Aristoteles_cps99, Analytica priora, 1, 17HOME > '������������������������' in 'Aristoteles, Analytica priora, 1, 17'
Aristoteles, Analytica priora, 1, CAPUT 16 <<<     >>> CAPUT 18hide dictionary links

(93) CAPUT 17

Ἐν δὲ τῷ δευτέρῳ σχήματι ὅταν μὲν ἐνδέχεσθαι λαμβάνωσιν
ἀμφότεραι
αἱ προτάσεις, οὐδεὶς ἔσται συλλογισμός,
οὔτε
κατηγορικῶν οὔτε στερητικῶν τιθεμένων, οὔτε καθόλου
οὔτε
κατὰ μέρος· ὅταν δὲ μὲν ὑπάρχειν δ᾿ ἐνδέχεσθαι
σημαίνῃ,
τῆς μὲν καταφατικῆς ὑπάρχειν σημαινούσης οὐδέποτ᾿
ἔσται,
τῆς δὲ στερητικῆς τῆς καθόλου ἀεί. Τὸν αὐτὸν
δὲ
τρόπον καὶ ὅταν μὲν ἐξ ἀνάγκης δ᾿ ἐνδέχεσθαι λαμβάνηται
τῶν
προτάσεων. Δεῖ δὲ καὶ ἐν τούτοις λαμβάνειν (94) τὸ ἐν τοῖς συμπεράσμασιν ἐνδεχόμενον, ὥσπερ ἐν τοῖς πρότερον.

Πρῶτον οὖν δεικτέον ὅτι οὐκ ἀντιστρέφει τὸ ἐν τῷ ἐνδέχεσθαι
στερητικόν,
οἷον εἰ τὸ Α ἐνδέχεται μηδενὶ τῷ Β,
οὐκ
ἀνάγκη καὶ τὸ Β ἐνδέχεσθαι μηδενὶ τῷ Α. Κείσθω
γὰρ
τοῦτο, καὶ ἐνδεχέσθω τὸ Β μηδενὶ τῷ Α ὑπάρχειν.
Οὐκοῦν
ἐπεὶ ἀντιστρέφουσιν αἱ ἐν τῷ ἐνδέχεσθαι καταφάσεις
ταῖς
ἀποφάσεσι, καὶ αἱ ἐναντίαι καὶ αἱ ἀντικείμεναι, τὸ δὲ Β
τῷ
Α ἐνδέχεται μηδενὶ ὑπάρχειν, φανερὸν ὅτι καὶ παντὶ ἐνδέχοιτο
ἂν
τὸ Β τῷ Α ὑπάρχειν. Τοῦτο δὲ ψεῦδος· οὐ
γὰρ
εἰ τόδε τῷδε παντὶ ἐνδέχεται, καὶ τόδε τῷδε ἀναγκαῖον·
ὥστ᾿
οὐκ ἀντιστρέφει τὸ στερητικόν. Ἔτι δ᾿ οὐδὲν κωλύει
τὸ
μὲν Α τῷ Β ἐνδέχεσθαι μηδενί, τὸ δὲ Β τινὶ τῶν Α ἐξ
ἀνάγκης
μὴ ὑπάρχειν, οἷον τὸ μὲν λευκὸν παντὶ ἀνθρώπῳ
ἐνδέχεται
μὴ ὑπάρχειν (καὶ γὰρ ὑπάρχειν), ἄνθρωπον δ᾿ οὐκ
ἀληθὲς
εἰπεῖν ὡς ἐνδέχεται μηδενὶ λευκῷ· πολλοῖς γὰρ ἐξ
ἀνάγκης
οὐχ ὑπάρχει, τὸ δ᾿ ἀναγκαῖον οὐκ ἦν ἐνδεχόμενον.
Ἀλλὰ
μὴν οὐδ᾿ ἐκ τοῦ ἀδυνάτου δειχθήσεται ἀντιστρέφον,
οἷον
εἴ τις ἀξιώσειεν, ἐπεὶ ψεῦδος τὸ ἐνδέχεσθαι τὸ Β τῷ Α
μηδενὶ
ὑπάρχειν, ἀληθὲς τὸ μὴ ἐνδέχεσθαι μηδενί· φάσις
γὰρ
καὶ ἀπόφασις. Εἰ δὲ τοῦτ᾿, ἀληθὲς ἐξ ἀνάγκης τινὶ
τῶν
Α τὸ Β ὑπάρχειν· ὥστε καὶ τὸ Α τινὶ τῶν Β. Τοῦτο
δ᾿
ἀδύνατον· οὐ γὰρ εἰ μὴ ἐνδέχεται μηδενὶ τὸ Β τῷ Α,
ἀνάγκη
τινὶ ὑπάρχειν. Τὸ γὰρ μὴ ἐνδέχεσθαι μηδενὶ διχῶς
λέγεται,
τὸ μὲν εἰ ἐξ ἀνάγκης τινὶ ὑπάρχει, τὸ δ᾿ εἰ ἐξ
ἀνάγκης
τινὶ μὴ ὑπάρχει· τὸ γὰρ ἐξ ἀνάγκης τινὶ τῶν Α μὴ
ὑπάρχον
οὐκ ἀληθὲς εἰπεῖν ὡς παντὶ ἐνδέχεται μὴ ὑπάρχειν,
ὥσπερ
οὐδὲ τὸ τινὶ ὑπάρχον ἐξ ἀνάγκης ὅτι παντὶ ἐνδέχεται
ὑπάρχειν.
Εἰ οὖν τις ἀξιοίη, ἐπεὶ οὐκ ἐνδέχεται τὸ Γ τῷ Δ (95) παντὶ ὑπάρχειν, ἐξ ἀνάγκης τινὶ μὴ ὑπάρχειν αὐτό, ψεῦδος
ἂν
λαμβάνοι· παντὶ γὰρ ὑπάρχει, ἀλλ᾿ ὅτι ἐν ἐνίοις ἐξ ἀνάγκης
ὑπάρχει,
διὰ τοῦτό φαμεν οὐ παντὶ ἐνδέχεσθαι. Ὥστε
τῷ
ἐνδέχεσθαι παντὶ ὑπάρχειν τό τ᾿ ἐξ ἀνάγκης τινὶ ὑπάρχειν
ἀντίκειται
καὶ τὸ ἐξ ἀνάγκης τινὶ μὴ ὑπάρχειν. Ὁμοίως
δὲ
καὶ τῷ ἐνδέχεσθαι μηδενί. Δῆλον οὖν ὅτι πρὸς τὸ οὕτως
ἐνδεχόμενον
καὶ μὴ ἐνδεχόμενον, ὡς ἐν ἀρχῇ διωρίσαμεν, οὐ
τὸ
ἐξ ἀνάγκης τινὶ ὑπάρχειν ἀλλὰ τὸ ἐξ ἀνάγκης τινὶ μὴ
ὑπάρχειν
ληπτέον. Τούτου δὲ ληφθέντος οὐδὲν συμβαίνει
ἀδύνατον,
ὥστ᾿ οὐ γίνεται συλλογισμός. Φανερὸν οὖν ἐκ
τῶν
εἰρημένων ὅτι οὐκ ἀντιστρέφει τὸ στερητικόν.

