Aristoteles, Physica, 8, 12HOME > '������������������������' in 'Physica, 8, 12'
Aristoteles, Physica, 8, 261b.27 <<<     >>> 264a.7hide dictionary links

class="auswahl" href="text.php?tabelle=Aristoteles&rumpfid=Aristoteles, Physica, 8, 12&id=Aristoteles, Physica, 8, 12, 9&string=������������������������&from=&level=4&corpus=&lang=0&links=&target=&inframe=1&hide_apparatus=&becker=1"> Show Becker Lines

263a.4 αὐτὸν δὲ τρόπον ἀπαντητέον καὶ πρὸς τοὺς ἐρωτῶν- 263a.5 τας τὸν Ζήνωνος λόγον, [καὶ ἀξιοῦντας,] εἰ ἀεὶ τὸ ἥμισυ διιέναι 263a.6 δεῖ, ταῦτα δ' ἄπειρα, τὰ δ' ἄπειρα ἀδύνατον διεξελθεῖν, 263a.7 ὡς τὸν αὐτὸν τοῦτον λόγον τινὲς ἄλλως ἐρωτῶσιν, ἀξιοῦντες 263a.8 ἅμα τῷ κινεῖσθαι τὴν ἡμίσειαν πρότερον ἀριθμεῖν καθ' ἕκα- 263a.9 στον γιγνόμενον τὸ ἥμισυ, ὥστε διελθόντος τὴν ὅλην ἄπειρον 263a.10 συμβαίνει ἠριθμηκέναι ἀριθμόν· τοῦτο δ' ὁμολογουμένως ἐστὶν 263a.11 ἀδύνατον. ἐν μὲν οὖν τοῖς πρώτοις λόγοις τοῖς περὶ κινή- 263a.12 σεως ἐλύομεν διὰ τοῦ τὸν χρόνον ἄπειρα ἔχειν ἐν αὑτῷ· 263a.13 οὐδὲν γὰρ ἄτοπον εἰ ἐν ἀπείρῳ χρόνῳ ἄπειρα διέρχεταί 263a.14 τις· ὁμοίως δὲ τὸ ἄπειρον ἔν τε τῷ μήκει ὑπάρχει καὶ 263a.15 ἐν τῷ χρόνῳ. ἀλλ' αὕτη λύσις πρὸς μὲν τὸν ἐρωτῶντα 263a.16 ἱκανῶς ἔχει (ἠρωτᾶτο γὰρ εἰ ἐν πεπερασμένῳ ἄπειρα ἐν- 263a.17 δέχεται διεξελθεῖν ἀριθμῆσαι), πρὸς δὲ τὸ πρᾶγμα καὶ 263a.18 τὴν ἀλήθειαν οὐχ ἱκανῶς· ἂν γάρ τις ἀφέμενος τοῦ μήκους 263a.19 καὶ τοῦ ἐρωτᾶν εἰ ἐν πεπερασμένῳ χρόνῳ ἐνδέχεται ἄπειρα 263a.20 διεξελθεῖν, πυνθάνηται ἐπ' αὐτοῦ τοῦ χρόνου ταῦτα (ἔχει 263a.21 γὰρ χρόνος ἀπείρους διαιρέσεις), οὐκέτι ἱκανὴ ἔσται αὕτη 263a.22 λύσις, ἀλλὰ τὸ ἀληθὲς λεκτέον, ὅπερ εἴπομεν ἐν τοῖς 263a.23 ἄρτι λόγοις. ἐὰν γάρ τις τὴν συνεχῆ διαιρῇ εἰς δύο ἡμίση, 263a.24 οὗτος τῷ ἑνὶ σημείῳ ὡς δυσὶ χρῆται· ποιεῖ γὰρ αὐτὸ ἀρ- 263a.25 χὴν καὶ τελευτήν. οὕτω δὲ ποιεῖ τε ἀριθμῶν καὶ εἰς 263a.26 τὰ ἡμίση διαιρῶν. οὕτω δὲ διαιροῦντος οὐκ ἔσται συνεχὴς οὔθ' 263a.27 γραμμὴ οὔθ' κίνησις· γὰρ συνεχὴς κίνησις συνεχοῦς 263a.28 ἐστιν, ἐν δὲ τῷ συνεχεῖ ἔνεστι μὲν ἄπειρα ἡμίση, ἀλλ' οὐκ 263a.29 ἐντελεχείᾳ ἀλλὰ δυνάμει. ἂν δὲ ποιῇ ἐντελεχείᾳ, οὐ ποιή- 263a.30 σει συνεχῆ, ἀλλὰ στήσει, ὅπερ ἐπὶ τοῦ ἀριθμοῦντος τὰ ἡμί- 263a.31 σεα φανερόν ἐστιν ὅτι συμβαίνει· τὸ γὰρ ἓν σημεῖον ἀνάγκη 263b.1 αὐτῷ ἀριθμεῖν δύο· τοῦ μὲν γὰρ ἑτέρου τελευτὴ ἡμίσεος 263b.2 τοῦ δ' ἑτέρου ἀρχὴ ἔσται, ἂν μὴ μίαν ἀριθμῇ τὴν