Aristoteles_cps99, De anima, 1, 3HOME > '������������������������' in 'Aristoteles, De anima, 1, 3'
Aristoteles, De anima, 1, CAPUT 2 <<<     >>> CAPUT 4hide dictionary links

(167) CAPUT 3

Ἐπισκεπτέον δὲ πρῶτον μὲν περὶ κινήσεως· ἴσως γὰρ οὐ
μόνον
ψεῦδός ἐστι τὸ τὴν οὐσίαν αὐτῆς τοιαύτην εἶναι
οἵαν
φασὶν οἱ λέγοντες ψυχὴν εἶναι τὸ κινοῦν ἑαυτὸ
δυνάμενον
κινεῖν, ἀλλ’ ἕν τι τῶν ἀδυνάτων τὸ ὑπάρχειν
αὐτῇ
κίνησιν. Ὅτι μὲν οὖν οὐκ ἀναγκαῖον τὸ κινοῦν καὶ
αὐτὸ
κινεῖσθαι, πρότερον εἴρηται. Διχῶς δὲ κινουμένου (168) παντός (ἢ γὰρ καθ’ ἕτερον καθ’ αὑτό· καθ’ ἕτερον δὲ
λέγομεν,
ὅσα κινεῖται τῷ ἐν κινουμένῳ εἶναι, οἷον πλωτῆρες·
οὐ
γὰρ ὁμοίως κινοῦνται τῷ πλοίῳ· τὸ μὲν γὰρ καθ’ αὑτὸ
κινεῖται,
οἱ δὲ τῷ ἐν κινουμένῳ εἶναι. Δῆλον δ’ ἐπὶ τῶν
μορίων·
οἰκεία μὲν γάρ ἐστι κίνησις ποδῶν βάδισις, αὕτη
δὲ
καὶ ἀνθρώπων· οὐχ ὑπάρχει δὲ τοῖς πλωτῆρσι τότε)
διχῶς
δὲ λεγομένου τοῦ κινεῖσθαι, νῦν ἐπισκοποῦμεν περὶ
τῆς
ψυχῆς εἰ καθ’ αὑτὴν κινεῖται καὶ μετέχει κινήσεως.
Τεσσάρων
δὲ κινήσεων οὐσῶν, φορᾶς ἀλλοιώσεως φθίσεως
αὐξήσεως,
μίαν τούτων κινοῖτ’ ἂν πλείους πάσας.
Εἰ
δὲ κινεῖται μὴ κατὰ συμβεβηκός, φύσει ἂν ὑπάρχοι κίνησις
αὐτῇ·
εἰ δὲ τοῦτο, καὶ τόπος· πᾶσαι γὰρ αἱ λεχθεῖσαι
κινήσεις
ἐν τόπῳ. Εἰ δ’ ἐστὶν οὐσία τῆς ψυχῆς τὸ κινεῖν
ἑαυτήν,
οὐ κατὰ συμβεβηκὸς αὐτῇ τὸ κινεῖσθαι ὑπάρξει,
ὥσπερ
τῷ λευκῷ τῷ τριπήχει· κινεῖται γὰρ καὶ
ταῦτα,
ἀλλὰ κατὰ συμβεβηκός· γὰρ ὑπάρχουσιν, ἐκεῖνο
κινεῖται
τὸ σῶμα. Διὸ καὶ οὐκ ἔστι τόπος αὐτῶν· τῆς
δὲ
ψυχῆς ἔσται, εἴπερ φύσει κινήσεως μετέχει. Ἔτι δ’ εἰ
φύσει
κινεῖται, κἂν βίᾳ κινηθείη· κἂν εἰ βίᾳ, καὶ φύσει.
Τὸν
αὐτὸν δὲ τρόπον ἔχει καὶ περὶ ἠρεμίας· εἰς γὰρ κινεῖται
φύσει,
καὶ ἠρεμεῖ ἐν τούτῳ φύσει· ὁμοίως δὲ καὶ εἰς
κινεῖται
βίᾳ, καὶ ἠρεμεῖ ἐν τούτῳ βίᾳ. Ποῖαι δὲ βίαιοι τῆς
ψυχῆς
κινήσεις ἔσονται καὶ ἠρεμίαι, οὐδὲ πλάττειν βουλομένοις
ῥᾴδιον
ἀποδοῦναι. Ἔτι δ’ εἰ μὲν ἄνω κινήσεται, πῦρ
ἔσται,
εἰ δὲ κάτω, γῆ· τούτων γὰρ τῶν σωμάτων αἱ κινήσεις
αὗται.
