γάρ, τὸ δ' ἀνακάμπτον τὴν εὐθεῖαν τὰς ἐναντίας κινεῖται 261b.34 κινήσεις· ἐναντία γὰρ κατὰ τόπον ἄνω τῇ κάτω καὶ 261b.35 εἰς τὸ πρόσθεν τῇ εἰς τοὔπισθεν καὶ εἰς ἀριστερὰ τῇ εἰς 261b.36 δεξιά· τόπου γὰρ ἐναντιώσεις αὗται. τίς δ' ἐστὶν μία καὶ 262a.1 συνεχὴς κίνησις, διώρισται πρότερον, ὅτι τοῦ ἑνὸς καὶ ἐν 262a.2 ἑνὶ χρόνῳ καὶ ἐν ἀδιαφόρῳ κατ' εἶδος (τρία γὰρ ἦν, τό 262a.3 τε κινούμενον, οἷον ἄνθρωπος θεός, καὶ ὅτε, οἷον χρόνος, 262a.4 καὶ τρίτον τὸ ἐν ᾧ· τοῦτο δ' ἐστὶν τόπος πάθος εἶδος 262a.5 μέγεθος). τὰ δ' ἐναντία διαφέρει τῷ εἴδει, καὶ οὐχ ἕν· τό- 262a.6 που δ' αἱ εἰρημέναι διαφοραί. σημεῖον δ' ὅτι ἐναντία κίνη- 262a.7 σις ἀπὸ τοῦ Α πρὸς τὸ Β τῇ ἀπὸ τοῦ Β πρὸς τὸ Α, ὅτι 262a.8 ἱστᾶσιν καὶ παύουσιν ἀλλήλας, ἐὰν ἅμα γίγνωνται. καὶ 262a.9 ἐπὶ κύκλου ὡσαύτως, οἷον ἀπὸ τοῦ Α ἐπὶ τὸ Β τῇ ἀπὸ 262a.10 τοῦ Α ἐπὶ τὸ Γ (ἱστᾶσι γάρ, κἂν συνεχεῖς ὦσιν καὶ μὴ γί- 262a.11 γνηται ἀνάκαμψις, διὰ τὸ τἀναντία φθείρειν καὶ κωλύειν ἄλ- 262a.12 ληλα)· ἀλλ' οὐχ εἰς τὸ πλάγιον τῇ ἄνω. μάλιστα δὲ φα- 262a.13 νερὸν ὅτι ἀδύνατον εἶναι συνεχῆ τὴν ἐπὶ τῆς εὐθείας κίνησιν, 262a.14 ὅτι ἀνακάμπτον ἀναγκαῖον στῆναι, οὐ μόνον ἐπ' εὐθείας, 262a.15 ἀλλὰ κἂν κύκλον φέρηται. οὐ γὰρ ταὐτὸν κύκλῳ φέρε- 262a.16 σθαι καὶ κύκλον· ἔστιν γὰρ ὁτὲ μὲν συνείρειν κινούμενον, ὁτὲ 262a.17 δ' ἐπὶ τὸ αὐτὸ ἐλθὸν ὅθεν ὡρμήθη ἀνακάμψαι πάλιν. ὅτι 262a.18 δ' ἀνάγκη ἵστασθαι, πίστις οὐ μόνον ἐπὶ τῆς αἰσθήσεως 262a.19 ἀλλὰ καὶ ἐπὶ τοῦ λόγου. τριῶν γὰρ ὄντων, 262a.20 ἀρχῆς μέσου τελευτῆς, τὸ μέσον πρὸς ἑκάτερον ἄμφω ἐστίν, 262a.21 καὶ τῷ μὲν ἀριθμῷ ἕν, τῷ λόγῳ δὲ δύο. ἔτι δὲ ἄλλο 262a.22 ἐστὶν τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ, ὥστε τῆς εὐθείας τῶν ἐντὸς 262a.23 τῶν ἄκρων ὁτιοῦν σημεῖον δυνάμει μέν ἐστι μέσον, ἐνεργείᾳ 262a.24 δ' οὐκ ἔστιν, ἐὰν μὴ διέλῃ ταύτῃ καὶ ἐπιστὰν πάλιν ἄρξηται 262a.25 κινεῖσθαι· οὕτω δὲ τὸ μέσον ἀρχὴ γίγνεται καὶ τελευτή, 262a.26 ἀρχὴ μὲν τῆς ὕστερον, τελευτὴ δὲ τῆς πρώτης (λέγω δ' 262a.27 οἷον ἐὰν φερόμενον τὸ Α στῇ ἐπὶ τοῦ Β καὶ πάλιν φέρηται 262a.28 ἐπὶ τὸ Γ). ὅταν δὲ συνεχῶς φέρηται, οὔτε γεγονέναι οὔτε 262a.29 ἀπογεγονέναι οἷόν τε τὸ Α κατὰ τὸ Β σημεῖον, ἀλλὰ μό- 262a.30 νον εἶναι ἐν τῷ νῦν, ἐν χρόνῳ δ' οὐδενὶ πλὴν οὗ τὸ νῦν ἐστιν διαί- 262a.31 ρεσις, ἐν τῷ ὅλῳ [τῷ ΑΒΓ]. (εἰ δὲ γεγονέναι τις θήσει 262a.32 καὶ ἀπογεγονέναι, ἀεὶ στήσεται τὸ Α φερόμενον· ἀδύνατον 262b.1 γὰρ τὸ Α ἅμα γεγονέναι τε ἐπὶ τοῦ Β καὶ ἀπογεγονέναι. 