Aristoteles_cps99, De anima, 1, 5HOME > '������������������������' in 'Aristoteles, De anima, 1, 5'
Aristoteles, De anima, 1, CAPUT 4 <<<    hide dictionary links

(176) CAPUT 5

Συμβαίνει δέ, καθάπερ εἴπομεν, τῇ μὲν ταὐτὸ λέγειν
τοῖς
σῶμά τι λεπτομερὲς αὐτὴν τιθεῖσι, τῇ δ’, ὥσπερ Δημόκριτος
κινεῖσθαί
φησιν ὑπὸ τῆς ψυχῆς, ἴδιον τὸ ἄτοπον·
εἴ
περ γάρ ἐστιν ψυχὴ ἐν παντὶ τῷ αἰσθανομένῳ σώματι,
ἀναγκαῖον
ἐν τῷ αὐτῷ δύο εἶναι σώματα, εἰ σῶμά τι
ψυχή·
τοῖς δ’ ἀριθμὸν λέγουσιν, ἐν τῇ μιᾷ στιγμῇ πολλὰς
στιγμὰς
πᾶν σῶμα ψυχὴν ἔχειν, εἰ μὴ διαφέρων τις ἀριθμὸς
ἐγγίνεται
καὶ ἄλλος τις τῶν ὑπαρχουσῶν ἐν τῷ σώματι (177) στιγμῶν. Συμβαίνει τε κινεῖσθαι τὸ ζῷον ὑπὸ
τοῦ
ἀριθμοῦ, καθάπερ καὶ Δημόκριτον ἔφαμεν αὐτὸ κινεῖν·
τί
γὰρ διαφέρει σφαίρας λέγειν σμικρὰς μονάδας μεγάλας,
ὅλως μονάδας φερομένας; Ἀμφοτέρως γὰρ ἀναγκαῖον
κινεῖν
τὸ ζῷον τῷ κινεῖσθαι ταύτας. Τοῖς δὴ συμπλέξασιν
εἰς
τὸ αὐτὸ κίνησιν καὶ ἀριθμὸν ταῦτά τε συμβαίνει
καὶ
πολλὰ ἕτερα τοιαῦτα· οὐ γὰρ μόνον ὁρισμὸν ψυχῆς
ἀδύνατον
τοιοῦτον εἶναι, ἀλλὰ καὶ συμβεβηκός. Δῆλον δ’
εἴ
τις ἐπιχειρήσειεν ἐκ τοῦ λόγου τούτου τὰ πάθη καὶ τὰ
ἔργα
τῆς ψυχῆς ἀποδιδόναι, οἷον λογισμούς, αἰσθήσεις, ἡδονάς,
λύπας,
ὅσα ἄλλα τοιαῦτα· ὥσπερ γὰρ εἴπομεν πρότερον,
οὐδὲ
μαντεύσασθαι ῥᾴδιον ἐξ αὐτῶν. Τριῶν δὲ τρόπων
παραδεδομένων
καθ’ οὓς ὁρίζονται τὴν ψυχήν, οἱ μὲν τὸ κινητικώτατον
ἀπεφήναντο
τῷ κινεῖν ἑαυτό, οἱ δὲ σῶμα τὸ
λεπτομερέστατον
τὸ ἀσωματώτατον τῶν ἄλλων. Ταῦτα
δὲ
τίνας ἀπορίας τε καὶ ὑπεναντιώσεις ἔχει, διεληλύθαμεν
σχεδόν.
Λείπεται δ’ ἐπισκέψασθαι πῶς λέγεται τὸ ἐκ τῶν
στοιχείων
αὐτὴν εἶναι. Λέγουσι μὲν γάρ, ἵν’ αἰσθάνηταί
τε
τῶν ὄντων καὶ ἕκαστον γνωρίζῃ, ἀναγκαῖον δὲ συμβαίνειν
πολλὰ
καὶ ἀδύνατα τῷ λόγῳ· τίθενται γὰρ γνωρίζειν
τῷ
ὁμοίῳ τὸ ὅμοιον, ὥσπερ ἂν εἰ τὴν ψυχὴν τὰ πράγματα
τιθέντες.
