Aristoteles_cps99, Analytica priora, 1, 11HOME > '������������������������' in 'Aristoteles, Analytica priora, 1, 11'
Aristoteles, Analytica priora, 1, CAPUT 10 <<<     >>> CAPUT 12hide dictionary links

(79) CAPUT 11

Ἐν δὲ τῷ τελευταίῳ σχήματι καθόλου μὲν ὄντων τῶν
ὅρων
πρὸς τὸ μέσον καὶ κατηγορικῶν ἀμφοτέρων τῶν προτάσεων,
ἐὰν
ὁποτερονοῦν ἀναγκαῖον, καὶ τὸ συμπέρασμα
ἔσται
ἀναγκαῖον. Ἐὰν δὲ τὸ μὲν στερητικὸν τὸ δὲ κατηγορικόν,
ὅταν
μὲν τὸ στερητικὸν ἀναγκαῖον ᾖ, καὶ τὸ συμπέρασμα
ἔσται
ἀναγκαῖον, ὅταν δὲ τὸ κατηγορικόν, οὐκ
ἔσται
ἀναγκαῖον. Ἔστωσαν γὰρ ἀμφότεραι κατηγορικαὶ
πρῶτον
αἱ προτάσεις, καὶ τὸ Α καὶ τὸ Β παντὶ τῷ Γ ὑπαρχέτω,
ἀναγκαῖον
δ᾿ ἔστω τὸ Α Γ. Ἐπεὶ οὖν τὸ Β παντὶ
τῷ
Γ ὑπάρχει, καὶ τὸ Γ τινὶ τῷ Β ὑπάρξει διὰ τὸ ἀντιστρέφειν
τὸ
καθόλου τῷ κατὰ μέρος, ὥστ᾿ εἰ παντὶ τῷ Γ τὸ Α
ἐξ
ἀνάγκης ὑπάρχει καὶ τὸ Γ τῷ Β τινί, καὶ τῷ Β τινὶ
ἀναγκαῖον
ὑπάρχειν τὸ Α· τὸ γὰρ Β ὑπὸ τὸ Γ ἐστίν. Γίνεται
οὖν
τὸ πρῶτον σχῆμα. Ὁμοίως δὲ δειχθήσεται καὶ εἰ
τὸ
Β Γ ἐστὶν ἀναγκαῖον· ἀντιστρέφει γὰρ τὸ Γ τῷ Α
τινί,
ὥστ᾿ εἰ παντὶ τῷ Γ τὸ Β ἐξ ἀνάγκης ὑπάρχει, καὶ τῷ
Α
τινὶ ὑπάρξει ἐξ ἀνάγκης. Πάλιν ἔστω τὸ μὲν Α Γ στερητικόν,
τὸ
δὲ Β Γ καταφατικόν, ἀναγκαῖον δὲ τὸ στερητικόν.
Ἐπεὶ
οὖν ἀντιστρέφει τινὶ τῷ Β τὸ Γ, τὸ δὲ Α οὐδενὶ
τῷ
Γ ἐξ ἀνάγκης, οὐδὲ τῷ Β τινὶ ὑπάρξει ἐξ ἀνάγκης τὸ Α·
τὸ
γὰρ Β ὑπὸ τὸ Γ ἐστίν. Εἰ δὲ τὸ κατηγορικὸν ἀναγκαῖον,
οὐκ
ἔσται τὸ συμπέρασμα ἀναγκαῖον. Ἔστω γὰρ
τὸ
Β Γ κατηγορικὸν καὶ ἀναγκαῖον, τὸ δὲ Α Γ στερητικὸν
καὶ
μὴ ἀναγκαῖον. Ἐπεὶ οὖν ἀντιστρέφει τὸ καταφατικόν,
ὑπάρξει
καὶ τὸ Γ τινὶ τῷ Β ἐξ ἀνάγκης, ὥστ᾿ εἰ τὸ μὲν Α
μηδενὶ
τῶν Γ τὸ δὲ Γ τινὶ τῶν Β, τὸ Α τινὶ τῶν Β οὐχ
ὑπάρξει·
ἀλλ᾿ οὐκ ἐξ ἀνάγκης· δέδεικται γὰρ ἐν τῷ πρώτῳ (80) σχήματι ὅτι τῆς στερητικῆς προτάσεως μὴ ἀναγκαίας οὔσης
οὐδὲ
τὸ συμπέρασμα ἔσται ἀναγκαῖον. Ἔτι κἂν διὰ τῶν
ὅρων
εἴη φανερόν. Ἔστω γὰρ τὸ μὲν Α ἀγαθόν, τὸ δ᾿ ἐφ᾿
Β ζῷον, τὸ δὲ Γ ἵππος. Τὸ μὲν οὖν ἀγαθὸν ἐνδέχεται
μηδενὶ
ἵππῳ ὑπάρχειν, τὸ δὲ ζῷον ἀνάγκη παντὶ ὑπάρχειν·
ἀλλ᾿
οὐκ ἀνάγκη ζῷόν τι μὴ εἶναι ἀγαθόν, εἴπερ ἐνδέχεται
πᾶν
εἶναι ἀγαθόν. εἰ μὴ τοῦτο δυνατόν, ἀλλὰ τὸ ἐγρηγορέναι
καθεύδειν ὅρον θετέον· ἅπαν γὰρ ζῷον δεκτικὸν
τούτων.

