Aristoteles_cps99, Analytica posteriora, 1, 20HOME > '������������������������' in 'Aristoteles, Analytica posteriora, 1, 20'
Aristoteles, Analytica posteriora, 1, CAPUT 19 <<<     >>> CAPUT 21hide dictionary links

(210) CAPUT 20

Ὅτι μὲν οὖν τὰ μεταξὺ οὐκ ἐνδέχεται ἄπειρα εἶναι, εἰ ἐπὶ
τὸ
κάτω καὶ τὸ ἄνω ἵστανται αἱ κατηγορίαι, δῆλον. Λέγω
δ᾿
ἄνω μὲν τὴν ἐπὶ τὸ καθόλου μᾶλλον, κάτω δὲ τὴν ἐπὶ τὸ
κατὰ
μέρος. Εἰ γὰρ τοῦ Α κατηγορουμένου κατὰ τοῦ Ζ
ἄπειρα
τὰ μεταξύ, ἐφ᾿ ὧν Β, δῆλον ὅτι ἐνδέχοιτ᾿ ἂν ὥστε
καὶ
ἀπὸ τοῦ Α ἐπὶ τὸ κάτω ἕτερον ἑτέρου κατηγορεῖσθαι (211) εἰς ἄπειρον (πρὶν γὰρ ἐπὶ τὸ Ζ ἐλθεῖν, ἄπειρα τὰ μεταξύ)
καὶ
ἀπὸ τοῦ Ζ ἐπὶ τὸ ἄνω ἄπειρα, πρὶν ἐπὶ τὸ Α ἐλθεῖν.
Ὤστ᾿
εἰ ταῦτα ἀδύνατα, καὶ τοῦ Α καὶ Ζ ἀδύνατον ἄπειρα
εἶναι
μεταξύ. Οὐδὲ γὰρ εἴ τις λέγοι ὅτι τὰ μέν ἐστι τῶν
Α
Β ἐχόμενα ἀλλήλων ὥστε μὴ εἶναι μεταξύ, τὰ δ᾿ οὐκ ἔστι
λαβεῖν,
οὐδὲν διαφέρει. γὰρ ἂν λάβω τῶν Β, ἔσται πρὸς
τὸ
Α πρὸς τὸ Ζ ἄπειρα τὰ μεταξὺ οὔ. Ἀφ᾿ οὗ δὴ
πρῶτον
ἄπειρα, εἴτ᾿ εὐθὺς εἴτε μὴ εὐθύς, οὐδὲν διαφέρει· τὰ
γὰρ
μετὰ ταῦτα ἄπειρά ἐστιν.


166w 2.5085940361023 s