Aristoteles_cps99, Analytica posteriora, 1, 22HOME > '������������������������' in 'Aristoteles, Analytica posteriora, 1, 22'
Aristoteles, Analytica posteriora, 1, CAPUT 21 <<<     >>> CAPUT 23hide dictionary links

(212) CAPUT 22

Ἐπὶ μὲν οὖν τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων δῆλον·
εἰ
γὰρ ἔστιν ὁρίσασθαι εἰ γνωστὸν τὸ τί ἦν εἶναι, τὰ δ᾿
ἄπειρα
μὴ ἔστι διελθεῖν, ἀνάγκη πεπεράνθαι τὰ ἐν τῷ τί
ἐστι
κατηγορούμενα. Καθόλου δὲ ὧδε λέγομεν. Ἔστι γὰρ
εἰπεῖν
ἀληθῶς τὸ λευκὸν βαδίζειν καὶ τὸ μέγα ἐκεῖνο ξύλον
εἶναι,
καὶ πάλιν τὸ ξύλον μέγα εἶναι καὶ τὸν ἄνθρωπον βαδίζειν.
Ἕτερον
δή ἐστι τὸ οὕτως εἰπεῖν καὶ τὸ ἐκείνως. Ὅταν
μὲν
γὰρ τὸ λευκὸν εἶναι φῶ ξύλον, τότε λέγω ὅτι συμβέβηκε
λευκῷ
εἶναι ξύλον ἐστίν, ἀλλ᾿ οὐχ ὡς τὸ ὑποκείμενον
τῷ
ξύλῳ τὸ λευκόν ἐστι· καὶ γὰρ οὔτε λευκὸν ὂν οὔθ᾿ ὅπερ
λευκόν
τι ἐγένετο ξύλον, ὥστ᾿ οὐκ ἔστιν ἀλλ᾿ κατὰ συμβεβηκός.
Ὅταν
δὲ τὸ ξύλον λευκὸν εἶναι φῶ, οὐχ ὅτι ἕτερόν (213) τί ἐστι λευκόν, ἐκείνῳ δὲ συμβέβηκε ξύλῳ εἶναι, οἷον ὅταν
τὸν
μουσικὸν λευκὸν εἶναι φῶ· τότε γὰρ ὅτι ἄνθρωπος
λευκός
ἐστιν, συμβέβηκεν εἶναι μουσικῷ, λέγω· ἀλλὰ τὸ
ξύλον
ἐστὶ τὸ ὑποκείμενον, ὅπερ καὶ ἐγένετο, οὐχ ἕτερόν τι
ὂν
ὅπερ ξύλον ξύλον τί. Εἰ δὴ δεῖ νομοθετῆσαι, ἔστω
τὸ
οὕτω λέγειν κατηγορεῖν, τὸ δ᾿ ἐκείνως ἤτοι μηδαμῶς κατηγορεῖν,
κατηγορεῖν μὲν μὴ ἁπλῶς, κατὰ συμβεβηκὸς δὲ
κατηγορεῖν.
Ἔστι δ᾿ ὡς μὲν τὸ λευκὸν τὸ κατηγορούμενον,
ὡς
δὲ τὸ ξύλον τὸ οὗ κατηγορεῖται. Ὑποκείσθω δὴ τὸ κατηγορούμενον
κατηγορεῖσθαι
ἀεί, οὗ κατηγορεῖται, ἁπλῶς,
ἀλλὰ
μὴ κατὰ συμβεβηκός· οὕτω γὰρ αἱ ἀποδείξεις ἀποδεικνύουσιν.
Ὥστε
ἐν τῷ τί ἐστιν ὅτι ποιὸν ποσὸν
πρός
τι ποιοῦν πάσχον ποῦ ποτέ, ὅταν ἓν καθ᾿ ἑνὸς
κατηγορηθῇ.

