Aristoteles_cps99, Analytica priora, 2, 50HOME > '������������������������' in 'Aristoteles, Analytica priora, 2, 50'
Aristoteles, Analytica priora, 2, CAPUT 3 <<<     >>> CAPUT 5hide dictionary links

(143) CAPUT 4

Ἔσται δὲ καὶ ἐν τῷ ἐσχάτῳ σχήματι διὰ ψευδῶν ἀληθές,
καὶ
ἀμφοτέρων ψευδῶν οὐσῶν ὅλων καὶ ἐπί τι ἑκατέρας, (144) καὶ τῆς μὲν ἑτέρας ἀληθοῦς ὅλης τῆς δ᾿ ἑτέρας ψευδοῦς, καὶ
τῆς
μὲν ἐπί τι ψευδοῦς τῆς δ᾿ ὅλης ἀληθοῦς, καὶ ἀνάπαλιν,
καὶ
ὁσαχῶς ἄλλως ἐγχωρεῖ μεταλαβεῖν τὰς προτάσεις. Οὐδὲν
γὰρ
κωλύει μήτε τὸ Α μήτε τὸ Β μηδενὶ τῷ Γ ὑπάρχειν, τὸ
μέντοι
Α τινὶ τῷ Β ὑπάρχειν, οἷον οὔτ᾿ ἄνθρωπος οὔτε πεζὸν
οὐδενὶ
ἀψύχῳ ἕπεται, ἄνθρωπος μέντοι τινὶ πεζῷ ὑπάρχει.
Ἐὰν
οὖν ληφθῇ τὸ Α καὶ τὸ Β παντὶ τῷ Γ ὑπάρχειν, αἱ
μὲν
προτάσεις ὅλαι ψευδεῖς, τὸ δὲ συμπέρασμα ἀληθές.
Ὡσαύτως
δὲ καὶ τῆς μὲν στερητικῆς τῆς δὲ καταφατικῆς
οὔσης.
Ἐγχωρεῖ γὰρ τὸ μὲν Β μηδενὶ τῷ Γ ὑπάρχειν, τὸ
δὲ
Α παντί, καὶ τὸ Α τινὶ τῷ Β μὴ ὑπάρχειν, οἷον τὸ μέλαν
οὐδενὶ
κύκνῳ, ζῷον δὲ παντί, καὶ τὸ ζῷον οὐ παντὶ μέλανι.
Ὥστ᾿
ἂν ληφθῇ τὸ μὲν Β παντὶ τῷ Γ, τὸ δὲ Α μηδενί, τὸ
Α
τινὶ τῷ Β οὐχ ὑπάρξει· καὶ τὸ μὲν συμπέρασμα ἀληθές,
αἱ
δὲ προτάσεις ψευδεῖς. Καὶ εἰ ἐπί τι ἑκατέρα ψευδής,
ἔσται
τὸ συμπέρασμα ἀληθές. Οὐδὲν γὰρ κωλύει καὶ τὸ Α
καὶ
τὸ Β τινὶ τῷ Γ ὑπάρχειν, καὶ τὸ Α τινὶ τῷ Β, οἷον τὸ
λευκὸν
καὶ τὸ καλὸν τινὶ ζῴῳ ὑπάρχει, καὶ τὸ λευκὸν τινὶ
καλῷ.
Ἐὰν οὖν τεθῇ τὸ Α καὶ τὸ Β παντὶ τῷ Γ ὑπάρχειν,
αἱ
μὲν προτάσεις ἐπί τι ψευδεῖς, τὸ δὲ συμπέρασμα ἀληθές.
Καὶ
στερητικῆς δὲ τῆς Α Γ τιθεμένης ὁμοίως. Οὐδὲν γὰρ
κωλύει
τὸ μὲν Α τινὶ τῷ Γ μὴ ὑπάρχειν, τὸ δὲ Β τινὶ ὑπάρχειν,
καὶ
τὸ Α τῷ Β μὴ παντὶ ὑπάρχειν, οἷον τὸ λευκὸν
τινὶ
ζῴῳ οὐχ ὑπάρχει, τὸ δὲ καλὸν τινὶ ὑπάρχει, καὶ τὸ
λευκὸν
οὐ παντὶ καλῷ. Ὥστ᾿ ἂν ληφθῇ τὸ μὲν Α μηδενὶ
τῷ
Γ, τὸ δὲ Β παντί, ἀμφότεραι μὲν αἱ προτάσεις ἐπί τι
ψευδεῖς,
τὸ δὲ συμπέρασμα ἀληθές. Ὡσαύτως δὲ καὶ τῆς
μὲν
ὅλης ψευδοῦς τῆς δ᾿ ὅλης ἀληθοῦς λαμβανομένης. Ἐγχωρεῖ
γὰρ
