Aristoteles_cps99, Analytica posteriora, 2, 37HOME > '������������������������' in 'Aristoteles, Analytica posteriora, 2, 37'
Aristoteles, Analytica posteriora, 2, CAPUT 2 <<<     >>> CAPUT 4hide dictionary links

(231) CAPUT 3

Ὅτι μὲν οὖν πάντα τὰ ζητούμενα μέσου ζήτησίς ἐστι,
δῆλον·
πῶς δὲ τὸ τί ἐστι δείκνυται, καὶ τίς τρόπος τῆς
ἀναγωγῆς,
καὶ τί ἐστιν ὁρισμὸς καὶ τίνων, εἴπωμεν, διαπορήσαντες (232) πρῶτον περὶ αὐτῶν. Ἀρχὴ δ᾿ ἔστω τῶν μελλόντων,
ἥπερ
ἐστὶν οἰκειοτάτη τῶν ἐχομένων λόγων. Ἀπορήσειε
γὰρ
ἄν τις, ἆρ᾿ ἔστι τὸ αὐτὸ καὶ κατὰ τὸ αὐτὸ ὁρισμῷ
εἰδέναι
καὶ ἀποδείξει, ἀδύνατον; μὲν γὰρ ὁρισμὸς τοῦ τί
ἐστιν
εἶναι δοκεῖ, τὸ δὲ τί ἐστιν ἅπαν καθόλου καὶ κατηγορικόν·
συλλογισμοὶ
δ᾿ εἰσὶν οἱ μὲν στερητικοί, οἱ δ᾿ οὐ καθόλου,
οἷον
οἱ μὲν ἐν τῷ δευτέρῳ σχήματι στερητικοὶ πάντες,
οἱ
δ᾿ ἐν τῷ τρίτῳ οὐ καθόλου. Εἶτα οὐδὲ τῶν ἐν τῷ
πρώτῳ
σχήματι κατηγορικῶν ἁπάντων ἐστὶν ὁρισμός, οἷον
ὅτι
πᾶν τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει. Τούτου δὲ λόγος,
ὅτι
τὸ ἐπίστασθαί ἐστι τὸ ἀποδεικτικῶς τὸ ἀπόδειξιν
ἔχειν,
ὥστ᾿ εἰ ἐπὶ τῶν τοιούτων ἀπόδειξίς ἐστι, δῆλον ὅτι οὐκ
ἂν
εἴη αὐτῶν καὶ ὁρισμός· ἐπίσταιτο γὰρ ἄν τις καὶ κατὰ
τὸν
ὁρισμόν, οὐκ ἔχων τὴν ἀπόδειξιν· οὐδὲν γὰρ κωλύει μὴ
ἅμα
ἔχειν. Ἱκανὴ δὲ πίστις καὶ ἐκ τῆς ἐπαγωγῆς· οὐδὲν
γὰρ
πώποτε ὁρισάμενοι ἔγνωμεν, οὔτε τῶν καθ᾿ αὑτὸ ὑπαρχόντων
οὔτε
τῶν συμβεβηκότων. Ἔτι εἰ ὁρισμὸς οὐσίας
τις
γνωρισμός, τά γε τοιαῦτα φανερὸν ὅτι οὐκ
οὐσίαι.

Ὄτι μὲν οὖν οὐκ ἔστιν ὁρισμὸς ἅπαντος οὗπερ καὶ ἀπόδειξις,
δῆλον.
Τί δ᾿, οὗ ὁρισμός, ἆρα παντὸς ἀπόδειξίς
ἐστιν
οὔ; εἷς μὲν δὴ λόγος καὶ περὶ τούτου αὐτός.
Τοῦ
γὰρ ἑνός, ἕν, μία ἐπιστήμη. Ὤστ᾿ εἴπερ τὸ ἐπίστασθαι
τὸ
ἀποδεικτὸν ἐστὶ τὸ τὴν ἀπόδειξιν ἔχειν, συμβήσεταί
τι
ἀδύνατον· γὰρ τὸν ὁρισμὸν ἔχων ἄνευ τῆς ἀποδείξεως
ἐπιστήσεται.
Ἔτι αἱ ἀρχαὶ τῶν ἀποδείξεων ὁρισμοί,
ὧν
ὅτι οὐκ ἔσονται ἀποδείξεις δέδεικται πρότερον. ἔσονται
αἱ
ἀρχαὶ ἀποδεικταὶ καὶ τῶν ἀρχῶν ἀρχαί, καὶ τοῦτ᾿ εἰς (233) ἄπειρον βαδιεῖται· τὰ πρῶτα ὁρισμοὶ ἔσονται ἀναπόδεικτοι.