Ἔτι τὰ μὲν οὐσίαν σημαίνοντα ὅπερ ἐκεῖνο ὅπερ ἐκεῖνό
τι
σημαίνει, καθ᾿ οὗ κατηγορεῖται· ὅσα δὲ μὴ οὐσίαν σημαίνει,
ἀλλὰ
κατ᾿ ἄλλου ὑποκειμένου λέγεται, μή ἐστι
μήτε
ὅπερ ἐκεῖνο μήτε ὅπερ ἐκεῖνό τι, συμβεβηκότα, οἷον
κατὰ
τοῦ ἀνθρώπου τὸ λευκόν. Οὐ γάρ ἐστιν ἄνθρωπος
οὔτε
ὅπερ λευκὸν οὔτε ὅπερ λευκόν τι. Ἀλλὰ ζῷον ἴσως·
ὅπερ
γὰρ ζῷόν ἐστιν ἄνθρωπος. Ὅσα δὲ μὴ οὐσίαν σημαίνει,
δεῖ
κατά τινος ὑποκειμένου κατηγορεῖσθαι, καὶ μὴ
εἶναί
τι λευκόν, οὐχ ἕτερόν τι ὂν λευκόν ἐστιν. Τὰ γὰρ
εἴδη
χαιρέτω· τερετίσματά τε γάρ ἐστι, καὶ εἰ ἔστιν, οὐδὲν
πρὸς
τὸν λόγον ἐστίν· αἱ γὰρ ἀποδείξεις περὶ τῶν τοιούτων εἰσίν.

Ἔτι εἰ μή ἐστι τοῦτο τουδὶ ποιότης κἀκεῖνο τούτου,
μηδὲ
ποιότητος ποιότης, ἀδύνατον ἀντικατηγορεῖσθαι ἀλλήλων
οὕτως.
Ἀλλ᾿ ἀληθὲς μὲν ἐνδέχεται εἰπεῖν, ἀντικατηγορῆσαι
δ᾿
ἀληθῶς οὐκ ἐνδέχεται. γάρ τοι ὡς οὐσία κατηγορηθήσεται,
οἷον
γένος ὂν διαφορὰ τοῦ κατηγορουμένου. (214) Ταῦτα δὲ δέδεικται ὅτι οὐκ ἔσται ἄπειρα, οὔτ᾿ ἐπὶ τὸ κάτω
οὔτ᾿
ἐπὶ τὸ ἄνω. Οἷον ἄνθρωπος δίπουν, τοῦτο ζῷον, τοῦτο
δ᾿
ἕτερον· οὐδὲ τὸ ζῷον κατ᾿ ἀνθρώπου, τοῦτο δὲ κατὰ Καλλίου,
τοῦτο
δὲ κατ᾿ ἄλλου ἐν τῷ τί ἐστιν. Τὴν μὲν γὰρ
οὐσίαν
ἅπασαν ἔστιν ὁρίσασθαι τὴν τοιαύτην, τὰ δ᾿ ἄπειρα
οὐκ
ἔστι διεξελθεῖν νοοῦντα. Ὤστ᾿ οὔτ᾿ ἐπὶ τὸ ἄνω οὔτ᾿ ἐπὶ
τὸ
κάτω ἄπειρα· ἐκείνην γὰρ οὐκ ἔστιν ὁρίσασθαι, ἧς τὰ
ἄπειρα
κατηγορεῖται. Ὡς μὲν δὴ γένη ἀλλήλων οὐκ ἀντικατηγορηθήσεται·
ἔσται
γὰρ αὐτὸ ὅπερ αὐτό τι. Οὐδὲ μὴν
τοῦ
ποιοῦ τῶν ἄλλων οὐδέν, ἂν μὴ κατὰ συμβεβηκὸς κατηγορηθῇ·
πάντα
γὰρ ταῦτα συμβέβηκε καὶ κατὰ τῶν οὐσιῶν
κατηγορεῖται.
Ἀλλὰ δὴ ὅτι οὐδ᾿ εἰς τὸ ἄνω ἄπειρα ἔσται·
ἑκάστου
γὰρ κατηγορεῖται ἂν σημαίνῃ ποιόν τι ποσόν
τι
τι τῶν τοιούτων τὰ ἐν τῇ οὐσίᾳ· ταῦτα δὲ πεπέρανται,
καὶ
τὰ γένη τῶν κατηγοριῶν πεπέρανται· γὰρ
ποιὸν
ποσὸν πρός τι ποιοῦν πάσχον ποῦ ποτέ.
ποιὸν
ποσὸν πρός τι ποιοῦν πάσχον ποῦ ποτέ.
Ὑπόκειται
δὲ ἓν καθ᾿ ἑνὸς κατηγορεῖσθαι, αὐτὰ δὲ αὑτῶν,
ὅσα
μὴ τί ἐστι, μὴ κατηγορεῖσθαι. Συμβεβηκότα γάρ
ἐστι
πάντα, ἀλλὰ τὰ μὲν καθ᾿ αὑτά, τὰ δὲ καθ᾿ ἕτερον τρόπον·
ταῦτα
δὲ πάντα καθ᾿ ὑποκειμένου τινὸς κατηγορεῖσθαί
φαμεν,
τὸ δὲ συμβεβηκὸς οὐκ εἶναι ὑποκείμενόν τι· οὐδὲν γὰρ
τῶν
τοιούτων τίθεμεν εἶναι, οὐχ ἕτερόν τι ὂν λέγεται λέγεται,
ἀλλ᾿
αὐτὸ ἄλλου καὶ ἄλλ᾿ ἄττα καθ᾿ ἑτέρου. Οὔτ᾿
εἰς
τὸ ἄνω ἄρα ἓν καθ᾿ ἑνὸς οὔτ᾿ εἰς τὸ κάτω ὑπάρχειν λεχθήσεται.
Καθ᾿
ὧν μὲν γὰρ λέγεται τὰ συμβεβηκότα, ὅσα ἐν
τῇ
οὐσίᾳ ἑκάστου· ταῦτα δὲ οὐκ ἄπειρα. Ἄνω δὲ ταῦτά
τε
καὶ τὰ συμβεβηκότα, ἀμφότερα οὐκ ἄπειρα. Ἀνάγκη
ἄρα
εἶναί τι οὗ πρῶτόν τι κατηγορεῖται καὶ τούτου ἄλλο,
καὶ
τοῦτο ἵστασθαι, καὶ εἶναί τι οὐκέτι οὔτε κατ᾿ ἄλλου
προτέρου
οὔτε κατ᾿ ἐκείνου ἄλλο πρότερον κατηγορεῖται. (215)

