Aristoteles_cps99, Analytica posteriora, 1, 6HOME > '������������������������' in 'Aristoteles, Analytica posteriora, 1, 6'
Aristoteles, Analytica posteriora, 1, CAPUT 5 <<<     >>> CAPUT 7hide dictionary links

(190) CAPUT 6

Εἰ οὖν ἐστὶν ἀποδεικτικὴ ἐπιστήμη ἐξ ἀναγκαίων ἀρχῶν
(ὃ
γὰρ ἐπίσταται, οὐ δυνατὸν ἄλλως ἔχειν), τὰ δὲ καθ᾿ αὑτὰ
ὑπάρχοντα
ἀναγκαῖα τοῖς πράγμασιν (ἃ μὲν γὰρ ἐν τῷ τί (191) ἐστιν ὑπάρχει· τοῖς δ᾿ αὐτὰ ἐν τῷ τί ἐστιν ὑπάρχει κατηγορουμένοις
αὐτῶν,
ὧν θάτερον τῶν ἀντικειμένων ἀνάγκη ὑπάρχειν),
φανερὸν
ὅτι ἐκ τοιούτων τινῶν ἂν εἴη ἀποδεικτικὸς
συλλογισμός·
ἅπαν γὰρ οὕτως ὑπάρχει κατὰ συμβεβηκός,
τὰ
δὲ συμβεβηκότα οὐκ ἀναγκαῖα.

δὴ οὕτω λεκτέον, ἀρχὴν θεμένοις ὅτι ἀπόδειξις
ἀναγκαῖόν
ἐστι, καὶ εἰ ἀποδέδεικται, οὐχ οἷόν τ᾿ ἄλλως ἔχειν·
ἐξ
ἀναγκαίων ἄρα δεῖ εἶναι τὸν συλλογισμόν. Ἐξ ἀληθῶν
μὲν
γὰρ ἔστι καὶ μὴ ἀποδεικνύντα συλλογίσασθαι, ἐξ ἀναγκαίων
δ᾿
οὐκ ἔστιν ἀλλ᾿ ἀποδεικνύντα· τοῦτο γὰρ ἤδη ἀποδείξεώς
ἐστιν.
Σημεῖον δ᾿ ὅτι ἀπόδειξις ἐξ ἀναγκαίων, ὅτι
καὶ
τὰς ἐνστάσεις οὕτω φέρομεν πρὸς τοὺς οἰομένους ἀποδεικνύναι,
ὅτι
οὐκ ἀνάγκη, ἂν οἰώμεθα ὅλως ἐνδέχεσθαι ἄλλως
ἕνεκά γε τοῦ λόγου. Δῆλον δ᾿ ἐκ τούτων καὶ ὅτι
εὐήθεις
οἱ λαμβάνειν οἰόμενοι καλῶς τὰς ἀρχάς, ἐὰν ἔνδοξος
πρότασις καὶ ἀληθής, οἷον οἱ σοφισταὶ ὅτι τὸ ἐπίστασθαι
τὸ
ἐπιστήμην ἔχειν. Οὐ γὰρ τὸ ἔνδοξον μὴ ἀρχή
ἐστιν,
ἀλλὰ τὸ πρῶτον τοῦ γένους περὶ δείκνυται· καὶ
τἀληθὲς
οὐ πᾶν οἰκεῖον. Ὅτι δ᾿ ἐξ ἀναγκαίων εἶναι δεῖ τὸν
συλλογισμόν,
φανερὸν καὶ ἐκ τῶνδε. Εἰ γὰρ μὴ ἔχων
λόγον
τοῦ διὰ τί οὔσης ἀποδείξεως οὐκ ἐπιστήμων, εἴη δ᾿ ἂν
ὥστε
τὸ Α κατὰ τοῦ Γ ἐξ ἀνάγκης ὑπάρχειν, τὸ δὲ Β τὸ
μέσον,
δι᾿ οὗ ἀπεδείχθη, μὴ ἐξ ἀνάγκης, οὐκ οἶδε διότι. Οὐ
γάρ
ἐστι τοῦτο διὰ τὸ μέσον· τὸ μὲν γὰρ ἐνδέχεται μὴ εἶναι,
τὸ
δὲ συμπέρασμα ἀναγκαῖον. Ἔτι εἴ τις μὴ οἶδε νῦν ἔχων
τὸν
λόγον καὶ σωζόμενος, σωζομένου τοῦ πράγματος, μὴ ἐπιλελησμένος,
οὐδὲ
πρότερον ᾔδει. Φθαρείη δ᾿ ἂν τὸ μέσον,
εἰ
μὴ ἀναγκαῖον. Ὥστε ἕξει μὲν τὸν λόγον σωζόμενος σωζομένου
τοῦ
πράγματος, οὐκ οἶδε δέ. Οὐδ᾿ ἄρα πρότερον
ᾔδει.
Εἰ δὲ μὴ ἔφθαρται, ἐνδέχεται δὲ φθαρῆναι, τὸ συμβαῖνον
ἂν
εἴη δυνατὸν καὶ ἐνδεχόμενον. Ἀλλ᾿ ἔστιν ἀδύνατον
οὕτως
ἔχοντα εἰδέναι. (192)

