Aristoteles_cps99, Analytica priora, 1, 27HOME > '������������������������' in 'Aristoteles, Analytica priora, 1, 27'
Aristoteles, Analytica priora, 1, CAPUT 26 <<<     >>> CAPUT 28hide dictionary links

(110) CAPUT 27

Πῶς δ᾿ εὐπορήσομεν αὐτοὶ πρὸς τὸ τιθέμενον ἀεὶ συλλογισμῶν,
καὶ
διὰ ποίας ὁδοῦ ληψόμεθα τὰς περὶ ἕκαστον ἀρχάς,
νῦν
ἤδη λεκτέον· οὐ γὰρ μόνον ἴσως δεῖ τὴν γένεσιν
θεωρεῖν
τῶν συλλογισμῶν, ἀλλὰ καὶ τὴν δύναμιν ἔχειν τοῦ
ποιεῖν.

Ἁπάντων δὴ τῶν ὄντων τὰ μέν ἐστι τοιαῦτα ὥστε κατὰ
μηδενὸς
ἄλλου κατηγορεῖσθαι ἀληθῶς καθόλου, οἷον Κλέων
καὶ
Καλλίας καὶ τὸ καθ᾿ ἕκαστον καὶ αἰσθητόν, κατὰ δὲ
τούτων
ἄλλα (καὶ γὰρ ἄνθρωπος καὶ ζῷον ἑκάτερος τούτων
ἐστί)·
τὰ δ᾿ αὐτὰ μὲν κατ᾿ ἄλλων κατηγορεῖται, κατὰ δὲ
τούτων
ἄλλα πρότερον οὐ κατηγορεῖται· τὰ δὲ καὶ αὐτὰ
ἄλλων
καὶ αὐτῶν ἕτερα, οἷον ἄνθρωπος Καλλίου καὶ ἀνθρώπου
ζῷον.
Ὅτι μὲν οὖν ἔνια τῶν ὄντων κατ᾿ οὐδενὸς πέφυκε
λέγεσθαι,
δῆλον· τῶν γὰρ αἰσθητῶν σχεδὸν ἕκαστόν ἐστι
τοιοῦτον
ὥστε μὴ κατηγορεῖσθαι κατὰ μηδενός, πλὴν ὡς
κατὰ
συμβεβηκός· φαμὲν γάρ ποτε τὸ λευκὸν ἐκεῖνο Σωκράτην
εἶναι
καὶ τὸ προσιὸν Καλλίαν. Ὅτι δὲ καὶ ἐπὶ τὸ
ἄνω
πορευομένοις ἵσταταί ποτε, πάλιν ἐροῦμεν· νῦν δ᾿ ἔστω
τοῦτο
κείμενον. Κατὰ μὲν οὖν τούτων οὐκ ἔστιν ἀποδεῖξαι
κατηγορούμενον
ἕτερον, πλὴν εἰ μὴ κατὰ δόξαν, ἀλλὰ ταῦτα
κατ᾿
ἄλλων· οὐδὲ τὰ καθ᾿ ἕκαστα κατ᾿ ἄλλων, ἀλλ᾿ ἕτερα
κατ᾿
ἐκείνων. Τὰ δὲ μεταξὺ δῆλον ὡς ἀμφοτέρως ἐνδέχεται·
καὶ
γὰρ αὐτὰ κατ᾿ ἄλλων καὶ ἄλλα κατὰ τούτων λεχθήσεται,
καὶ
σχεδὸν οἱ λόγοι καὶ αἱ σκέψεις εἰσὶ μάλιστα περὶ
τούτων.

