Aristoteles_cps99, Analytica priora, 1, 46HOME > '������������������������' in 'Aristoteles, Analytica priora, 1, 46'
Aristoteles, Analytica priora, 1, CAPUT 45 <<<    hide dictionary links

(131) CAPUT 46

Διαφέρει δέ τι ἐν τῷ κατασκευάζειν ἀνασκευάζειν τὸ ὑπολαμβάνειν
ταὐτὸν ἕτερον σημαίνειν τὸ μὴ εἶναι τοδὶ καὶ
εἶναι
μὴ τοῦτο, οἷον τὸ μὴ εἶναι λευκὸν τῷ εἶναι μὴ λευκόν.
Οὐ
γὰρ ταὐτὸν σημαίνει, οὐδ᾿ ἔστιν ἀπόφασις τοῦ εἶναι λευκὸν
τὸ
εἶναι μὴ λευκόν, ἀλλὰ τὸ μὴ εἶναι λευκόν. Λόγος δὲ
τούτου
ὅδε. Ὁμοίως γὰρ ἔχει τὸ δύναται βαδίζειν πρὸς τὸ
δύναται
οὐ βαδίζειν τῷ ἔστι λευκόν πρὸς τὸ ἔστιν οὐ λευκόν,
καὶ
ἐπίσταται τἀγαθόν πρὸς τὸ ἐπίσταται τὸ οὐκ ἀγαθόν.
Τὸ
γὰρ ἐπίσταται τἀγαθόν ἔστιν ἐπιστάμενος τἀγαθόν
οὐδὲν
διαφέρει, οὐδὲ τὸ δύναται βαδίζειν ἔστι δυνάμενος
βαδίζειν·
ὥστε καὶ τὰ ἀντικείμενα, οὐ δύναται βαδίζειν—οὐκ
ἔστι
δυνάμενος βαδίζειν. Εἰ οὖν τὸ οὐκ ἔστι δυνάμενος βαδίζειν
ταὐτὸ
σημαίνει καὶ ἔστι δυνάμενος οὐ βαδίζειν μὴ
βαδίζειν,
ταῦτά γε ἅμα ὑπάρξει ταὐτῷ (ὁ γὰρ αὐτὸς δύναται (132) καὶ βαδίζειν καὶ μὴ βαδίζειν, καὶ ἐπιστήμων τἀγαθοῦ καὶ
τοῦ
μὴ ἀγαθοῦ ἐστί)· φάσις δὲ καὶ ἀπόφασις οὐχ ὑπάρχουσιν
αἱ
ἀντικείμεναι ἅμα τῷ αὐτῷ. Ὥσπερ οὖν οὐ ταὐτό
ἐστι
τὸ μὴ ἐπίστασθαι τἀγαθὸν καὶ ἐπίστασθαι τὸ μὴ ἀγαθόν,
οὐδ᾿
εἶναι μὴ ἀγαθὸν καὶ μὴ εἶναι ἀγαθὸν ταὐτόν. Τῶν
γὰρ
ἀνὰ λόγον ἐὰν θάτερα ἕτερα, καὶ θάτερα. Οὐδὲ τὸ
εἶναι
μὴ ἴσον καὶ τὸ μὴ εἶναι ἴσον· τῷ μὲν γὰρ ὑπόκειταί τι,
τῷ
ὄντι μὴ ἴσῳ, καὶ τοῦτ᾿ ἔστι τὸ ἄνισον, τῷ δ᾿ οὐδέν. Διόπερ
ἴσον