Ὅταν μὲν οὖν τὸ συμπέρασμα ἐξ ἀνάγκης ᾖ, οὐδὲν κωλύει
τὸ
μέσον μὴ ἀναγκαῖον εἶναι, δι᾿ οὗ ἐδείχθη· ἔστι γὰρ τὸ
ἀναγκαῖον
καὶ μὴ ἐξ ἀναγκαίου συλλογίσασθαι, ὥσπερ καὶ
ἀληθὲς
μὴ ἐξ ἀληθῶν. Ὅταν δὲ τὸ μέσον ἐξ ἀνάγκης, καὶ
τὸ
συμπέρασμα ἐξ ἀνάγκης, ὥσπερ καὶ ἐξ ἀληθῶν ἀληθὲς
ἀεί.
Ἔστω γὰρ τὸ Α κατὰ τοῦ Β ἐξ ἀνάγκης, καὶ τοῦτο
κατὰ
τοῦ Γ· ἀναγκαῖον τοίνυν καὶ τὸ Α τῷ Γ ὑπάρχειν.
Ὅταν
δὲ μὴ ἀναγκαῖον τὸ συμπέρασμα, οὐδὲ τὸ μέσον
ἀναγκαῖον
οἷόν τ᾿ εἶναι. Ἔστω γὰρ τὸ Α τῷ Γ μὴ ἐξ
ἀνάγκης
ὑπάρχειν, τῷ δὲ Β, καὶ τοῦτο τῷ Γ ἐξ ἀνάγκης·
καὶ
τὸ Α ἄρα τῷ Γ ἐξ ἀνάγκης ὑπάρξει. Ἀλλ᾿ οὐχ ὑπέκειτο.
Ἐπεὶ
τοίνυν εἰ ἐπίσταται ἀποδεικτικῶς, δεῖ ἐξ ἀνάγκης
ὑπάρχειν,
δῆλον ὅτι καὶ διὰ μέσου ἀναγκαίου δεῖ ἔχειν
τὴν
ἀπόδειξιν· οὐκ ἐπιστήσεται οὔτε διότι οὔτε ὅτι ἀνάγκη
ἐκεῖνο
εἶναι, ἀλλ᾿ οἰήσεται οὐκ εἰδώς, ἐὰν ὑπολάβῃ ὡς ἀναγκαῖον
τὸ
μὴ ἀναγκαῖον, οὐδ᾿ οἰήσεται ὁμοίως, ἐάν τε τὸ ὅτι
εἰδῇ
διὰ μέσων ἐάν τε τὸ διότι καὶ δι᾿ ἀμέσων.

Τῶν δὲ συμβεβηκότων μὴ καθ᾿ αὑτά, ὃν τρόπον διωρίσθη
τὰ
καθ᾿ αὑτά, οὐκ ἔστιν ἐπιστήμη ἀποδεικτική. Οὐ γὰρ
ἔστιν
ἐξ ἀνάγκης δεῖξαι τὸ συμπέρασμα· τὸ συμβεβηκὸς
γὰρ
ἐνδέχεται μὴ ὑπάρχειν· περὶ τοιούτου γὰρ λέγω συμβεβηκότος.
Καίτοι
ἀπορήσειεν ἄν τις ἴσως τίνος ἕνεκα
ταῦτα
δεῖ ἐρωτᾶν περὶ τούτων, εἰ μὴ ἀνάγκη τὸ συμπέρασμα
εἶναι·
οὐδὲν γὰρ διαφέρει εἴ τις ἐρόμενος τὰ τυχόντα
εἶτα
εἴπειεν τὸ συμπέρασμα. Δεῖ δ᾿ ἐρωτᾶν οὐχ ὡς
ἀναγκαῖον
εἶναι διὰ τὰ ἠρωτημένα, ἀλλ᾿ ὅτι λέγειν ἀνάγκη
τῷ
ἐκεῖνα λέγοντι, καὶ ἀληθῶς λέγειν, ἐὰν ἀληθῶς ὑπάρχοντα.

Ἐπεὶ δ᾿ ἐξ ἀνάγκης ὑπάρχει περὶ ἕκαστον γένος ὅσα καθ᾿
αὑτὰ
ὑπάρχει, καὶ ἕκαστον, φανερὸν ὅτι περὶ τῶν καθ᾿
αὑτὰ
ὑπαρχόντων αἱ ἐπιστημονικαὶ ἀποδείξεις καὶ ἐκ τῶν
τοιούτων
εἰσίν. Τὰ μὲν γὰρ συμβεβηκότα οὐκ ἀναγκαῖα, (193) ὥστ᾿ οὐκ ἀνάγκη τὸ συμπέρασμα εἰδέναι διότι ὑπάρχει, οὐδ᾿
εἰ
ἀεὶ εἴη, μὴ καθ᾿ αὑτὸ δέ, οἷον οἱ διὰ σημείων συλλογισμοί.
Τὸ
γὰρ καθ᾿ αὑτὸ οὐ καθ᾿ αὑτὸ ἐπιστήσεται, οὐδὲ διότι. Τὸ
δὲ
διότι ἐπίστασθαι ἔστι τὸ διὰ τοῦ αἰτίου ἐπίστασθαι.
Δι᾿
αὑτὸ ἄρα δεῖ καὶ τὸ μέσον τῷ τρίτῳ καὶ τὸ πρῶτον τῷ
μέσῳ
ὑπάρχειν.


HOME > '������������������������' in 'Aristoteles, Analytica posteriora, 1, 6'
690w 6.6045520305634 s