καὶ τὸ Α καὶ τὸ Β παντὶ τῷ Γ ἕπεσθαι, τὸ μέντοι
Α
τινὶ τῷ Β μὴ ὑπάρχειν, οἷον ζῷον καὶ λευκὸν παντὶ
κύκνῳ
ἕπεται, τὸ μέντοι ζῷον οὐ παντὶ ὑπάρχει λευκῷ. Τεθέντων
οὖν
ὅρων τούτων, ἐὰν ληφθῇ τὸ μὲν Β ὅλῳ τῷ Γ (145) ὑπάρχειν, τὸ δὲ Α ὅλῳ μὴ ὑπάρχειν, μὲν Β Γ ὅλη ἔσται
ἀληθής,
δὲ Α Γ ὅλη ψευδής, καὶ τὸ συμπέρασμα ἀληθές.
Ὁμοίως
δὲ καὶ εἰ τὸ μὲν Β Γ ψεῦδος, τὸ δὲ Α Γ ἀληθές·
οἱ
γὰρ αὐτοὶ ὅροι πρὸς τὴν ἀπόδειξιν, μέλαν—κύκνος—ἄψυχον.
Ἀλλὰ
καὶ εἰ ἀμφότεραι λαμβάνοιντο καταφατικαί.
Οὐδὲν
γὰρ κωλύει τὸ μὲν Β παντὶ τῷ Γ ἕπεσθαι, τὸ
δὲ
Α ὅλῳ μὴ ὑπάρχειν, καὶ τὸ Α τινὶ τῷ Β ὑπάρχειν, οἷον
κύκνῳ
μὲν παντὶ ζῷον, μέλαν δ᾿ οὐδενὶ κύκνῳ, καὶ τὸ μέλαν
ὑπάρχει
τινὶ ζῴῳ. Ὥστ᾿ ἂν ληφθῇ τὸ Α καὶ τὸ Β παντὶ
τῷ
Γ ὑπάρχειν, μὲν Β Γ ὅλη ἀληθής, δὲ Α Γ ὅλη ψευδής,
καὶ
τὸ συμπέρασμα ἀληθές. Ὁμοίως δὲ καὶ τῆς Α Γ
ληφθείσης
ἀληθοῦς· διὰ γὰρ τῶν αὐτῶν ὅρων ἀπόδειξις.
Πάλιν
τῆς μὲν ὅλης ἀληθοῦς οὔσης, τῆς δ᾿ ἐπί τι ψευδοῦς.
Ἐγχωρεῖ
γὰρ τὸ μὲν Β παντὶ τῷ Γ ὑπάρχειν, τὸ δὲ Α
τινί,
καὶ τὸ Α τινὶ τῷ Β, οἷον δίπουν μὲν παντὶ ἀνθρώπῳ,
καλὸν
δ᾿ οὐ παντί, καὶ τὸ καλὸν τινὶ δίποδι ὑπάρχει. Ἐὰν
οὖν
ληφθῇ καὶ τὸ Α καὶ τὸ Β ὅλῳ τῷ Γ ὑπάρχειν, μὲν
Β
Γ ὅλη ἀληθής, δὲ Α Γ ἐπί τι ψευδής, τὸ δὲ συμπέρασμα
ἀληθές.
Ὁμοίως δὲ καὶ τῆς μὲν Α Γ ἀληθοῦς τῆς δὲ Β Γ
ψευδοῦς
ἐπί τι λαμβανομένης· μετατεθέντων γὰρ τῶν αὐτῶν
ὅρων
ἔσται ἀπόδειξις. Καὶ τῆς μὲν στερητικῆς τῆς δὲ καταφατικῆς
οὔσης.
Ἐπεὶ γὰρ ἐγχωρεῖ τὸ μὲν Β ὅλῳ τῷ Γ
ὑπάρχειν,
τὸ δὲ Α τινί, καὶ ὅταν οὕτως ἔχωσιν, οὐ παντὶ τῷ
Β
τὸ Α, ἐὰν ληφθῇ τὸ μὲν Β ὅλῳ τῷ Γ ὑπάρχειν, τὸ δὲ
Α
μηδενί, μὲν στερητικὴ ἐπί τι ψευδής, δ᾿ ἑτέρα ὅλη
ἀληθὴς
καὶ τὸ συμπέρασμα. Πάλιν ἐπεὶ δέδεικται ὅτι τοῦ
μὲν
Α μηδενὶ ὑπάρχοντος τῷ Γ, τοῦ δὲ Β τινί, ἐγχωρεῖ τὸ
Α
τινὶ τῷ Β μὴ ὑπάρχειν, φανερὸν ὅτι καὶ τῆς μὲν Α Γ
ὅλης
ἀληθοῦς οὔσης, τῆς δὲ Β Γ ἐπί τι ψευδοῦς, ἐγχωρεῖ τὸ
συμπέρασμα
εἶναι ἀληθές. Ἐὰν γὰρ ληφθῇ τὸ μὲν Α μηδενὶ
τῷ
Γ, τὸ δὲ Β παντί, μὲν Α Γ ὅλη ἀληθής, δὲ Β Γ
ἐπί
τι ψευδής. (146)