μὲν ἄνισον οὐ πᾶν, ἴσον δ᾿ οὐκ ἴσον πᾶν. Ἔτι
τὸ
ἔστιν οὐ λευκὸν ξύλον καὶ οὐκ ἔστι λευκὸν ξύλον οὐχ ἅμα
ὑπάρχει.
Εἰ γάρ ἐστι ξύλον οὐ λευκόν, ἔσται ξύλον· τὸ δὲ
μὴ
ὂν λευκὸν ξύλον οὐκ ἀνάγκη ξύλον εἶναι. Ὥστε φανερὸν
ὅτι
οὐκ ἔστι τοῦ ἔστιν ἀγαθόν τὸ ἔστιν οὐκ ἀγαθόν ἀπόφασις.
Εἰ
οὖν κατὰ παντὸς ἑνὸς φάσις ἀπόφασις ἀληθής,
εἰ
μή ἐστιν ἀπόφασις, δῆλον ὡς κατάφασις ἄν πως εἴη.
Καταφάσεως
δὲ πάσης ἀπόφασίς ἐστι· καὶ ταύτης ἄρα τὸ
οὐκ
ἔστιν οὐκ ἀγαθόν. Ἔχει δὲ τάξιν τήνδε πρὸς ἄλληλα.
Ἔστω
τὸ εἶναι ἀγαθὸν ἐφ᾿ οὗ Α, τὸ δὲ μὴ εἶναι ἀγαθὸν ἐφ᾿
οὗ
Β, τὸ δὲ εἶναι μὴ ἀγαθὸν ἐφ᾿ οὗ Γ, ὑπὸ τὸ Β, τὸ δὲ μὴ
εἶναι
μὴ ἀγαθὸν ἐφ᾿ οὗ Δ, ὑπὸ τὸ Α. Παντὶ δὴ ὑπάρξει
τὸ
Α τὸ Β, καὶ οὐδενὶ τῷ αὐτῷ· καὶ τὸ Γ τὸ Δ, καὶ
οὐδενὶ
τῷ αὐτῷ. Καὶ τὸ Γ, ἀνάγκη τὸ Β παντὶ ὑπάρχειν.
Εἰ
γὰρ ἀληθὲς εἰπεῖν ὅτι οὐ λευκόν, καὶ ὅτι οὐκ ἔστι
λευκὸν
ἀληθές· ἀδύνατον γὰρ ἅμα εἶναι λευκὸν καὶ εἶναι μὴ
λευκόν,
εἶναι ξύλον οὐ λευκὸν καὶ εἶναι ξύλον λευκόν, ὥστ᾿
εἰ
μὴ κατάφασις, ἀπόφασις ὑπάρξει. Τῷ δὲ Β τὸ Γ
οὐκ
ἀεί· γὰρ ὅλως μὴ ξύλον, οὐδὲ ξύλον ἔσται οὐ λευκόν.
Ἀνάπαλιν
τοίνυν, τὸ Α, τὸ Δ παντί. γὰρ τὸ Γ τὸ
Δ.
Ἐπεὶ δ᾿ οὐχ οἷόν τε ἅμα εἶναι μὴ λευκὸν καὶ λευκόν, τὸ
Δ
ὑπάρξει. Κατὰ γὰρ τοῦ ὄντος λευκοῦ ἀληθὲς εἰπεῖν ὅτι
οὐκ
ἔστιν οὐ λευκόν. Κατὰ δὲ τοῦ Δ οὐ παντὸς τὸ Α·
κατὰ
γὰρ τοῦ ὅλως μὴ ὄντος ξύλου οὐκ ἀληθὲς τὸ Α εἰπεῖν, (133) ὡς ἔστι ξύλον οὐ λευκόν. Ὥστε τὸ Δ ἀληθές, τὸ δ᾿ Α οὐκ
ἀληθές,
ὅτι ξύλον λευκόν. Δῆλον δ᾿ ὅτι καὶ τὸ Α Γ οὐδενὶ
τῷ
αὐτῷ καὶ τὸ Β καὶ τὸ Δ ἐνδέχεται τινὶ τῷ αὐτῷ ὑπάρξαι.