Εἰ μὲν οὖν οἱ ὅροι καθόλου πρὸς τὸ μέσον εἰσίν, εἴρηται
πότε
ἔσται τὸ συμπέρασμα ἀναγκαῖον· εἰ δ᾿ μὲν καθόλου
δ᾿ ἐν μέρει, κατηγορικῶν μὲν ὄντων ἀμφοτέρων, ὅταν τὸ
καθόλου
γένηται ἀναγκαῖον, καὶ τὸ συμπέρασμα ἔσται ἀναγκαῖον.
Ἀπόδειξις
δ᾿ αὐτὴ καὶ πρότερον· ἀντιστρέφει
γὰρ
καὶ τὸ ἐν μέρει κατηγορικόν. Εἰ οὖν ἀνάγκη τὸ Β παντὶ
τῷ
Γ ὑπάρχειν, τὸ δὲ Α ὑπὸ τὸ Γ ἐστίν, ἀνάγκη τὸ Β τινὶ
τῷ
Α ὑπάρχειν. Εἰ δὲ τὸ Β τῷ Α τινί, καὶ τὸ Α τῷ Β τινὶ
ὑπάρχειν
ἀναγκαῖον· ἀντιστρέφει γάρ. Ὁμοίως δὲ καὶ εἰ τὸ
Α
Γ εἴη ἀναγκαῖον καθόλου ὄν· τὸ γὰρ Β ὑπὸ τὸ Γ ἐστίν.
Εἰ
δὲ τὸ ἐν μέρει ἐστὶν ἀναγκαῖον, οὐκ ἔσται τὸ συμπέρασμα
ἀναγκαῖον.
Ἔστω γὰρ τὸ Β Γ ἐν μέρει τε καὶ ἀναγκαῖον,
τὸ
δὲ Α παντὶ τῷ Γ ὑπαρχέτω, μὴ μέντοι ἐξ ἀνάγκης. Ἀντιστραφέντος
οὖν
τοῦ Β Γ τὸ πρῶτον γίνεται σχῆμα, καὶ
μὲν
καθόλου πρότασις οὐκ ἀναγκαία, δ᾿ ἐν μέρει ἀναγκαία.
Ὅτε
δ᾿ οὕτως ἔχοιεν αἱ προτάσεις, οὐκ ἦν τὸ συμπέρασμα
ἀναγκαῖον,
ὥστ᾿ οὐδ᾿ ἐπὶ τούτων. Ἔτι δὲ καὶ ἐκ τῶν ὅρων
φανερόν.
Ἔστω γὰρ τὸ μὲν Α ἐγρήγορσις, τὸ δὲ Β δίπουν,
ἐφ᾿
δὲ τὸ Γ ζῷον. Τὸ μὲν οὖν Β τινὶ τῷ Γ ἀνάγκη ὑπάρχειν,
τὸ
δὲ Α τῷ Γ ἐνδέχεται, καὶ τὸ Α τῷ Β οὐκ ἀναγκαῖον·
οὐ
γὰρ ἀνάγκη δίπουν τι καθεύδειν ἐγρηγορέναι.
Ὁμοίως
δὲ καὶ διὰ τῶν αὐτῶν ὅρων δειχθήσεται καὶ εἰ τὸ Α
Γ
εἴη ἐν μέρει τε καὶ ἀναγκαῖον. Εἰ δ᾿ μὲν κατηγορικὸς
δὲ
στερητικὸς τῶν ὅρων, ὅταν μὲν τὸ καθόλου στερητικόν (81) τε καὶ ἀναγκαῖον, καὶ τὸ συμπέρασμα ἔσται ἀναγκαῖον· εἰ
γὰρ
τὸ Α τῷ Γ μηδενὶ ἐνδέχεται, τὸ δὲ Β τινὶ τῷ Γ ὑπάρχει,
τὸ
Α τινὶ τῷ Β ἀνάγκη μὴ ὑπάρχειν. Ὅταν δὲ τὸ
καταφατικὸν
ἀναγκαῖον τεθῇ, καθόλου ὂν ἐν μέρει, τὸ
στερητικὸν
κατὰ μέρος, οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον.
Τὰ
μὲν γὰρ ἄλλα ταὐτὰ καὶ ἐπὶ τῶν πρότερον ἐροῦμεν,
ὅροι
δ᾿ ὅταν μὲν τὸ καθόλου κατηγορικὸν ἀναγκαῖον, ἐγρήγορσις—ζῷον—ἄνθρωπος,
μέσον
ἄνθρωπος, ὅταν δ᾿ ἐν μέρει
τὸ
κατηγορικὸν ἀναγκαῖον, ἐγρήγορσις—ζῷον—λευκόν· ζῷον
μὲν
γὰρ ἀνάγκη τινὶ λευκῷ ὑπάρχειν, ἐγρήγορσις δ᾿ ἐνδέχεται
μηδενί,
καὶ οὐκ ἀνάγκη τινὶ ζῴῳ μὴ ὑπάρχειν ἐγρήγορσιν.
Ὅταν
δὲ τὸ στερητικὸν ἐν μέρει ὂν ἀναγκαῖον ᾖ, δίπουν—κινούμενον—ζῷον,
μέσον
ζῷον.


HOME > '������������������������' in 'Aristoteles, Analytica priora, 1, 11'
752w 7.6099750995636 s