Φανερὸν δὲ καὶ ἐπὶ τῶν ἐν μέρει συλλογισμῶν ὅτι πάντως
ἔσται
διὰ ψευδῶν ἀληθές. Οἱ γὰρ αὐτοὶ ὅροι ληπτέοι καὶ
ὅταν
καθόλου ὦσιν αἱ προτάσεις, οἱ μὲν ἐν τοῖς κατηγορικοῖς,
κατηγορικοί,
οἱ δ᾿ ἐν τοῖς στερητικοῖς στερητικοί. Οὐδὲν γὰρ
διαφέρει
μηδενὶ ὑπάρχοντος παντὶ λαβεῖν ὑπάρχειν, καὶ τινὶ
ὑπάρχοντος
καθόλου λαβεῖν ὑπάρχειν πρὸς τὴν τῶν ὅρων
ἔκθεσιν.
Ὁμοίως δὲ καὶ ἐπὶ τῶν στερητικῶν.

Φανερὸν οὖν ὅτι ἂν μὲν τὸ συμπέρασμα ψεῦδος, ἀνάγκη,
ἐξ
ὧν λόγος, ψευδῆ εἶναι πάντα ἔνια, ὅταν δ᾿ ἀληθές,
οὐκ
ἀνάγκη ἀληθὲς εἶναι οὔτε τὶ οὔτε πάντα, ἀλλ᾿ ἔστι μηδενὸς
ὄντος
ἀληθοῦς τῶν ἐν τῷ συλλογισμῷ τὸ συμπέρασμα
ὁμοίως
εἶναι ἀληθές, οὐ μὴν ἐξ ἀνάγκης. Αἴτιον δ᾿ ὅτι ὅταν
δύο
ἔχῃ οὕτω πρὸς ἄλληλα ὥστε θατέρου ὄντος ἐξ ἀνάγκης
εἶναι
θάτερον, τούτου μὴ ὄντος μὲν οὐδὲ θάτερον ἔσται, ὄντος
δ᾿
οὐκ ἀνάγκη εἶναι θάτερον. Τοῦ δ᾿ αὐτοῦ ὄντος καὶ μὴ
ὄντος,
ἀδύνατον ἐξ ἀνάγκης εἶναι τὸ αὐτό. Λέγω δ᾿ οἷον τοῦ
Α
ὄντος λευκοῦ τὸ Β εἶναι μέγα ἐξ ἀνάγκης, καὶ μὴ ὄντος
λευκοῦ
τοῦ Α τὸ Β εἶναι μέγα ἐξ ἀνάγκης. Ὅταν γὰρ
τουδὶ
ὄντος λευκοῦ τοῦ Α τοδὶ ἀνάγκη μέγα εἶναι τὸ Β,
μεγάλου
δὲ τοῦ Β ὄντος τὸ Γ μὴ λευκόν, ἀνάγκη, εἰ τὸ Α
λευκόν,
τὸ Γ μὴ εἶναι λευκόν. Καὶ ὅταν δύο ὄντων θατέρου
ὄντος
ἀνάγκη θάτερον εἶναι, τούτου μὴ ὄντος ἀνάγκη τὸ Α
μὴ
εἶναι. Τοῦ δὴ Β μὴ ὄντος μεγάλου τὸ Α οὐχ οἷόν τε
λευκὸν
εἶναι. Τοῦ δὲ Α μὴ ὄντος λευκοῦ, εἰ ἀνάγκη τὸ Β
μέγα
εἶναι, συμβαίνει ἐξ ἀνάγκης τοῦ Β μεγάλου μὴ ὄντος
αὐτὸ
τὸ Β εἶναι μέγα. Τοῦτο δ᾿ ἀδύνατον. Εἰ γὰρ τὸ Β
μὴ
ἔστι μέγα, τὸ Α οὐκ ἔσται λευκὸν ἐξ ἀνάγκης. Εἰ οὖν
μὴ
ὄντος τούτου λευκοῦ τὸ Β ἔσται μέγα, συμβαίνει, εἰ τὸ
Β
μή ἐστι μέγα, εἶναι μέγα, ὡς διὰ τριῶν.


HOME > '������������������������' in 'Aristoteles, Analytica priora, 2, 50'
Aristoteles, Analytica priora, 2, CAPUT 3 <<<     >>> CAPUT 5
1040w 9.2375299930573 s