Οὐκ ἔστι δὲ μόνα ταῦτα, πολλὰ δὲ καὶ ἕτερα,
μᾶλλον
δ’ ἴσως ἄπειρα τὸν ἀριθμόν, τὰ ἐκ τούτων. Ἐξ ὧν
μὲν
οὖν ἐστὶν ἕκαστον τούτων, ἔστω γινώσκειν τὴν ψυχὴν
καὶ
αἰσθάνεσθαι· ἀλλὰ τὸ σύνολον τίνι γνωριεῖ αἰσθήσεται,
οἷον
τί θεὸς ἄνθρωπος σὰρξ ὀστοῦν; Ὁμοίως
δὲ
καὶ ἄλλο ὁτιοῦν τῶν συνθέτων· οὐ γὰρ ὁπωσοῦν ἔχοντα (178) τὰ στοιχεῖα τούτων ἕκαστον, ἀλλὰ λόγῳ τινὶ καὶ συνθέσει,
καθάπερ
φησὶ καὶ Ἐμπεδοκλῆς τὸ ὀστοῦν.
δὲ χθὼν ἐπίηρος ἐν εὐστέρνοις χοάνοισιν
τὰ δύο τῶν ὀκτὼ μερέων λάχε νήστιδος αἴγλης,
τέσσαρα δ’ Ἡφαίστοιο· τὰ δ’ ὀστέα λεύκ’ ἐγένοντο.

Οὐδὲν οὖν ὄφελος εἶναι τὰ στοιχεῖα ἐν τῇ ψυχῇ, εἰ μὴ καὶ
οἱ
λόγοι ἐνέσονται καὶ σύνθεσις· γνωριεῖ γὰρ ἕκαστον τὸ
ὅμοιον,
τὸ δ’ ὀστοῦν τὸν ἄνθρωπον οὐθέν, εἰ μὴ καὶ ταῦτ’
ἐνέσται.
Τοῦτο δ’ ὅτι ἀδύνατον, οὐθὲν δεῖ λέγειν· τίς γὰρ
ἂν
ἀπορήσειεν εἰ ἔνεστιν ἐν τῇ ψυχῇ λίθος ἄνθρωπος;
Ὁμοίως
δὲ καὶ τὸ ἀγαθὸν καὶ τὸ μὴ ἀγαθόν. Τὸν αὐτὸν
δὲ
τρόπον καὶ περὶ τῶν ἄλλων. Ἔτι δὲ πολλαχῶς λεγομένου
τοῦ
ὄντος (σημαίνει γὰρ τὸ μὲν τόδε τι, τὸ δὲ ποσὸν
ποιὸν καί τινα ἄλλην τῶν διαιρεθεισῶν κατηγοριῶν) πότερον
ἐξ
ἁπάντων ἔσται ψυχὴ οὔ; Ἀλλ’ οὐ δοκεῖ
κοινὰ
πάντων εἶναι στοιχεῖα. Ἆρ’ οὖν ὅσα τῶν οὐσιῶν
ἐκ
τούτων μόνον; Πῶς οὖν γινώσκει καὶ τῶν ἄλλων ἕκαστον;
φήσουσιν ἑκάστου γένους εἶναι στοιχεῖα καὶ ἀρχὰς
ἰδίας,
ἐξ ὧν τὴν ψυχὴν συνεστάναι; Ἔσται ἄρα ποσὸν
καὶ
ποιὸν καὶ οὐσία. Ἀλλ’ ἀδύνατον ἐκ τῶν τοῦ ποσοῦ
στοιχείων
οὐσίαν εἶναι καὶ μὴ ποσόν. Τοῖς δὴ λέγουσιν
ἐκ
πάντων ταῦτά τε καὶ τοιαῦθ’ ἕτερα συμβαίνει. Ἄτοπον
δὲ
καὶ τὸ φάναι μὲν ἀπαθὲς εἶναι τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου,
αἰσθάνεσθαι
δὲ τὸ ὅμοιον τοῦ ὁμοίου καὶ γινώσκειν τῷ ὁμοίῳ
τὸ
ὅμοιον. Τὸ δ’ αἰσθάνεσθαι πάσχειν τι καὶ κινεῖσθαι
τιθέασιν·
ὁμοίως δὲ καὶ τὸ νοεῖν τε καὶ γινώσκειν. Πολλὰς
δ’
ἀπορίας καὶ δυσχερείας ἔχοντος τοῦ λέγειν, καθάπερ (179) Ἐμπεδοκλῆς, ὡς τοῖς σωματικοῖς στοιχείοις ἕκαστα γνωρίζεται