262b.2 ἐν ἄλλῳ ἄρα καὶ ἄλλῳ σημείῳ χρόνου. χρόνος ἄρα ἔσται 262b.3 ἐν μέσῳ. ὁμοίως δὲ καὶ 262b.4 ἐπὶ τῶν ἄλλων σημείων· γὰρ αὐτὸς λόγος ἐπὶ πάντων. 262b.5 ὅταν δὴ χρήσηται τὸ φερόμενον Α τῷ Β μέσῳ καὶ τελευτῇ 262b.6 καὶ ἀρχῇ, ἀνάγκη στῆναι διὰ τὸ δύο ποιεῖν, ὥσπερ ἂν εἰ 262b.7 καὶ νοήσειεν. ) ἀλλ' ἀπὸ μὲν τοῦ Α σημείου ἀπογέγονε τῆς 262b.8 ἀρχῆς, ἐπὶ δὲ τοῦ Γ γέγονεν, ὅταν τελευτήσῃ καὶ στῇ. διὸ 262b.9 καὶ πρὸς τὴν ἀπορίαν τοῦτο λεκτέον· ἔχει γὰρ ἀπορίαν τήν- 262b.10 δε. εἰ γὰρ εἴη τὸ Ε τῇ Ζ ἴση καὶ τὸ Α φέροιτο συνε- 262b.11 χῶς ἀπὸ τοῦ ἄκρου πρὸς τὸ Γ, ἅμα δ' εἴη τὸ Α ἐπὶ τῷ 262b.12 Β σημείῳ, καὶ τὸ Δ φέροιτο ἀπὸ τῆς Ζ ἄκρας πρὸς τὸ Η 262b.13 ὁμαλῶς καὶ τῷ αὐτῷ τάχει τῷ Α, τὸ Δ ἔμπροσθεν ἥξει 262b.14 ἐπὶ τὸ Η τὸ Α ἐπὶ τὸ Γ· τὸ γὰρ πρότερον ὁρμῆσαν καὶ 262b.15 ἀπελθὸν πρότερον ἐλθεῖν ἀνάγκη. οὐ γὰρ ἅμα γέγονε τὸ 262b.16 Α ἐπὶ τῷ Β καὶ ἀπογέγονεν ἀπ' αὐτοῦ, διὸ ὑστερίζει. εἰ γὰρ 262b.17 ἅμα, οὐχ ὑστεριεῖ, ἀλλ' ἀνάγκη ἔσται ἵστασθαι. οὐκ ἄρα θε- 262b.18 τέον, ὅτε τὸ Α ἐγένετο κατὰ τὸ Β, τὸ Δ ἅμα κινεῖσθαι 262b.19 ἀπὸ τοῦ Ζ ἄκρου (εἰ γὰρ ἔσται γεγονὸς τὸ Α ἐπὶ τοῦ Β, 262b.20 ἔσται καὶ τὸ ἀπογενέσθαι, καὶ οὐχ ἅμα), ἀλλ' ἦν ἐν τομῇ 262b.21 χρόνου καὶ οὐκ ἐν χρόνῳ. ἐνταῦθα μὲν οὖν ἀδύνατον οὕτως 262b.22 λέγειν ἐπὶ τῆς συνεχοῦς· ἐπὶ δὲ τοῦ ἀνακάμπτοντος ἀνάγκη 262b.23 λέγειν οὕτως. εἰ γὰρ τὸ Η φέροιτο πρὸς τὸ Δ καὶ πά- 262b.24 λιν ἀνακάμψασα κάτω φέροιτο, τῷ ἄκρῳ ἐφ' οὗ Δ τε- 262b.25 λευτῇ καὶ ἀρχῇ κέχρηται, τῷ ἑνὶ σημείῳ ὡς δύο· διὸ στῆ- 262b.26 ναι ἀνάγκη· καὶ οὐχ ἅμα γέγονεν ἐπὶ τῷ Δ καὶ ἀπελή- 262b.27 λυθεν ἀπὸ τοῦ Δ· ἐκεῖ γὰρ ἂν ἅμα εἴη καὶ οὐκ εἴη ἐν 262b.28 τῷ αὐτῷ νῦν. ἀλλὰ μὴν τήν γε πάλαι λύσιν οὐ λεκτέον· 262b.29 οὐ γὰρ ἐνδέχεται λέγειν ὅτι ἐστὶν κατὰ τὸ Δ τὸ Η ἐν 262b.30 τομῇ, οὐ γέγονε δὲ οὐδ' ἀπογέγονεν. ἀνάγκη γὰρ ἐπὶ τέ- 262b.31 λος ἐλθεῖν τὸ ἐνεργείᾳ ὄν, μὴ δυνάμει. τὰ μὲν οὖν ἐν μέσῳ 262b.32 δυνάμει ἔστι, τοῦτο δ' ἐνεργείᾳ, καὶ τελευτὴ μὲν κάτωθεν, 263a.1 ἀρχὴ δὲ ἄνωθεν· καὶ τῶν κινήσεων ἄρα ὡσαύτως. ἀνάγκη 263a.2 ἄρα στῆναι τὸ ἀνακάμπτον ἐπὶ τῆς εὐθείας. οὐκ ἄρα ἐνδέ- 263a.3 χεται συνεχῆ κίνησιν εἶναι ἐπὶ τῆς εὐθείας ἀΐδιον.

HOME > '������������������������' in 'Physica, 8, 11'
Aristoteles, Physica, 8, 261a.27 <<<     >>> 263a.4
855w 1.7617280483246 s