συνεχῆ, 263b.3 ἀλλὰ δύο ἡμισείας. ὥστε λεκτέον πρὸς τὸν ἐρωτῶντα εἰ ἐν- 263b.4 δέχεται ἄπειρα διεξελθεῖν ἐν χρόνῳ ἐν μήκει, ὅτι ἔστιν 263b.5 ὡς, ἔστιν δ' ὡς οὔ. ἐντελεχείᾳ μὲν γὰρ ὄντα οὐκ ἐνδέχεται, 263b.6 δυνάμει δὲ ἐνδέχεται· γὰρ συνεχῶς κινούμενος κατὰ συμ- 263b.7 βεβηκὸς ἄπειρα διελήλυθεν, ἁπλῶς δ' οὔ· συμβέβηκε γὰρ 263b.8 τῇ γραμμῇ ἄπειρα ἡμίσεα εἶναι, δ' οὐσία ἐστὶν ἑτέρα καὶ 263b.9 τὸ εἶναι. δῆλον δὲ καὶ ὅτι ἐὰν μή τις ποιῇ τοῦ χρόνου τὸ 263b.10 διαιροῦν σημεῖον τὸ πρότερον καὶ ὕστερον ἀεὶ τοῦ ὑστέρου τῷ 263b.11 πράγματι, ἔσται ἅμα τὸ αὐτὸ ὂν καὶ οὐκ ὄν, καὶ ὅτε γέ- 263b.12 γονεν οὐκ ὄν. τὸ σημεῖον μὲν οὖν ἀμφοῖν κοινόν, καὶ τοῦ 263b.13 προτέρου καὶ τοῦ ὑστέρου, καὶ ταὐτὸν καὶ ἓν ἀριθμῷ, λόγῳ 263b.14 δ' οὐ ταὐτόν (τοῦ μὲν γὰρ τελευτή, τοῦ δ' ἀρχή)· τῷ δὲ 263b.15 πράγματι ἀεὶ τοῦ ὑστέρου πάθους ἐστίν. χρόνος ἐφ' ΑΓΒ, 263b.16 πρᾶγμα ἐφ' Δ. τοῦτο ἐν μὲν τῷ Α χρόνῳ λευκόν, ἐν δὲ 263b.17 τῷ Β οὐ λευκόν· ἐν τῷ ἄρα Γ λευκὸν καὶ οὐ λευκόν. ἐν ὁτῳοῦν 263b.18 γὰρ τοῦ Α λευκὸν ἀληθὲς εἰπεῖν, εἰ πάντα τὸν χρόνον τοῦτον 263b.19 ἦν λευκόν, καὶ ἐν τῷ Β οὐ λευκόν· τὸ δὲ Γ ἐν ἀμφοῖν. 263b.20 οὐκ ἄρα δοτέον ἐν παντί, ἀλλὰ πλὴν τοῦ τελευταίου νῦν ἐφ' οὗ 263b.21 τὸ Γ· τοῦτο δ' ἤδη τοῦ ὑστέρου. καὶ εἰ ἐγίγνετο οὐ λευκὸν καὶ 263b.22 ἐφθείρετο λευκὸν ἐν τῷ Α παντί, γέγονεν ἔφθαρται ἐν 263b.23 τῷ Γ. ὥστε λευκὸν μὴ λευκὸν ἐν ἐκείνῳ πρῶτον ἀληθὲς 263b.24 εἰπεῖν, ὅτε γέγονεν οὐκ ἔσται, καὶ ὅτε ἔφθαρται ἔσται, 263b.25 ἅμα λευκὸν καὶ οὐ λευκὸν καὶ ὅλως ὂν καὶ μὴ ὂν ἀνάγκη 263b.26 εἶναι. εἰ δ' ἂν πρότερον μὴ ὄν, ἀνάγκη γίγνεσθαι ὄν, 263b.27 καὶ ὅτε γίγνεται μὴ ἔστιν, οὐχ οἷόν τε εἰς ἀτόμους χρόνους 263b.28 διαιρεῖσθαι τὸν χρόνον. εἰ γὰρ ἐν τῷ Α τὸ Δ ἐγί- 263b.29 γνετο λευκόν, γέγονε δ' ἅμα καὶ ἔστιν ἐν ἑτέρῳ ἀτόμῳ 263b.30 χρόνῳ ἐχομένῳ δ', ἐν τῷ Β εἰ ἐν τῷ Α ἐγίγνετο, οὐκ ἦν, 263b.31 ἐν δὲ τῷ Β ἐστί , γένεσιν δεῖ τινὰ εἶναι μεταξύ, ὥστε καὶ 264a.1 χρόνον ἐν ἐγίγνετο. οὐ γὰρ αὐτὸς ἔσται λόγος καὶ τοῖς 264a.2 μὴ ἄτομα λέγουσιν, ἀλλ' αὐτοῦ τοῦ χρόνου, ἐν ἐγίγνετο, 264a.3 γέγονε καὶ ἔστιν ἐν τῷ ἐσχάτῳ σημείῳ, οὗ οὐδὲν ἐχόμενόν 264a.4 ἐστιν οὐδ' ἐφεξῆς· οἱ δὲ ἄτομοι χρόνοι ἐφεξῆς. φανερὸν δ' ὅτι 264a.5 εἰ ἐν τῷ Α ὅλῳ χρόνῳ ἐγίγνετο, οὐκ ἔστιν πλείων χρόνος ἐν 264a.6 γέγονεν καὶ ἐγίγνετο ἐν ἐγίγνετο μόνον παντί.

HOME > '������������������������' in 'Physica, 8, 12'
709w 2.8335018157959 s