Aristoteles_cps99, Analytica priora, 1, 41HOME > '������������������������' in 'Aristoteles, Analytica priora, 1, 41'
Aristoteles, Analytica priora, 1, CAPUT 40 <<<     >>> CAPUT 42hide dictionary links

(126) CAPUT 41

Οὐκ ἔστι δὲ ταὐτὸν οὔτ᾿ εἶναι οὔτ᾿ εἰπεῖν, ὅτι τὸ Β
ὑπάρχει,
τούτῳ παντὶ τὸ Α ὑπάρχει, καὶ τὸ εἰπεῖν τὸ
παντὶ
τὸ Β ὑπάρχει, καὶ τὸ Α παντὶ ὑπάρχει· οὐδὲν γὰρ
κωλύει
τὸ Β τῷ Γ ὑπάρχειν, μὴ παντὶ δέ. Οἷον ἔστω τὸ
Β
καλόν, τὸ δὲ Γ λευκόν. Εἰ δὴ λευκῷ τινὶ ὑπάρχει καλόν,
ἀληθὲς
εἰπεῖν ὅτι τῷ λευκῷ ὑπάρχει καλόν· ἀλλ᾿ οὐ
παντὶ
ἴσως. Εἰ μὲν οὖν τὸ Α τῷ Β ὑπάρχει, μὴ παντὶ δὲ
καθ᾿
οὗ τὸ Β, οὔτ᾿ εἰ παντὶ τῷ Γ τὸ Β, οὔτ᾿ εἰ μόνον ὑπάρχει,
ἀνάγκη
τὸ Α οὐχ ὅτι οὐ παντί, ἀλλ᾿ οὐδ᾿ ὑπάρχειν. Εἰ (127) δὲ καθ᾿ οὗ ἂν τὸ Β λέγηται ἀληθῶς, τούτῳ παντὶ ὑπάρχει,
συμβήσεται
τὸ Α, καθ᾿ οὗ παντὸς τὸ Β λέγεται, κατὰ τούτου
παντὸς
λέγεσθαι. Εἰ μέντοι τὸ Α λέγεται, καθ᾿ οὗ ἂν
τὸ
Β λέγηται, κατὰ παντός, οὐδὲν κωλύει τῷ Γ ὑπάρχειν
τὸ
Β, μὴ παντὶ δὲ τὸ Α ὅλως μὴ ὑπάρχειν. Ἐν δὴ τοῖς
τρισὶν
ὅροις δῆλον ὅτι τὸ καθ᾿ οὗ τὸ Β, παντὸς τὸ Α λέγεσθαι,
τοῦτ᾿
ἔστι, καθ᾿ ὅσων τὸ Β λέγεται, κατὰ πάντων
λέγεσθαι
καὶ τὸ Α. Καὶ εἰ μὲν κατὰ παντὸς τὸ Β, καὶ τὸ
Α
οὕτως· εἰ δὲ μὴ κατὰ παντός, οὐκ ἀνάγκη τὸ Α κατὰ
παντός.

Οὐ δεῖ δ᾿ οἴεσθαι παρὰ τὸ ἐκτίθεσθαί τι συμβαίνειν ἄτοπον·
οὐδὲν
γὰρ προσχρώμεθα τῷ τόδε τι εἶναι, ἀλλ᾿ ὥσπερ
γεωμέτρης τὴν ποδιαίαν καὶ εὐθεῖαν τήνδε καὶ ἀπλατῆ
εἶναι
λέγει οὐκ οὖσαν, ἀλλ᾿ οὐχ οὕτως χρῆται ὡς ἐκ τούτων
συλλογιζόμενος.
Ὅλως γὰρ μή ἐστιν ὡς ὅλον πρὸς
μέρος
καὶ ἄλλο πρὸς τοῦτο ὡς μέρος πρὸς ὅλον, ἐξ οὐδενὸς
τῶν
τοιούτων δείκνυσιν δεικνύων, ὥστε οὐδὲ γίνεται συλλογισμός.
Τῷ
δ᾿ ἐκτίθεσθαι οὕτω χρώμεθα ὥσπερ καὶ τῷ
αἰσθάνεσθαι,
τὸν μανθάνοντα λέγοντες· οὐ γὰρ οὕτως ὡς
ἄνευ
τούτων οὐχ οἷόν τ᾿ ἀποδειχθῆναι, ὥσπερ ἐξ ὧν συλλογισμός.


306w 1.635094165802 s