καὶ
πρὸς τὸ ὅμοιον, μαρτυρεῖ τὸ νῦν λεχθέν· ὅσα
γὰρ
ἔνεστιν ἐν τοῖς τῶν ζῴων σώμασιν ἁπλῶς γῆς, οἷον
ὀστᾶ
νεῦρα τρίχες, οὐθενὸς αἰσθάνεσθαι δοκεῖ, ὥστ’ οὐδὲ
τῶν
ὁμοίων. Καίτοι προσῆκεν. Ἔτι δ’ ἑκάστῃ τῶν ἀρχῶν
ἄγνοια
πλείων σύνεσις ὑπάρξει· γνώσεται μὲν γὰρ
ἓν
ἕκαστον, πολλὰ δ’ ἀγνοήσει· πάντα γὰρ τἆλλα. Συμβαίνει
δ’
Ἐμπεδοκλεῖ γε καὶ ἀφρονέστατον εἶναι τὸν θεόν·
μόνος
γὰρ τῶν στοιχείων ἓν οὐ γνωριεῖ, τὸ νεῖκος, τὰ δὲ
θνητὰ
πάντα· ἐκ πάντων γὰρ ἕκαστον. Ὅλως τε διὰ τίν’
αἰτίαν
οὐχ ἅπαντα ψυχὴν ἔχει τὰ ὄντα, ἐπειδὴ πᾶν στοιχεῖον
ἐκ στοιχείου ἑνὸς πλειόνων πάντων; Ἀναγκαῖον
γάρ
ἐστιν ἕν τι γινώσκειν τινὰ πάντα. Ἀπορήσειε
δ’
ἄν τις καὶ τί ποτ’ ἐστὶ τὸ ἑνοποιοῦν αὐτά· ὕλῃ γὰρ
ἔοικε
τά γε στοιχεῖα· κυριώτατον γὰρ ἐκεῖνο τὸ συνέχον
τί ποτ’ ἐστίν· τῆς δὲ ψυχῆς εἶναί τι κρεῖττον καὶ ἄρχον
ἀδύνατον·
ἀδυνατώτερον δ’ ἔτι τοῦ νοῦ· εὔλογον γὰρ
τοῦτον
εἶναι προγενέστατον καὶ κύριον κατὰ φύσιν, τὰ
δὲ
στοιχεῖά φασι πρῶτα τῶν ὄντων εἶναι. Πάντες δὲ καὶ
οἱ
διὰ τὸ γνωρίζειν καὶ αἰσθάνεσθαι τὰ ὄντα τὴν ψυχὴν ἐκ
τῶν
στοιχείων λέγοντες αὐτήν, καὶ οἱ τὸ κινητικώτατον, οὐ
περὶ
πάσης λέγουσι ψυχῆς· οὔτε γὰρ τὰ αἰσθανόμενα πάντα
κινητικά·
φαίνεται γὰρ εἶναί τινα μόνιμα τῶν ζῴων κατὰ (180) τόπον. Καίτοι δοκεῖ γε ταύτην μόνην τῶν κινήσεων κινεῖν
ψυχὴ τὸ ζῷον. Ὁμοίως δὲ καὶ ὅσοι τὸν νοῦν καὶ τὸ αἰσθητικὸν
ἐκ
τῶν στοιχείων ποιοῦσιν· φαίνεται γὰρ τά τε
φυτὰ
ζῆν οὐ μετέχοντα φορᾶς οὐδ’ αἰσθήσεως, καὶ τῶν ζῴων
πολλὰ
διάνοιαν οὐκ ἔχειν. Εἰ δέ τις καὶ ταῦτα παραχωρήσειε,
καὶ
θείη τὸν νοῦν μέρος τι τῆς ψυχῆς, ὁμοίως δὲ καὶ τὸ
αἰσθητικόν,
οὐδ’ ἂν οὕτω λέγοιεν καθόλου περὶ πάσης ψυχῆς
οὐδὲ
περὶ ὅλης οὐδὲ μιᾶς. Τοῦτο δὲ πέπονθε καὶ ἐν
τοῖς
Ὀρφικοῖς ἔπεσι καλουμένοις λόγος· φησὶ γὰρ τὴν
ψυχὴν
ἐκ τοῦ ὅλου εἰσιέναι ἀναπνεόντων, φερομένην ὑπὸ τῶν
ἀνέμων.