Ἀλλ᾿ ἆρα, εἰ μὴ παντὸς τοῦ αὐτοῦ, ἀλλά τινος τοῦ αὐτοῦ
ἐστὶν
ὁρισμὸς καὶ ἀπόδειξις; ἀδύνατον; οὐ γάρ ἐστιν
ἀπόδειξις
οὗ ὁρισμός. Ὁρισμὸς μὲν γὰρ τοῦ τί ἐστι καὶ
οὐσίας·
αἱ δ᾿ ἀποδείξεις φαίνονται πᾶσαι ὑποτιθέμεναι καὶ
λαμβάνουσαι
τὸ τί ἐστιν, οἷον αἱ μαθηματικαὶ τί μονὰς καὶ
τί
τὸ περιττόν, καὶ αἱ ἄλλαι ὁμοίως. Ἔτι πᾶσα ἀπόδειξις
τὶ
κατά τινος δείκνυσιν, οἷον ὅτι ἔστιν οὐκ ἔστιν· ἐν δὲ τῷ
ὁρισμῷ
οὐδὲν ἕτερον ἑτέρου κατηγορεῖται, οἷον οὔτε τὸ
ζῷον
κατὰ τοῦ δίποδος οὔτε τοῦτο κατὰ τοῦ ζῴου, οὐδὲ δὴ
κατὰ
τοῦ ἐπιπέδου τὸ σχῆμα· οὐ γάρ ἐστι τὸ ἐπίπεδον
σχῆμα,
οὐδὲ τὸ σχῆμα ἐπίπεδον. Ἔτι ἕτερον τὸ τί ἐστι καὶ
ὅτι
ἐστὶ δεῖξαι. μὲν οὖν ὁρισμὸς τί ἐστι δηλοῖ, δὲ ἀπόδειξις
ὅτι
ἔστι τόδε κατὰ τοῦδε οὐκ ἔστιν. Ἑτέρου δὲ
ἑτέρα
ἀπόδειξις, ἐὰν μὴ ὡς μέρος τι τῆς ὅλης. Τοῦτο δὲ
λέγῳ,
ὅτι δέδεικται τὸ ἰσοσκελὲς δύο ὀρθαῖς, εἰ πᾶν τρίγωνον
δέδεικται·
μέρος γάρ, τὸ δ᾿ ὅλον. Ταῦτα δὲ πρὸς ἄλληλα
οὐκ
ἔχει οὕτως, τὸ ὅτι ἔστι καὶ τί ἐστιν· οὐ γάρ ἐστι θατέρου
θάτερον
μέρος.

Φανερὸν ἄρα ὅτι οὔτε οὗ ὁρισμός, τούτου παντὸς ἀπόδειξις,
οὔτε
οὗ ἀπόδειξις, τούτου παντὸς ὁρισμός· ὥστε
ὅλως
τοῦ αὐτοῦ οὐδενὸς ἐνδέχεται ἄμφω ἔχειν. Ὥστε δῆλον
ὡς
οὐδὲ ὁρισμὸς καὶ ἀπόδειξις οὔτε τὸ αὐτὸ ἂν εἴη οὔτε
θάτερον
ἐν θατέρῳ· καὶ γὰρ ἂν τὰ ὑποκείμενα ὁμοίως εἶχεν.


HOME > '������������������������' in 'Aristoteles, Analytica posteriora, 2, 37'
525w 3.5265820026398 s