δ’ αὐτὸς λόγος καὶ περὶ τῶν μεταξύ.
Ἔτι
δ’ ἐπεὶ φαίνεται κινοῦσα τὸ σῶμα, ταύτας εὔλογον (169) κινεῖν τὰς κινήσεις ἃς καὶ αὐτὴ κινεῖται. Εἰ δὲ τοῦτο, καὶ
ἀντιστρέψασιν
εἰπεῖν ἀληθὲς ὅτι ἣν τὸ σῶμα κινεῖται, ταύτην
καὶ
αὐτή. Τὸ δὲ σῶμα κινεῖται φορᾷ· ὥστε καὶ
ψυχὴ
μεταβάλλοι ἂν κατὰ τὸ σῶμα ὅλη κατὰ μόρια
μεθισταμένη.
Εἰ δὲ τοῦτ’ ἐνδέχεται, καὶ ἐξελθοῦσαν
εἰσιέναι
πάλιν ἐνδέχοιτ’ ἄν· τούτῳ δ’ ἕποιτ’ ἂν τὸ ἀνίστασθαι
τὰ
τεθνεῶτα τῶν ζῴων. Τὴν δὲ κατὰ συμβεβηκὸς
κίνησιν
κἂν ὑφ’ ἑτέρου κινοῖτο· ὠσθείη γὰρ ἂν βίᾳ τὸ
ζῷον.
Οὐ δεῖ δὲ τὸ ὑφ’ ἑαυτοῦ κινεῖσθαι ἐν τῇ οὐσίᾳ,
τοῦθ’
ὑπ’ ἄλλου κινεῖσθαι, πλὴν εἰ μὴ κατὰ συμβεβηκός,
ὥσπερ
οὐδὲ τὸ καθ’ αὑτὸ ἀγαθὸν δι’ αὑτό, τὸ μὲν δι’ ἄλλο
εἶναι,
τὸ δ’ ἑτέρου ἕνεκεν. Τὴν δὲ ψυχὴν μάλιστα φαίη
τις
ἂν ὑπὸ τῶν αἰσθητῶν κινεῖσθαι, εἴπερ κινεῖται. Ἀλλὰ
μὴν
καὶ εἰ κινεῖ γε αὐτὴ αὑτήν, καὶ αὐτὴ κινοῖτ’ ἄν, ὥστ’
εἰ
πᾶσα κίνησις ἔκστασίς ἐστι τοῦ κινουμένου κινεῖται, καὶ
ψυχὴ ἐξίσταιτ’ ἂν ἐκ τῆς οὐσίας, εἰ μὴ κατὰ συμβεβηκὸς
αὑτὴν
κινεῖ. Ἀλλ’ ἔστιν κίνησις τῆς οὐσίας αὐτῆς
καθ’
αὑτήν. Ἔνιοι δὲ καὶ κινεῖν φασὶ τὴν ψυχὴν τὸ σῶμα
ἐν
ἐστίν, ὡς αὐτὴ κινεῖται, οἷον Δημόκριτος, παραπλησίως
λέγων
Φιλίππῳ τῷ κωμῳδοδιδασκάλῳ. Φησὶ γὰρ
τὸν
Δαίδαλον κινουμένην ποιῆσαι τὴν ξυλίνην Ἀφροδίτην,
ἐγχέαντ’
ἄργυρον χυτόν. Ὁμοίως δὲ καὶ Δημόκριτος
λέγει·
κινουμένας γάρ φησι τὰς ἀδιαιρέτους σφαίρας διὰ
τὸ
πεφυκέναι μηδέποτε μένειν, συνεφέλκειν καὶ κινεῖν τὸ
σῶμα
πᾶν. Ἡμεῖς δ’ ἐρωτήσομεν εἰ καὶ ἠρέμησιν ποιεῖ (170) ταὐτὰ ταῦτα. Πῶς δὲ ποιήσει, χαλεπὸν καὶ ἀδύνατον
εἰπεῖν.
