Aristoteles_cps99, Analytica posteriora, 1, 12HOME > '������������������������' in 'Aristoteles, Analytica posteriora, 1, 12'
Aristoteles, Analytica posteriora, 1, CAPUT 11 <<<     >>> CAPUT 13hide dictionary links

(198) CAPUT 12

Εἰ δὲ τὸ αὐτό ἐστιν ἐρώτημα συλλογιστικὸν καὶ πρότασις
ἀντιφάσεως,
προτάσεις δὲ καθ᾿ ἑκάστην ἐπιστήμην ἐξ
ὧν
συλλογισμὸς καθ᾿ ἑκάστην, εἴη ἄν τι ἐρώτημα ἐπιστημονικόν,
ἐξ
ὧν καθ᾿ ἑκάστην οἰκεῖος γίνεται συλλογισμός.
Δῆλον
ἄρα ὅτι οὐ πᾶν ἐρώτημα γεωμετρικὸν ἂν
εἴη
οὐδ᾿ ἰατρικόν, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων· ἀλλ᾿ ἐξ ὧν
δείκνυταί τι περὶ ὧν γεωμετρία ἐστίν, ἐκ τῶν αὐτῶν
δείκνυται
τῇ γεωμετρία, ὥσπερ τὰ ὀπτικά. Ὁμοίως δὲ καὶ
ἐπὶ
τῶν ἄλλων. Καὶ περὶ μὲν τούτων καὶ λόγον ὑφεκτέον
ἐκ
τῶν γεωμετρικῶν ἀρχῶν καὶ συμπερασμάτων, περὶ δὲ
τῶν
ἀρχῶν λόγον οὐχ ὑφεκτέον τῷ γεωμέτρῃ γεωμέτρης·
ὁμοίως
δὲ καὶ ἐπὶ τῶν ἄλλων ἐπιστημῶν. Οὔτε πᾶν ἄρα
ἕκαστον
ἐπιστήμονα ἐρώτημα ἐρωτητέον, οὔθ᾿ ἅπαν τὸ ἐρωτώμενον
ἀποκριτέον
περὶ ἑκάστου, ἀλλὰ τὰ κατὰ τὴν ἐπιστήμην
διορισθέντα.
Εἰ δὲ διαλέξεται γεωμέτρῃ γεωμέτρης
οὕτως,
φανερὸν ὅτι καὶ καλῶς, ἐὰν ἐκ τούτων τι δεικνύῃ,
εἰ
δὲ μή, οὐ καλῶς. Δῆλον δ᾿ ὅτι οὐδ᾿ ἐλέγχει γεωμέτρην
ἀλλ᾿
κατὰ συμβεβηκός, ὥστ᾿ οὐκ ἂν εἴη ἐν ἀγεωμετρήτοις (199) περὶ γεωμετρίας διαλεκτέον· λήσει γὰρ φαύλως διαλεγόμενος.
Ὁμοίως
δὲ καὶ ἐπὶ τῶν ἄλλων ἔχει ἐπιστημῶν.

Ἐπεὶ δ᾿ ἐστὶ γεωμετρικὰ ἐρωτήματα, ἆρ᾿ ἐστὶ καὶ ἀγεωμέτρητα;
καὶ
παρ᾿ ἑκάστην ἐπιστήμην τὰ κατὰ τὴν ἄγνοιαν
τὴν
ποιὰν γεωμετρικά ἐστιν ἀγεωμέτρητα; καὶ πότερον
κατὰ τὴν ἄγνοιαν συλλογισμὸς ἐκ τῶν ἀντικειμένων συλλογισμός,
παραλογισμός, κατὰ γεωμετρίαν δέ, ἐξ ἄλλης
τέχνης,
οἷον τὸ μουσικόν ἐστιν ἐρώτημα ἀγεωμέτρητον
περὶ
γεωμετρίας, τὸ δὲ τὰς παραλλήλους συμπίπτειν οἴεσθαι
γεωμετρικόν
πως καὶ ἀγεωμέτρητον ἄλλον τρόπον; διττὸν
γὰρ
τοῦτο, ὥσπερ τὸ ἄρρυθμον, καὶ τὸ μὲν ἕτερον ἀγεωμέτρητον
τῷ
μὴ ἔχειν ὥσπερ τὸ ἄρρυθμον, τὸ δ᾿ ἕτερον τῷ
φαύλως
ἔχειν· καὶ ἄγνοια αὕτη, ἐκ τῶν τοιούτων ἀρχῶν,
ἐναντία.
Ἐν δὲ τοῖς μαθήμασιν οὐκ ἔστιν ὁμοίως
παραλογισμός,
ὅτι τὸ μέσον ἐστὶν ἀεὶ διττόν· κατά τε
γὰρ
τούτου παντός, καὶ τοῦτο πάλιν κατ᾿ ἄλλου λέγεται
παντός.
Τὸ δὲ κατηγορούμενον οὐ λέγεται πᾶν. Ταῦτα δ᾿
ἐστὶν
οἷον ὁρᾶν τῇ νοήσει, ἐν δὲ τοῖς λόγοις λανθάνει. Ἆρα
πᾶς
κύκλος σχῆμα; ἂν δὲ γράψῃ, δῆλον. Τί δέ; τὰ ἔπη
κύκλος;
φανερὸν ὅτι οὐκ ἔστιν.