Τούτου δὲ δειχθέντος κείσθω τὸ Α τῷ μὲν Β ἐνδέχεσθαι
μηδενί,
τῷ δὲ Γ παντί. Διὰ μὲν οὖν τῆς ἀντιστροφῆς οὐκ
ἔσται
συλλογισμός· εἴρηται γὰρ ὅτι οὐκ ἀντιστρέφει τοιαύτη
πρότασις.
Ἀλλ᾿ οὐδὲ διὰ τοῦ ἀδυνάτου· τεθέντος γὰρ
τοῦ
Β παντὶ τῷ Γ ἐνδέχεσθαι ὑπάρχειν οὐδὲν συμβαίνει
ψεῦδος·
ἐνδέχοιτο γὰρ ἂν τὸ Α τῷ Γ καὶ παντὶ καὶ μηδενὶ
ὑπάρχειν.
Ὅλως δ᾿ εἰ ἔστι συλλογισμός, δῆλον ὅτι τοῦ ἐνδέχεσθαι
ἂν
εἴη διὰ τὸ μηδετέραν τῶν προτάσεων εἰλῆφθαι
ἐν
τῷ ὑπάρχειν, καὶ οὗτος καταφατικὸς στερητικός· οὐδετέρως
δ᾿
ἐγχωρεῖ. Καταφατικοῦ μὲν γὰρ τεθέντος δειχθήσεται
διὰ
τῶν ὅρων ὅτι οὐκ ἐνδέχεται ὑπάρχειν, στερητικοῦ
δέ,
ὅτι τὸ συμπέρασμα οὐκ ἐνδεχόμενον ἀλλ᾿ ἀναγκαῖόν ἐστιν.
Ἔστω
γὰρ τὸ μὲν Α λευκόν, τὸ δὲ Β ἄνθρωπος, ἐφ᾿ δὲ
Γ
ἵππος. Τὸ δὴ Α, τὸ λευκόν, ἐνδέχεται τῷ μὲν παντὶ τῷ
δὲ
μηδενὶ ὑπάρχειν. Ἀλλὰ τὸ Β τῷ Γ οὔτε ὑπάρχειν ἐνδέχεται
οὔτε
μὴ ὑπάρχειν. Ὅτι μὲν οὖν ὑπάρχειν οὐκ ἐγχωρεῖ,
φανερόν·
οὐδεὶς γὰρ ἵππος ἄνθρωπος. Ἀλλ᾿ οὐδ᾿ ἐνδέχεσθαι
μὴ
ὑπάρχειν· ἀνάγκη γὰρ μηδένα ἵππον ἄνθρωπον
εἶναι,
τὸ δ᾿ ἀναγκαῖον οὐκ ἦν ἐνδεχόμενον. Οὐκ ἄρα γίνεται
συλλογισμός.
Ὁμοίως δὲ δειχθήσεται καὶ ἂν ἀνάπαλιν τεθῇ
τὸ
στερητικόν, κἂν ἀμφότεραι καταφατικαὶ ληφθῶσιν
στερητικαί·
διὰ γὰρ τῶν αὐτῶν ὅρων ἔσται ἀπόδειξις. (96) Καὶ ὅταν μὲν καθόλου δ᾿ ἐν μέρει, ἀμφότεραι κατὰ
μέρος
ἀδιόριστοι, ὁσαχῶς ἄλλως ἐνδέχεται μεταλαβεῖν
τὰς
προτάσεις· ἀεὶ γὰρ ἔσται διὰ τῶν αὐτῶν ὅρων ἀπόδειξις.
Φανερὸν
οὖν ὅτι ἀμφοτέρων τῶν προτάσεων κατὰ τὸ
ἐνδέχεσθαι
τιθεμένων οὐδεὶς γίνεται συλλογισμός.


HOME > '������������������������' in 'Aristoteles, Analytica priora, 1, 17'
702w 6.9597630500793 s