Ὅλως δ’ οὐχ οὕτω φαίνεται κινεῖν ψυχὴ
τὸ
ζῷον, ἀλλὰ διὰ προαιρέσεώς τινος καὶ νοήσεως. Τὸν
αὐτὸν
δὲ τρόπον καὶ Τίμαιος φυσιολογεῖ τὴν ψυχὴν κινεῖν
τὸ
σῶμα· τῷ γὰρ κινεῖσθαι αὐτὴν καὶ τὸ σῶμα κινεῖν διὰ τὸ
συμπεπλέχθαι
πρὸς αὐτό. Συνεστηκυῖαν γὰρ ἐκ τῶν
στοιχείων,
καὶ μεμερισμένην κατὰ τοὺς ἁρμονικοὺς ἀριθμούς,
ὅπως
αἴσθησίν τε σύμφυτον ἁρμονίας ἔχῃ καὶ τὸ πᾶν
φέρηται
συμφώνους φοράς, τὴν εὐθυωρίαν εἰς κύκλον κατέκαμψεν·
καὶ
διελὼν ἐκ τοῦ ἑνὸς δύο κύκλους δισσαχῇ συνημμένους
πάλιν
τὸν ἕνα διεῖλεν εἰς ἑπτὰ κύκλους, ὡς οὔσας
τὰς
τοῦ οὐρανοῦ φορὰς τὰς τῆς ψυχῆς κινήσεις. Πρῶτον
μὲν
οὖν οὐ καλῶς τὸ λέγειν τὴν ψυχὴν μέγεθος εἶναι· τὴν
γὰρ
τοῦ παντὸς δῆλον ὅτι τοιαύτην εἶναι βούλεται οἷόν ποτ’
ἐστὶν
καλούμενος νοῦς· οὐ γὰρ δὴ οἷόν γ’ αἰσθητική,
οὐδ’
οἷον ἐπιθυμητική· τούτων γὰρ κίνησις οὐ κυκλοφορία.
δὲ νοῦς εἷς καὶ συνεχής, ὥσπερ καὶ νόησις·
δὲ
νόησις τὰ νοήματα· ταῦτα δὲ τῷ ἐφεξῆς ἕν, ὡς ἀριθμός,
ἀλλ’
οὐχ ὡς τὸ μέγεθος. Διόπερ οὐδ’ νοῦς οὕτω συνεχής,
ἀλλ’
ἤτοι ἀμερὴς οὐχ ὡς μέγεθός τι συνεχής· πῶς γὰρ δὴ
καὶ
νοήσει μέγεθος ὢν ὁτῳοῦν τῶν μορίων τῶν αὑτοῦ;
μορίων
δ’ ἤτοι κατὰ μέγεθος κατὰ στιγμήν, εἰ δεῖ καὶ
τοῦτο
μόριον εἰπεῖν. Εἰ μὲν οὖν κατὰ στιγμήν, αὗται δ’
ἄπειροι,
δῆλον ὡς οὐδέποτε διέξεισιν, εἰ δὲ κατὰ μέγεθος,
πολλάκις
ἀπειράκις νοήσει τὸ αὐτό. Φαίνεται δὲ καὶ
ἅπαξ
ἐνδεχόμενον. Εἰ δ’ ἱκανὸν θιγεῖν ὁτῳοῦν τῶν μορίων,
τί
δεῖ κύκλῳ κινεῖσθαι καὶ ὅλως μέγεθος ἔχειν; Εἰ (171) δ’ ἀναγκαῖον νοῆσαι τῷ ὅλῳ κύκλῳ θιγόντα, τίς ἐστιν
τοῖς
μορίοις θίξις; Ἔτι δὲ πῶς νοήσει τὸ μεριστὸν ἀμερεῖ
καὶ
τὸ ἀμερὲς μεριστῷ; Ἀναγκαῖον δὲ τὸν νοῦν
εἶναι
τὸν κύκλον τοῦτον. Νοῦ μὲν γὰρ κίνησις νόησις,
κύκλου
δὲ περιφορά. Εἰ οὖν νόησις περιφορά, καὶ νοῦς
ἂν
εἴη κύκλος, οὗ τοιαύτη περιφορὰ νόησις. Ἀεὶ δὲ
δή
τι νοήσει· δεῖ γάρ, εἴπερ ἀΐδιος περιφορά· τῶν μὲν
γὰρ
πρακτικῶν νοήσεων ἔστι πέρατα (πᾶσαι γὰρ ἑτέρου
χάριν),
αἱ δὲ θεωρητικαὶ τοῖς λόγοις ὁμοίως ὁρίζονται.
Λόγος
δὲ πᾶς ὁρισμὸς ἀπόδειξις. Αἱ δ’ ἀποδείξεις καὶ
ἀπ’
ἀρχῆς, καὶ ἔχουσί πως τέλος τὸν συλλογισμὸν τὸ
συμπέρασμα·
εἰ δὲ μὴ περατοῦνται, ἀλλ’ οὐκ ἀνακάμπτουσί
γε
πάλιν ἐπ’ ἀρχήν, προσλαμβάνουσαι δ’ ἀεὶ μέσον καὶ
ἄκρον
εὐθυποροῦσιν· δὲ περιφορὰ πάλιν ἐπ’ ἀρχὴν ἀνακάμπτει.
