Aristoteles_cps99, Analytica posteriora, 1, 1HOME > '������������������������' in 'Aristoteles, Analytica posteriora, 1, 1'
>>> Aristoteles, Analytica posteriora, 1, CAPUT 2hide dictionary links

CAPUT 1

(182)

ΠΑΣΑ διδασκαλία καὶ πᾶσα μάθησις διανοητικὴ ἐκ προϋπαρχούσης
γίνεται
γνώσεως. Φανερὸν δὲ τοῦτο θεωροῦσιν
ἐπὶ
πασῶν· αἵ τε γὰρ μαθηματικαὶ τῶν ἐπιστημῶν διὰ τούτου
τοῦ
τρόπου παραγίνονται καὶ τῶν ἄλλων ἑκάστη τεχνῶν.
Ὁμοίως
δὲ καὶ περὶ τοὺς λόγους οἵ τε διὰ συλλογισμῶν καὶ
οἱ
δι᾿ ἐπαγωγῆς· ἀμφότεροι γὰρ διὰ προγινωσκομένων ποιοῦνται
τὴν
διδασκαλίαν, οἱ μὲν λαμβάνοντες ὡς παρὰ ξυνιέντων,
οἱ
δὲ δεικνύντες τὸ καθόλου διὰ τοῦ δῆλον εἶναι τὸ καθ᾿
ἕκαστον.
Ὡς δ᾿ αὕτως καὶ οἱ ῥητορικοὶ συμπείθουσιν·
γὰρ
διὰ παραδειγμάτων, ἐστιν ἐπαγωγή, δι᾿ ἐνθυμημάτων,
ὅπερ
ἐστὶ συλλογισμός. Διχῶς δ᾿ ἀναγκαῖον προγινώσκειν·
τὰ
μὲν γάρ, ὅτι ἔστι, προϋπολαμβάνειν ἀναγκαῖον,
τὰ
δέ, τί τὸ λεγόμενόν ἐστι, ξυνιέναι δεῖ, τὰ δ᾿ ἄμφω, οἷον
ὅτι
μὲν ἅπαν φῆσαι ἀποφῆσαι ἀληθές, ὅτι ἔστι, τὸ δὲ
τρίγωνον,
ὅτι τοδὶ σημαίνει, τὴν δὲ μονάδα ἄμφω, καὶ τί σημαίνει
καὶ
ὅτι ἔστιν· οὐ γὰρ ὁμοίως τούτων ἕκαστον δῆλον
ἡμῖν.
Ἔστι δὲ γνωρίζειν τὰ μὲν πρότερον γνωρίζοντα,
τῶν
δὲ καὶ ἅμα λαμβάνοντα τὴν γνῶσιν, οἷον ὅσα τυγχάνει
ὄντα
ὑπὸ τὸ καθόλου, ὧν ἔχει τὴν γνῶσιν. Ὅτι μὲν γὰρ
πᾶν
τρίγωνον ἔχει δυσὶν ὀρθαῖς ἴσας, προῄδει· ὅτι δὲ τόδε
τὸ
ἐν τῷ ἡμικυκλίῳ τρίγωνόν ἐστιν, ἅμα ἐπαγόμενος ἐγνώρισεν.
Ἐνίων
γὰρ τοῦτον τὸν τρόπον μάθησίς ἐστι, καὶ
οὐ
διὰ τοῦ μέσου τὸ ἔσχατον γνωρίζεται, ὅσα ἤδη τῶν καθ᾿
ἕκαστα
τυγχάνει ὄντα καὶ μὴ καθ᾿ ὑποκειμένου τινός. Πρὶν
δ᾿
ἐπαχθῆναι λαβεῖν συλλογισμὸν τρόπον μέν τινα ἴσως (183) φατέον ἐπίστασθαι, τρόπον δ᾿ ἄλλον οὔ. γὰρ μὴ ᾔδει
εἰ
ἔστιν ἁπλῶς, τοῦτο πῶς ᾔδει ὅτι δύο ὀρθὰς ἔχει ἁπλῶς;
ἀλλὰ
δῆλον ὡς ὡδὶ μὲν ἐπίσταται, ὅτι καθόλου ἐπίσταται,
ἁπλῶς
δ᾿ οὐκ ἐπίσταται. Εἰ δὲ μή, τὸ ἐν τῷ Μένωνι ἀπόρημα
συμβήσεται·
γὰρ οὐδὲν μαθήσεται οἶδεν. Οὐ
γὰρ
δή, ὥς γέ τινες ἐγχειροῦσι λύειν, λεκτέον. Ἀρ᾿ οἶδας
ἅπασαν
δυάδα ὅτι ἀρτία οὔ; φήσαντος δὲ προήνεγκάν
τινα
δυάδα ἣν οὐκ ᾤετ᾿ εἶναι, ὥστ᾿ ἀρτίαν. Λύουσι γὰρ
οὐ
φάσκοντες εἰδέναι πᾶσαν δυάδα ἀρτίαν οὖσαν, ἀλλ᾿ ἣν
ἴσασιν
ὅτι δυάς. Καίτοι ἴσασι μὲν οὗπερ τὴν ἀπόδειξιν
ἔχουσι
καὶ οὗ ἔλαβον, ἔλαβον δ᾿ οὐχὶ παντὸς οὗ ἂν εἰδῶσιν
ὅτι
τρίγωνον ὅτι ἀριθμός, ἀλλ᾿ ἁπλῶς κατὰ παντὸς ἀριθμοῦ
καὶ
τριγώνου· οὐδεμία γὰρ πρότασις λαμβάνεται τοιαύτη,
ὅτι
ὃν σὺ οἶδας ἀριθμὸν σὺ οἶδας εὐθύγραμμον,
ἀλλὰ
κατὰ παντός. Ἀλλ᾿ οὐδέν (οἶμαι) κωλύει, μανθάνει,
ἔστιν
ὡς ἐπίστασθαι, ἔστι δ᾿ ὡς ἀγνοεῖν· ἄτοπον γὰρ οὐκ εἰ
οἶδέ
πως μανθάνει, ἀλλ᾿ εἰ ὡδί, οἷον μανθάνει καὶ ὥς.


HOME > '������������������������' in 'Aristoteles, Analytica posteriora, 1, 1'
401w 4.0957591533661 s