Ὁμοίως δ᾿ ἔχουσι καὶ αἱ στερήσεις πρὸς τὰς κατηγορίας
ταύτῃ
τῇ θέσει. Ἴσον ἐφ᾿ οὗ τὸ Α, οὐκ ἴσον ἐφ᾿ οὗ τὸ Β,
ἄνισον
ἐφ᾿ οὗ Γ, οὐκ ἄνισον ἐφ᾿ οὗ Δ.

Καὶ ἐπὶ πολλῶν δέ, ὧν τοῖς μὲν ὑπάρχει τοῖς δ᾿ οὐχ
ὑπάρχει
ταὐτό, μὲν ἀπόφασις ὁμοίως ἀληθεύοιτ᾿ ἄν, ὅτι
οὐκ
ἔστι λευκὰ πάντα ὅτι οὐκ ἔστι λευκὸν ἕκαστον· ὅτι δ᾿
ἐστὶν
οὐ λευκὸν ἕκαστον πάντα ἐστὶν οὐ λευκά, ψεῦδος.
Ὁμοίως
δὲ καὶ τοῦ ἔστι πᾶν ζῷον λευκόν οὐ τὸ ἔστιν οὐ
λευκὸν
ἅπαν ζῷον ἀπόφασις (ἄμφω γὰρ ψευδεῖς), ἀλλὰ τὸ
οὐκ
ἔστι πᾶν ζῷον λευκόν. Ἐπεὶ δὲ δῆλον ὅτι ἕτερον σημαίνει
τὸ
ἔστιν οὐ λευκόν καὶ οὐκ ἔστι λευκόν, καὶ τὸ μὲν κατάφασις
τὸ
δ᾿ ἀπόφασις, φανερὸν ὡς οὐχ αὐτὸς τρόπος
τοῦ
δεικνύναι ἑκάτερον, οἷον ὅτι ἂν ζῷον, οὐκ ἔστι λευκὸν
ἐνδέχεται μὴ εἶναι λευκόν, καὶ ὅτι ἀληθὲς εἰπεῖν μὴ λευκόν·
τοῦτο
γάρ ἐστιν εἶναι μὴ λευκόν. Ἀλλὰ τὸ μὲν ἀληθὲς
εἰπεῖν
ἔστι λευκόν εἴτε μὴ λευκόν αὐτὸς τρόπος· κατασκευαστικῶς
γὰρ
ἄμφω διὰ τοῦ πρώτου δείκνυται σχήματος· τὸ
γὰρ
ἀληθὲς τῷ ἔστιν ὁμοίως τάττεται· τοῦ γὰρ ἀληθὲς
εἰπεῖν
λευκὸν οὐ τὸ ἀληθὲς εἰπεῖν μὴ λευκὸν ἀπόφασις, ἀλλὰ
τὸ
μὴ ἀληθὲς εἰπεῖν λευκόν. Εἰ δὴ ἔστιν ἀληθὲς εἰπεῖν, ἂν
ἄνθρωπος, μουσικὸν εἶναι μὴ μουσικὸν εἶναι, ἂν ζῷον,
ληπτέον
εἶναι μουσικὸν εἶναι μὴ μουσικόν, καὶ δέδεικται.
Τὸ
δὲ μὴ εἶναι μουσικὸν ἂν ἄνθρωπος, ἀνασκευαστικῶς
δείκνυται
κατὰ τοὺς εἰρημένους τρόπους τρεῖς.

Ἁπλῶς δ᾿ ὅταν οὕτως ἔχῃ τὸ Α καὶ τὸ Β ὥσθ᾿ ἅμα
μὲν
τῷ αὐτῷ μὴ ἐνδέχεσθαι, παντὶ δὲ ἐξ ἀνάγκης θάτερον,
καὶ
πάλιν τὸ Γ καὶ τὸ Δ ὡσαύτως, ἕπηται δὲ τῷ Γ τὸ Α
καὶ
μὴ ἀντιστρέφῃ, καὶ τῷ Β τὸ Δ ἀκολουθήσει καὶ οὐκ (134) ἀντιστρέψει· καὶ τὸ μὲν Α καὶ Δ ἐνδέχεται τῳ αὐτῷ, τὸ δὲ
Β
καὶ οὐκ ἐνδέχεται. Πρῶτον μὲν οὖν ὅτι τῷ Β ἕπεται
τὸ
Δ, ἐνθένδε φανερόν. Ἐπεὶ γὰρ παντὶ τῶν Γ Δ θάτερον
ἐξ
ἀνάγκης, δὲ τὸ Β, οὐκ ἐνδέχεται τὸ Γ διὰ τὸ συνεπιφέρειν
τὸ
Α, τὸ δὲ Α καὶ Β μὴ ἐνδέχεσθαι τῷ αὐτῷ, φανερὸν
ὅτι
τὸ Δ ἀκολουθήσει. Πάλιν ἐπεὶ τῷ Α τὸ Γ οὐκ ἀντιστρέφει,
παντὶ
δὲ τὸ Γ τὸ Δ, ἐνδέχεται τὸ Α καὶ τὸ Δ
τῷ
αὐτῷ ὑπάρχειν. Τὸ δέ γε Β καὶ τὸ Γ οὐκ ἐνδέχεται διὰ
τὸ
συνακολουθεῖν τῷ Γ τὸ Α· συμβαίνει γάρ τι ἀδύνατον.
Φανερὸν
οὖν ὅτι οὐδὲ τῷ Δ τὸ Β ἀντιστρέφει, ἐπείπερ ἐγχωρεῖ
ἅμα
τὸ Δ καὶ τὸ Α ὑπάρχειν.