Εἷς μὲν οὖν τρόπος λέγεται ἀποδείξεως οὗτος, ἔτι δ᾿ ἄλλος,
εἰ
ὧν πρότερα ἄττα κατηγορεῖται, ἔστι τούτων ἀπόδειξις·
ὧν
δ᾿ ἐστὶν ἀπόδειξις, οὔτε βέλτιον ἔχειν ἐγχωρεῖ
πρὸς
αὐτὰ τοῦ εἰδέναι, οὔτ᾿ εἰδέναι ἄνευ ἀποδείξεως. Εἰ δὲ
τόδε
διὰ τῶνδε γνώριμον, τάδε δὲ μὴ ἴσμεν μηδὲ βέλτιον
ἔχομεν
πρὸς αὐτὰ τοῦ εἰδέναι, οὐδὲ τὸ διὰ τούτων γνώριμον
ἐπιστησόμεθα.
Εἰ οὖν ἔστι τι εἰδέναι δι᾿ ἀποδείξεως ἁπλῶς
καὶ
μὴ ἐκ τινῶν μηδ᾿ ἐξ ὑποθέσεως, ἀνάγκη ἵστασθαι τὰς
κατηγορίας
τὰς μεταξύ. Εἰ γὰρ μὴ ἵστανται, ἀλλ᾿ ἔστιν
ἀεὶ
τοῦ ληφθέντος ἐπάνω, ἁπάντων ἔσται ἀπόδειξις· ὥστ᾿ εἰ
τὰ
ἄπειρα μὴ ἐγχωρεῖ διελθεῖν, ὧν ἐστὶν ἀπόδειξις, ταῦτ᾿ οὐκ
εἰσόμεθα
δι᾿ ἀποδείξεως. Εἰ οὖν μηδὲ βέλτιον ἔχομεν πρὸς
αὐτὰ
τοῦ εἰδέναι, οὐκ ἔσται οὐδὲν ἐπίστασθαι δι᾿ ἀποδείξεως
ἁπλῶς
ἀλλ᾿ ἐξ ὑποθέσεως.

