Aristoteles_cps99, Analytica priora, 1, 36HOME > '������������������������' in 'Aristoteles, Analytica priora, 1, 36'
Aristoteles, Analytica priora, 1, CAPUT 35 <<<     >>> CAPUT 37hide dictionary links

(123) CAPUT 36

Τὸ δὲ ὑπάρχειν τὸ πρῶτον τῷ μέσῳ καὶ τοῦτο τῷ ἄκρῳ
οὐ
δεῖ λαμβάνειν ὡς ἀεὶ κατηγορηθησομένων ἀλλήλων ὁμοίως
τό
τε πρῶτον τοῦ μέσου καὶ τοῦτο τοῦ ἐσχάτου. Καὶ ἐπὶ
τοῦ
μὴ ὑπάρχειν δ᾿ ὡσαύτως. Ἀλλ᾿ ὁσαχῶς τὸ εἶναι λέγεται
καὶ
τὸ ἀληθὲς εἰπεῖν αὐτὸ τοῦτο, τοσαυταχῶς οἴεσθαι
χρὴ
σημαίνειν καὶ τὸ ὑπάρχειν. Οἷον ὅτι τῶν ἐναντίων ἐστὶ
μία
ἐπιστήμη. Ἔστω γὰρ τὸ Α τὸ μίαν εἶναι ἐπιστήμην,
τὰ
ἐναντία ἀλλήλοις ἐφ᾿ οὗ Β. Τὸ δὴ Α τῷ Β ὑπάρχει
οὐχ
ὡς τὰ ἐναντία, τὸ μίαν εἶναι αὐτῶν ἐπιστήμην, ἀλλ᾿ ὅτι
ἀληθὲς
εἰπεῖν κατ᾿ αὐτῶν μίαν εἶναι αὐτῶν ἐπιστήμην. (124)

Συμβαίνει δ᾿ ὁτὲ μὲν ἐπὶ τοῦ μέσου τὸ πρῶτον λέγεσθαι,
τὸ
δὲ μέσον ἐπὶ τοῦ τρίτου μὴ λέγεσθαι, οἷον εἰ σοφία
ἐστὶν
ἐπιστήμη, τοῦ δ᾿ ἀγαθοῦ ἐστὶν σοφία, συμπέρασμα
ὅτι
τοῦ ἀγαθοῦ ἐστὶν ἐπιστήμη· τὸ μὲν δὴ ἀγαθὸν οὐκ ἔστιν
ἐπιστήμη,
δὲ σοφία ἐστὶν ἐπιστήμη. Ὁτὲ δὲ τὸ μὲν μέσον
ἐπὶ
τοῦ τρίτου λέγεται, τὸ δὲ πρῶτον ἐπὶ τοῦ μέσου οὐ λέγεται,
οἷον
εἰ τοῦ ποιοῦ παντός ἐστιν ἐπιστήμη ἐναντίου,
τὸ
δ᾿ ἀγαθὸν καὶ ἐναντίον καὶ ποιόν, συμπέρασμα μὲν ὅτι
τοῦ
ἀγαθοῦ ἐστὶν ἐπιστήμη, οὐκ ἔστι δὲ τὸ ἀγαθὸν ἐπιστήμη
οὐδὲ
τὸ ποιὸν οὐδὲ τὸ ἐναντίον, ἀλλὰ τὸ ἀγαθὸν
ταῦτα.
Ἔστι δὲ ὅτε μήτε τὸ πρῶτον κατὰ τοῦ μέσου
μήτε
τοῦτο κατὰ τοῦ τρίτου, τοῦ πρώτου κατὰ τοῦ τρίτου
ὁτὲ
μὲν λεγομένου ὁτὲ δὲ μὴ λεγομένου. Οἷον εἰ οὗ ἐπιστήμη
ἐστίν,
ἔστι τούτου γένος, τοῦ δ᾿ ἀγαθοῦ ἐστὶν ἐπιστήμη,
συμπέρασμα
ὅτι τοῦ ἀγαθοῦ ἐστὶ γένος. Κατηγορεῖται
δ᾿
οὐδὲν κατ᾿ οὐδενός. Εἰ δ᾿ οὗ ἐστὶν ἐπιστήμη, γένος
ἐστὶ
τοῦτο, τοῦ δ᾿ ἀγαθοῦ ἐστὶν ἐπιστήμη, συμπέρασμα ὅτι
τἀγαθόν
ἐστι γένος. Κατὰ μὲν δὴ τοῦ ἄκρου κατηγορεῖται
τὸ
πρῶτον, κατ᾿ ἀλλήλων δ᾿ οὐ λέγεται. Τὸν αὐτὸν δὴ
τρόπον
καὶ ἐπὶ τοῦ μὴ ὑπάρχειν ληπτέον. Οὐ γὰρ ἀεὶ σημαίνει
τὸ
μὴ ὑπάρχειν τόδε τῷδε μὴ εἶναι τόδε τόδε, ἀλλ᾿
ἐνίοτε
τὸ μὴ εἶναι τόδε τοῦδε τόδε τῷδε, οἷον ὅτι οὐκ ἔστι
κινήσεως
κίνησις γενέσεως γένεσις, ἡδονῆς δ᾿ ἔστιν· οὐκ ἄρα
ἡδονὴ γένεσις. πάλιν ὅτι γέλωτος μὲν ἔστι σημεῖον,
σημεῖου
δ᾿ οὐκ ἔστι σημεῖον, ὥστ᾿ οὐ σημεῖον γέλως.
Ὁμοίως
δὲ κἀν τοῖς ἄλλοις, ἐν ὅσοις ἀναιρεῖται τὸ πρόβλημα
τῷ
λέγεσθαί πως πρὸς αὐτὸ τὸ γένος. Πάλιν ὅτι
καιρὸς οὐκ ἔστι χρόνος δέων· θεῷ γὰρ καιρὸς μὲν ἔστι,
χρόνος
δ᾿ οὐκ ἔστι δέων διὰ τὸ μηδὲν εἶναι θεῷ ὠφέλιμον.
Ὅρους
μὲν γὰρ θετέον καιρὸν καὶ χρόνον δέοντα καὶ θεόν,
τὴν
δὲ πρότασιν ληπτέον κατὰ τὴν τοῦ ὀνόματος πτῶσιν.
Ἁπλῶς
γὰρ τοῦτο λέγομεν κατὰ πάντων, ὅτι τοὺς μὲν (125) ὅρους ἀεὶ θετέον κατὰ τὰς κλήσεις τῶν ὀνομάτων, οἷον ἄνθρωπος
ἀγαθόν ἐναντία, οὐκ ἀνθρώπου ἀγαθοῦ ἐναντίων,
τὰς
δὲ προτάσεις ληπτέον κατὰ τὰς ἑκάστου πτώσεις·
γὰρ ὅτι τούτῳ, οἷον τὸ ἴσον, ὅτι τούτου, οἷον τὸ διπλάσιον,
ὅτι τοῦτο, οἷον τὸ τύπτον ὁρῶν, ὅτι οὗτος, οἷον
ἄνθρωπος ζῷον, εἴ πως ἄλλως πίπτει τοὔνομα κατὰ τὴν
πρότασιν.


HOME > '������������������������' in 'Aristoteles, Analytica priora, 1, 36'
487w 4.4228401184082 s