Συμβαίνει δ᾿ ἐνίοτε καὶ ἐν τῇ τοιαύτῃ τάξει τῶν ὅρων
ἀπατᾶσθαι
διὰ τὸ μὴ τὰ ἀντικείμενα λαμβάνειν ὀρθῶς, ὧν
ἀνάγκη
παντὶ θάτερον ὑπάρχειν, οἷον εἰ τὸ Α καὶ τὸ Β μὴ
ἐνδέχεται
ἅμα τῷ αὐτῷ, ἀνάγκη δ᾿ ὑπάρχειν, μὴ θάτερον,
θάτερον·
καὶ πάλιν τὸ Γ καὶ τὸ Δ ὡσαύτως, δὲ τὸ Γ,
παντὶ
ἕπεται τὸ Α. Συμβήσεται γὰρ τὸ Δ, τὸ Β ὑπάρχειν
ἐξ
ἀνάγκης, ὅπερ ἐστὶ ψεῦδος. Εἰλήφθω γὰρ ἀπόφασις
τῶν
Α Β ἐφ᾿ Ζ, καὶ πάλιν τῶν Γ Δ ἐφ᾿ Θ.
Ἀνάγκη
δὴ παντὶ τὸ Α τὸ Ζ· γὰρ τὴν φάσιν τὴν
ἀπόφασιν.
Καὶ πάλιν τὸ Γ τὸ Θ· φάσις γὰρ καὶ ἀπόφασις.
Καὶ
τὸ Γ, παντὶ τὸ Α ὑπόκειται. Ὥστε τὸ
Ζ,
παντὶ τὸ Θ. Πάλιν ἐπεὶ τῶν Ζ Β παντὶ θάτερον καὶ
τῶν
Θ Δ ὡσαύτως, ἀκολουθεῖ δὲ τῷ Ζ τὸ Θ, καὶ τῷ Δ ἀκολουθήσει
τὸ
Β· τοῦτο γὰρ ἴσμεν. Εἰ ἄρα τῷ Γ τὸ Α, καὶ
τῷ
Δ τὸ Β. Τοῦτο δὲ ψεῦδος· ἀνάπαλιν γὰρ ἦν ἐν τοῖς
οὕτως
ἔχουσιν ἀκολούθησις. Οὐ γὰρ ἴσως ἀνάγκη παντὶ
τὸ
Α τὸ Ζ, οὐδὲ τὸ Ζ τὸ Β· οὐ γάρ ἐστιν ἀπόφασις
τοῦ
Α τὸ Ζ. Τοῦ γὰρ ἀγαθοῦ τὸ οὐκ ἀγαθὸν ἀπόφασις·
οὐ
ταὐτὸ δ᾿ ἐστὶ τὸ οὐκ ἀγαθὸν τῷ οὔτ᾿ ἀγαθὸν οὔτ᾿ οὐκ
ἀγαθόν.
Ὁμοίως δὲ καὶ ἐπὶ τῶν Γ Δ· αἱ γὰρ ἀποφάσεις
αἱ
εἰλημμέναι δύο εἰσίν. (135)


HOME > '������������������������' in 'Aristoteles, Analytica priora, 1, 46'
Aristoteles, Analytica priora, 1, CAPUT 45 <<<    
1205w 14.748092889786 s