Aristoteles_cps99, Analytica priora, 1, 31HOME > '������������������������' in 'Aristoteles, Analytica priora, 1, 31'
Aristoteles, Analytica priora, 1, CAPUT 30 <<<     >>> CAPUT 32hide dictionary links

(118) CAPUT 31

Ὅτι δ᾿ διὰ τῶν γενῶν διαίρεσις μικρόν τι μόριόν ἐστι
τῆς
εἰρημένης μεθόδου, ῥᾴδιον ἰδεῖν· ἔστι γὰρ διαίρεσις
οἷον
ἀσθενὴς συλλογισμός· μὲν γὰρ δεῖ δεῖξαι αἰτεῖται,
συλλογίζεται
δ᾿ ἀεί τι τῶν ἄνωθεν. Πρῶτον δ᾿ αὐτὸ τοῦτο
ἐλελήθει
τοὺς χρωμένους αὐτῇ πάντας, καὶ πείθειν ἐπεχείρουν
ὡς
ὄντος δυνατοῦ περὶ οὐσίας ἀπόδειξιν γίνεσθαι καὶ τοῦ τί
ἐστιν.
Ὤστ᾿ οὔτε τι ἐνδέχεται συλλογίσασθαι διαιρούμενοι
ξυνίεσαν,
οὔτε ὅτι οὕτως ἐνεδέχετο ὥσπερ εἰρήκαμεν.
Ἒν
μὲν οὖν ταῖς ἀποδείξεσιν, ὅταν δέῃ τι συλλογίσασθαι
ὑπάρχειν,
δεῖ τὸ μέσον, δι᾿ οὗ γίνεται συλλογισμός, καὶ
ἧττον
ἀεὶ εἶναι καὶ μὴ καθόλου τοῦ πρώτου τῶν ἄκρων·
δὲ
διαίρεσις τοὐναντίον βούλεται· τὸ γὰρ καθόλου λαμβάνει
μέσον.
Ἔστω γὰρ ζῷον μὲν ἐφ᾿ οὗ Α, τὸ δὲ θνητὸν ἐφ᾿
οὗ
Β, καὶ ἀθάνατον ἐφ᾿ οὗ Γ, δ᾿ ἄνθρωπος, οὗ τὸν λόγον
δεῖ
λαβεῖν, ἐφ᾿ οὗ τὸ Δ. Ἅπαν δὴ ζῷον λαμβάνει θνητὸν
ἀθάνατον· τοῦτο δ᾿ ἐστίν, ἂν A, ἅπαν εἶναι Β Γ.
Πάλιν
τὸν ἄνθρωπον ἀεὶ διαιρούμενος τίθεται ζῷον εἶναι,
ὥστε
κατὰ τοῦ Δ τὸ Α λαμβάνει ὑπάρχειν. μὲν οὖν
συλλογισμός
ἐστιν ὅτι τὸ Δ Β Γ ἅπαν ἔσται, ὥστε
τὸν
ἄνθρωπον θνητὸν μὲν ἀθάνατον ἀναγκαῖον εἶναι,
ζῷον
θνητὸν δὲ οὐκ ἀναγκαῖον, ἀλλ᾿ αἰτεῖται· τοῦτο δ᾿ ἦν
ἔδει
συλλογίσασθαι. Καὶ πάλιν θέμενος τὸ μὲν Α ζῷον
θνητόν,
ἐφ᾿ οὗ τὸ Β ὑπόπουν, ἐφ᾿ οὗ δὲ τὸ Γ ἄπουν, τὸν (119) δ᾿ ἄνθρωπον τὸ Δ, ὡσαύτως λαμβάνει τὸ μὲν Α ἤτοι ἐν τῷ
Β
ἐν τῷ Γ εἶναι (ἅπαν γὰρ ζῷον θνητὸν ὑπόπουν
ἄπουν
ἐστί), κατὰ δὲ τοῦ Δ τὸ Α (τὸν γὰρ ἄνθρωπον
ζῷον
θνητὸν εἶναι ἔλαβεν)· ὥστ᾿ ὑπόπουν μὲν ἄπουν εἶναι
ζῷον
ἀνάγκη τὸν ἄνθρωπον, ὑπόπουν δ᾿ οὐκ ἀνάγκη, ἀλλὰ
λαμβάνει·
τοῦτο δ᾿ ἦν ἔδει πάλιν δεῖξαι. Καὶ τοῦτον
δὴ
τὸν τρόπον ἀεὶ διαιρουμένοις τὸ μὲν καθόλου συμβαίνει
αὐτοῖς
μέσον λαμβάνειν, καθ᾿ οὗ δ᾿ ἔδει δεῖξαι καὶ τὰς διαφορὰς
ἄκρα.
Τέλος δέ, ὅτι τοῦτ᾿ ἔστιν ἄνθρωπος τι
ποτ᾿
ἂν τὸ ζητούμενον, οὐδὲν λέγουσι σαφές, ὥστ᾿ ἀναγκαῖον
εἶναι·
καὶ γὰρ τὴν ἄλλην ὁδὸν ποιοῦνται πᾶσαν, οὐδὲ
τὰς
ἐνδεχομένας εὐπορίας ὑπολαμβάνοντες ὑπάρχειν. Φανερὸν
δ᾿
ὅτι οὔτ᾿ ἀνασκευάσαι ταύτῃ τῇ μεθόδῳ ἔστιν, οὔτε
περὶ
συμβεβηκότος ἰδίου συλλογίσασθαι, οὔτε περὶ γένους,
οὔτ᾿
ἐν οἷς ἀγνοεῖται τὸ πότερον ὧδε ὧδε ἔχει, οἷον
ἆρ᾿
διάμετρος ἀσύμμετρος. Ἐὰν γὰρ λάβῃ ὅτι ἅπαν
μῆκος
σύμμετρον ἀσύμμετρον, δὲ διάμετρος μῆκος,
συλλελόγισται
ὅτι ἀσύμμετρος σύμμετρος διάμετρος.
Εἰ
δὲ λήψεται ἀσύμμετρον, ἔδει συλλογίσασθαι, λήψεται.
Οὐκ
ἄρα ἔστι δεῖξαι· μὲν γὰρ ὁδὸς αὕτη, διὰ ταύτης
δ᾿
οὐκ ἔστιν. Τὸ ἀσύμμετρον σύμμετρον ἐφ᾿ οὗ Α,
μῆκος
Β, διάμετρος Γ. Φανερὸν οὖν ὅτι οὔτε πρὸς πᾶσαν
σκέψιν
ἁρμόζει τῆς ζητήσεως τρόπος, οὔτ᾿ ἐν οἷς μάλιστα
δοκεῖ
πρέπειν, ἐν τούτοις ἐστὶ χρήσιμος.

Ἐκ τίνων μὲν οὖν αἱ ἀποδείξεις γίνονται καὶ πῶς, καὶ εἰς
ὁποῖα
βλεπτέον καθ᾿ ἕκαστον πρόβλημα, φανερὸν ἐκ τῶν


HOME > '������������������������' in 'Aristoteles, Analytica priora, 1, 31'
483w 1.8086080551147 s