Οὐ δεῖ δ᾿ ἔνστασιν εἰς αὐτὸ φέρειν, ἂν πρότασις
ἐπακτική.
Ὥσπερ γὰρ οὐδὲ πρότασίς ἐστιν μή ἐστιν ἐπὶ
πλειόνων
(οὐ γὰρ ἔσται ἐπὶ πάντων, ἐκ τῶν καθόλου δ᾿
συλλογισμός),
δῆλον ὅτι οὐδ᾿ ἔνστασις. Αἱ αὐταὶ γὰρ προτάσεις
καὶ
ἐνστάσεις· ἣν γὰρ φέρει ἔνστασιν, αὕτη γένοιτ᾿
ἂν
πρότασις ἀποδεικτικὴ διαλεκτική.

Συμβαίνει δ᾿ ἐνίους ἀσυλλογίστως λέγειν διὰ τὸ λαμβάνειν
ἀμφοτέροις
τὰ ἑπόμενα, οἷον καὶ Καινεὺς ποιεῖ, ὅτι
τὸ
πῦρ ἐν τῇ πολλαπλασίᾳ ἀναλογίᾳ· καὶ γὰρ τὸ πῦρ ταχὺ
γεννᾶται,
ὡς φησί, καὶ αὕτη ἀναλογία. Οὕτω δ᾿ οὐκ (200) ἔστι συλλογισμός· ἀλλ᾿ εἰ τῇ ταχίστῃ ἀναλογίᾳ ἕπεται
πολλαπλάσιος
καὶ τῷ πυρὶ ταχίστη ἐν τῇ κινήσει ἀναλογία.
Ἐνίοτε
μὲν οὖν οὐκ ἐνδέχεται συλλογίσασθαι ἐκ τῶν
εἰλημμένων,
ὁτὲ δ᾿ ἐνδέχεται, ἀλλ᾿ οὐχ ὁρᾶται. Εἰ δ᾿ ἦν
ἀδύνατον
ἐκ ψεύδους ἀληθὲς δεῖξαι, ῥᾴδιον ἂν ἦν τὸ ἀναλύειν·
ἀντέστρεφε
γὰρ ἂν ἐξ ἀνάγκης. Ἔστω γὰρ τὸ Α ὄν· τούτου
δ᾿
ὄντος ταδί ἐστιν, οἶδα ὅτι ἔστιν, οἷον τὸ Β. Ἐκ
τούτων
ἄρα δείξω ὅτι ἔστιν ἐκεῖνο. Ἀντιστρέφει δὲ μᾶλλον
τὰ
ἐν τοῖς μαθήμασιν, ὅτι οὐδὲν συμβεβηκὸς λαμβάνουσιν
(ἀλλὰ
καὶ τούτῳ διαφέρουσι τῶν ἐν τοῖς διαλόγοις) ἀλλ᾿
ὁρισμούς.

Αὔξεται δ᾿ οὐ διὰ τῶν μέσων, ἀλλὰ τῷ προσλαμβάνειν,
οἷον
τὸ Α τοῦ Β, τοῦτο δὲ τοῦ Γ, πάλιν τοῦτο τοῦ Δ, καὶ
τοῦτ᾿
εἰς ἄπειρον. Καὶ εἰς τὸ πλάγιον, οἷον τὸ Α καὶ κατὰ
τοῦ
Γ καὶ κατὰ τοῦ Ε, οἷον ἔστιν ἀριθμὸς ποσὸς καὶ
ἄπειρος
τοῦτο ἐφ᾿ Α, περιττὸς ἀριθμὸς ποσὸς ἐφ᾿ οὗ
Β,
ἀριθμὸς περιττὸς ἐφ᾿ οὗ Γ· ἔστιν ἄρα τὸ Α κατὰ τοῦ Γ.
καὶ
ἔστιν ἄρτιος ποσὸς ἀριθμὸς ἐφ᾿ οὗ Δ, ἄρτιος ἀριθμὸς
ἐφ᾿
οὗ Ε· ἔστιν ἄρα τὸ Α κατὰ τοῦ Ε.


HOME > '������������������������' in 'Aristoteles, Analytica posteriora, 1, 12'
626w 5.2801320552826 s