Aristoteles_cps99, Analytica priora, 1, 44HOME > '������������������������' in 'Aristoteles, Analytica priora, 1, 44'
Aristoteles, Analytica priora, 1, CAPUT 43 <<<     >>> CAPUT 45hide dictionary links

(128) CAPUT 44

Ἔτι δὲ τοὺς ἐξ ὑποθέσεως συλλογισμοὺς οὐ πειρατέον
ἀνάγειν·
οὐ γὰρ ἔστιν ἐκ τῶν κειμένων ἀνάγειν. Οὐ γὰρ διὰ
συλλογισμοῦ
δεδειγμένοι εἰσίν, ἀλλὰ διὰ συνθήκης ὡμολογημένοι
πάντες.
Οἷον εἰ ὑποθέμενος, ἂν δύναμίς τις μία μὴ
τῶν
ἐναντίων, μηδ᾿ ἐπιστήμην μίαν εἶναι, εἶτα διαλεχθείη
ὅτι
οὐκ ἔστι μία δύναμις τῶν ἐναντίων, οἷον τοῦ ὑγιεινοῦ
καὶ
τοῦ νοσώδους· ἅμα γὰρ ἔσται τὸ αὐτὸ ὑγιεινὸν καὶ νοσῶδες.
Ὅτι
μὲν οὖν οὐκ ἔστι μία πάντων τῶν ἐναντίων δύναμις,
ἀποδέδεικται,
ὅτι δ᾿ ἐπιστήμη οὐκ ἔστιν, οὐ δέδεικται.
Καίτοι
ὁμολογεῖν ἀναγκαῖον. Ἀλλ᾿ οὐκ ἐκ συλλογισμοῦ,
ἀλλ᾿
ἐξ ὑποθέσεως. Τοῦτον μὲν οὖν οὐκ ἔστιν ἀναγαγεῖν,
ὅτι
δ᾿ οὐ μία δύναμις, ἔστιν· οὗτος γὰρ ἴσως καὶ ἦν συλλογισμός,
ἐκεῖνο
δ᾿ ὑπόθεσις.

Ὁμοίως δὲ καὶ ἐπὶ τῶν διὰ τοῦ ἀδυνάτου περαινομένων·
οὐδὲ
γὰρ τούτους οὐκ ἔστιν ἀναλύειν, ἀλλὰ τὴν μὲν εἰς τὸ
ἀδύνατον
ἀπαγωγὴν ἔστι (συλλογισμῷ γὰρ δείκνυται), θάτερον
δ᾿
οὐκ ἔστιν· ἐξ ὑποθέσεως γὰρ περαίνεται. Διαφέρουσι
δὲ
τῶν προειρημένων ὅτι ἐν ἐκείνοις μὲν δεῖ προδιομολογήσασθαι,
εἰ
μέλλει συμφήσειν, οἷον ἂν δειχθῇ μία δύναμις
τῶν
ἐναντίων, καὶ ἐπιστήμην εἶναι τὴν αὐτήν· ἐνταῦθα δὲ καὶ
μὴ
προδιομολογησάμενοι συγχωροῦσι διὰ τὸ φανερὸν εἶναι
τὸ
ψεῦδος, οἷον τεθείσης τῆς διαμέτρου συμμέτρου τὸ τὰ
περιττὰ
ἴσα εἶναι τοῖς ἀρτίοις.

Πολλοὶ δὲ καὶ ἕτεροι περαίνονται ἐξ ὑποθέσεως, οὓς ἐπισκέψασθαι
δεῖ
καὶ διασημῆναι καθαρῶς. Τίνες μὲν οὖν αἱ
διαφοραὶ
τούτων, καὶ ποσαχῶς γίνεται τὸ ἐξ ὑποθέσεως,
ὕστερον
ἐροῦμεν· νῦν δὲ τοσοῦτον ἡμῖν ἔστω φανερόν, ὅτι
οὐκ
ἔστιν ἀναλύειν εἰς τὰ σχήματα τοὺς τοιούτους συλλογισμούς.
Καὶ
δι᾿ ἣν αἰτίαν, εἰρήκαμεν. (129)


246w 3.540953874588 s