Λογικῶς μὲν οὖν ἐκ τούτων ἄν τις πιστεύσειε περὶ τοῦ
λεχθέντος,
ἀναλυτικῶς δὲ διὰ τῶνδε φανερὸν συντομώτερον,
ὅτι
οὔτ᾿ ἐπὶ τὸ ἄνω οὔτ᾿ ἐπὶ τὸ κάτω ἄπειρα τὰ κατηγορούμενα
ἐνδέχεται
εἶναι ἐν ταῖς ἀποδεικτικαῖς ἐπιστήμαις, περὶ
ὧν
σκέψις ἐστίν. μὲν γὰρ ἀπόδειξίς ἐστι τῶν ὅσα
ὑπάρχει
καθ᾿ αὑτὰ τοῖς πράγμασιν. Καθ᾿ αὑτὰ δὲ διττῶς·
ὅσα
τε γὰρ ἐν ἐκείνοις ἐνυπάρχει ἐν τῷ τί ἐστι, καὶ οἷς αὐτὰ
ἐν
τῷ τί ἐστιν ὑπάρχουσιν αὐτοῖς, οἷον τῷ ἀριθμῷ τὸ περιττόν,
ὑπάρχει μὲν ἀριθμῷ, ἐνυπάρχει δ᾿ αὐτὸς ἀριθμὸς
ἐν
τῷ λόγῳ αὐτοῦ, καὶ πάλιν πλῆθος τὸ διαιρετὸν ἐν τῷ
λόγῳ
τοῦ ἀριθμοῦ ἐνυπάρχει. Τούτων δ᾿ οὐδέτερα ἐνδέχεται
ἄπειρα
εἶναι, οὔθ᾿ ὡς τὸ περιττὸν τοῦ ἀριθμοῦ· πάλιν γὰρ
ἂν
ἐν τῷ περιττῷ ἄλλο εἴη, ἐνυπῆρχεν ὑπάρχοντι· τοῦτο
δ᾿
εἰ ἔστι, πρῶτον ἀριθμὸς ἐνυπάρξει ὑπάρχουσιν αὐτῷ.
Εἰ
οὖν μὴ ἐνδέχεται ἄπειρα τοιαῦτα ὑπάρχειν ἐν τῷ ἑνί, οὐδ᾿
ἐπὶ
τὸ ἄνω ἔσται ἄπειρα. Ἀλλὰ μὴν ἀνάγκη γε πάντα (216) ὑπάρχειν τῷ πρώτῳ, οἷον τῷ ἀριθμῷ κἀκείνοις τὸν ἀριθμόν,
ὥστ᾿
ἀντιστρέφοντα ἔσται, ἀλλ᾿ οὐχ ὑπερτείνοντα. Οὐδὲ
μὴν
ὅσα ἐν τῷ τί ἐστιν ἐνυπάρχει, οὐδὲ ταῦτα ἄπειρα· οὐδὲ
γὰρ
ἂν εἴη ὁρίσασθαι. Ὥστ᾿ εἰ τὰ μὲν κατηγορούμενα καθ᾿
αὑτὰ
πάντα λέγεται, ταῦτα δὲ μὴ ἄπειρα, ἵσταιτο ἂν τὰ
ἐπὶ
τὸ ἄνω, ὥστε καὶ ἐπὶ τὸ κάτω.

Εἰ δ᾿ οὕτω, καὶ τὰ ἐν τῷ μεταξὺ δύο ὅρων ἀεὶ πεπερασμένα.
Εἰ
δὲ τοῦτο, δῆλον ἤδη καὶ τῶν ἀποδείξεων ὅτι
ἀνάγκη
ἀρχάς τε εἶναι, καὶ μὴ πάντων εἶναι ἀπόδειξιν, ὅπερ
ἔφαμέν
τινας λέγειν κατ᾿ ἀρχάς. Εἰ γάρ εἰσιν ἀρχαί, οὔτε
πάντ᾿
ἀποδεικτὰ οὔτ᾿ εἰς ἄπειρον οἷόντε βαδίζειν· τὸ γὰρ
εἶναι
τούτων ὁποτερονοῦν οὐδὲν ἄλλο ἐστὶν τὸ εἶναι μηδὲν
διάστημα
ἄμεσον καὶ ἀδιαίρετον, ἀλλὰ πάντα διαιρετά.
Τῷ
γὰρ ἐντὸς ἐμβάλλεσθαι ὅρον, ἀλλ᾿ οὐ τῷ προσλαμβάνεσθαι
ἀποδείκνυται
τὸ ἀποδεικνύμενον. Ὥστ᾿ εἰ τοῦτ᾿ εἰς
ἄπειρον
ἐνδέχεται ἰέναι, ἐνδέχοιτ᾿ ἂν δύο ὅρων ἄπειρα μεταξὺ
εἶναι
μέσα. Ἀλλὰ τοῦτ᾿ ἀδύνατον, εἰ ἵστανται αἱ κατηγορίαι
ἐπὶ
τὸ ἄνω καὶ τὸ κάτω. Ὅτι δὲ ἵστανται, δέδεικται
λογικῶς
μὲν πρότερον, ἀναλυτικῶς δὲ νῦν.


HOME > '������������������������' in 'Aristoteles, Analytica posteriora, 1, 22'
Aristoteles, Analytica posteriora, 1, CAPUT 21 <<<     >>> CAPUT 23
1175w 9.558002948761 s