Δεῖ δὴ τὰς προτάσεις περὶ ἕκαστον οὕτως ἐκλαμβάνειν,
ὑποθέμενον
αὐτὸ πρῶτον καὶ τοὺς ὁρισμούς τε καὶ ὅσα ἴδια
τοῦ
πράγματός ἐστιν, εἶτα μετὰ τοῦτο ὅσα ἕπεται τῷ πράγματι,
καὶ
πάλιν οἷς τὸ πρᾶγμα ἀκολουθεῖ, καὶ ὅσα μὴ ἐν (111) δέχεται αὐτῷ ὑπάρχειν. Οἷς δ᾿ αὐτὸ μὴ ἐνδέχεται, οὐκ ἐκληπτέον
διὰ
τὸ ἀντιστρέφειν τὸ στερητικόν. Διαιρετέον δὲ
καὶ
τῶν ἑπομένων ὅσα τε ἐν τῷ τί ἐστι καὶ ὅσα ὡς ἴδια καὶ
ὅσα
ὡς συμβεβηκότα κατηγορεῖται, καὶ τούτων ποῖα δοξαστικῶς
καὶ
ποῖα κατ᾿ ἀλήθειαν· ὅσῳ μὲν γὰρ ἂν πλειόνων
τοιούτων
εὐπορῇ τις, θᾶττον ἐντεύξεται συμπεράσματι, ὅσῳ
δ᾿
ἂν ἀληθεστέρων, μᾶλλον ἀποδείξει. δεῖ δ᾿ ἐκλέγειν μὴ
τὰ
ἑπόμενα τινί, ἀλλ᾿ ὅσα ὅλῳ τῷ πράγματι ἕπεται, οἷον
μὴ
τί τινὶ ἀνθρώπῳ ἀλλὰ τί παντὶ ἀνθρώπῳ ἕπεται· διὰ
γὰρ
τῶν καθόλου προτάσεων συλλογισμός. Ἀδιορίστου
μὲν
οὖν ὄντος ἄδηλον εἰ καθόλου πρότασις, διωρισμένου δὲ
φανερόν.
Ὁμοίως δ᾿ ἐκλεκτέον καὶ οἷς αὐτὸ ἕπεται ὅλοις,
διὰ
τὴν εἰρημένην αἰτίαν. Αὐτὸ δὲ τὸ ἑπόμενον οὐ ληπτέον
ὅλον
ἕπεσθαι, λέγω δ᾿ οἷον ἀνθρώπῳ πᾶν ζῷον μουσικῇ
πᾶσαν
ἐπιστήμην, ἀλλὰ μόνον ἁπλῶς ἀκολουθεῖν, καθάπερ
καὶ
προτεινόμεθα· καὶ γὰρ ἄχρηστον θάτερον καὶ ἀδύνατον,
οἷον
πάντα ἄνθρωπον εἶναι πᾶν ζῷον δικαιοσύνην ἅπαν
ἀγαθόν.
Ἀλλ᾿ ἕπεται, ἐπ᾿ ἐκείνου τὸ παντὶ λέγεται.
Ὅταν
δ᾿ ὑπό τινος περιέχηται τὸ ὑποκείμενον τὰ ἑπόμενα
δεῖ
λαβεῖν, τὰ μὲν τῷ καθόλου ἑπόμενα μὴ ἑπόμενα οὐκ
ἐκλεκτέον
ἐν τούτοις (εἴληπται γὰρ ἐν ἐκείνοις· ὅσα γὰρ
ζῴῳ,
καὶ ἀνθρώπῳ ἕπεται, καὶ ὅσα μὴ ὑπάρχει, ὡσαύτως),
τὰ
δὲ περὶ ἕκαστον ἴδια ληπτέον· ἔστι γὰρ ἄττα τῷ εἴδει
ἴδια
παρὰ τὸ γένος· ἀνάγκη γὰρ τοῖς ἑτέροις εἴδεσιν ἴδια
ἄττα
ὑπάρχειν. Οὐδὲ δὴ τῷ καθόλου ἐκλεκτέον οἷς ἕπεται
τὸ
περιεχόμενον, οἷον ζῴῳ οἷς ἕπεται ἄνθρωπος· ἀνάγκη
γάρ,
εἰ ἀνθρώπῳ ἀκολουθεῖ τὸ ζῷον, καὶ τούτοις ἅπασιν
ἀκολουθεῖν.
Οἰκειότερα δὲ ταῦτα τῆς τοῦ ἀνθρώπου ἐκλογῆς.
Ληπτέον
δὲ καὶ τὰ ὡς ἐπὶ τὸ πολὺ ἑπόμενα καὶ οἷς
ἕπεται·
τῶν γὰρ ὡς ἐπὶ τὸ πολὺ προβλημάτων καὶ συλλογισμὸς
ἐκ
τῶν ὡς ἐπὶ τὸ πολὺ προτάσεων, πασῶν τινῶν·
ὅμοιον
γὰρ ἑκάστου τὸ συμπέρασμα ταῖς ἀρχαῖς. Ἔτι τὰ (112) πᾶσιν ἑπόμενα οὐκ ἐκλεκτέον· οὐ γὰρ ἔσται συλλογισμὸς ἐξ
αὐτῶν.
Δι᾿ ἣν δ᾿ αἰτίαν, ἐν τοῖς ἑπομένοις ἔσται δῆλον.


HOME > '������������������������' in 'Aristoteles, Analytica priora, 1, 27'
571w 3.1224739551544 s