Οἱ
δ’ ὁρισμοὶ πάντες πεπερασμένοι. Ἔτι εἰ
αὐτὴ
περιφορὰ πολλάκις, δεήσει πολλάκις νοεῖν τὸ αὐτό.
Ἔτι
δ’ νόησις ἔοικεν ἠρεμήσει τινὶ καὶ ἐπιστάσει μᾶλλον
κινήσει· τὸν αὐτὸν δὲ τρόπον καὶ συλλογισμός.
Ἀλλὰ
μὴν οὐδὲ μακάριόν γε τὸ μὴ ῥᾴδιον ἀλλὰ βίαιον· εἰ
δ’
ἐστὶν κίνησις αὐτῆς μὴ οὐσία, παρὰ φύσιν ἂν κινοῖτο.
Ἐπίπονον
δὲ καὶ τὸ μεμῖχθαι τῷ σώματι μὴ δυνάμενον
ἀπολυθῆναι,
καὶ προσέτι φευκτόν, εἴπερ βέλτιον τῷ νῷ μὴ
μετὰ
σώματος εἶναι, καθάπερ εἴωθέ τε λέγεσθαι καὶ πολλοῖς
συνδοκεῖ.
Ἄδηλος δὲ καὶ τοῦ κύκλῳ φέρεσθαι τὸν
οὐρανὸν
αἰτία· οὔτε γὰρ τῆς ψυχῆς οὐσία αἰτία τοῦ
κύκλῳ
φέρεσθαι, ἀλλὰ κατὰ συμβεβηκὸς οὕτω κινεῖται, οὔτε
τὸ
σῶμα αἴτιον, ἀλλ’ ψυχὴ μᾶλλον ἐκείνῳ. Ἀλλὰ μὴν
οὐδ’
ὅτι βέλτιον λέγεται· καίτοι γ’ ἐχρῆν διὰ τοῦτο τὸν (172) θεὸν κύκλῳ ποιεῖν φέρεσθαι τὴν ψυχήν, ὅτι βέλτιον αὐτῇ
τὸ
κινεῖσθαι τοῦ μένειν, κινεῖσθαι δ’ οὕτως ἄλλως. Ἐπεὶ
δ’
ἐστὶν τοιαύτη σκέψις ἑτέρων λόγων οἰκειοτέρα, ταύτην
μὲν
ἀφῶμεν τὸ νῦν. Ἐκεῖνο δὲ ἄτοπον συμβαίνει καὶ
τούτῳ
τῷ λόγῳ καὶ τοῖς πλείστοις τῶν περὶ ψυχῆς· συνάπτουσι
γὰρ
καὶ τιθέασιν εἰς σῶμα τὴν ψυχήν, οὐθὲν προσδιορίσαντες
διὰ
τίν’ αἰτίαν καὶ πῶς ἔχοντος τοῦ σώματος.
Καίτοι
δόξειεν ἂν τοῦτ’ ἀναγκαῖον εἶναι· διὰ γὰρ τὴν κοινωνίαν
τὸ
μὲν ποιεῖ τὸ δὲ πάσχει καὶ τὸ μὲν κινεῖται τὸ δὲ
κινεῖ,
τούτων δ’ οὐθὲν ὑπάρχει πρὸς ἄλληλα τοῖς τυχοῦσιν.
Οἱ
δὲ μόνον ἐπιχειροῦσι λέγειν ποῖόν τι ψυχή, περὶ δὲ
τοῦ
δεξομένου σώματος οὐθὲν ἔτι προσδιορίζουσιν, ὥσπερ
ἐνδεχόμενον
κατὰ τοὺς Πυθαγορικοὺς μύθους τὴν τυχοῦσαν
ψυχὴν
εἰς τὸ τυχὸν ἐνδύεσθαι σῶμα· δοκεῖ γὰρ ἕκαστον
ἴδιον
ἔχειν εἶδος καὶ μορφήν. Παραπλήσιον δὲ λέγουσιν
ὥσπερ
εἴ τις φαίη τὴν τεκτονικὴν εἰς αὐλοὺς ἐνδύεσθαι·
δεῖ
γὰρ τὴν μὲν τέχνην χρῆσθαι τοῖς ὀργάνοις, τὴν δὲ ψυχὴν
τῷ
σώματι.


HOME > '������������������������' in 'Aristoteles, De anima, 1, 3'
Aristoteles, De anima, 1, CAPUT 2 <<<     >>> CAPUT 4
1234w 15.207758903503 s