Οὐχ οἷόν τε δὴ τοῖς φυτοῖς τοῦτο συμβαίνειν οὐδὲ
τῶν
ζῴων ἐνίοις, εἴπερ μὴ πάντα ἀναπνέουσιν. Τοῦτο δὲ
λέληθε
τοὺς οὕτως ὑπειληφότας. Εἴτε δεῖ τὴν ψυχὴν ἐκ
τῶν
στοιχείων ποιεῖν, οὐθὲν δεῖ ἐξ ἁπάντων· ἱκανὸν γὰρ
θάτερον
μέρος τῆς ἐναντιώσεως ἑαυτό τε κρίνειν καὶ τὸ ἀντικείμενον.
Καὶ
γὰρ τῷ εὐθεῖ καὶ αὐτὸ καὶ τὸ καμπύλον
γινώσκομεν·
κριτὴς γὰρ ἀμφοῖν κανών, τὸ δὲ καμπύλον
οὔθ’
ἑαυτοῦ οὔτε τοῦ εὐθέος. καὶ ἐν τῷ ὅλῳ δέ τινες αὐτὴν
μεμῖχθαί
φασιν, ὅθεν ἴσως καὶ Θαλῆς ᾠήθη πάντα πλήρη
θεῶν
εἶναι. Τοῦτο δ’ ἔχει τινὰς ἀπορίας· διὰ τίνα γὰρ
αἰτίαν
ἐν μὲν τῷ ἀέρι τῷ πυρὶ οὖσα ψυχὴ οὐ ποιεῖ
ζῷον,
ἐν δὲ τοῖς μικτοῖς, καὶ ταῦτα βελτίων ἐν τούτοις
εἶναι
δοκοῦσα; Ἐπιζητήσειε γὰρ ἄν τις καὶ διὰ τίν’ αἰτίαν
ἐν τῷ ἀέρι ψυχὴ τῆς ἐν τοῖς ζῴοις βελτίων ἐστὶ καὶ ἀθανατωτέρα.
Συμβαίνει
δ’ ἀμφοτέρως ἄτοπον καὶ παράλογον·
καὶ
γὰρ τὸ λέγειν ζῷον τὸ πῦρ τὸν ἀέρα τῶν παραλογωτέρων (181) ἐστί, καὶ τὸ μὴ λέγειν ζῷα ψυχῆς ἐνούσης ἄτοπον.
Ὑπολαβεῖν
δ’ ἐοίκασιν εἶναι τὴν ψυχὴν ἐν τούτοις,
ὅτι
τὸ ὅλον τοῖς μορίοις ὁμοειδές. Ὥστ’ ἀναγκαῖον
αὐτοῖς
λέγειν καὶ τὴν ψυχὴν ὁμοειδῆ τοῖς μορίοις εἶναι,
εἰ
τῷ ἀπολαμβάνεσθαί τι τοῦ περιέχοντος ἐν τοῖς
ζῴοις
ἔμψυχα τὰ ζῷα γίνεται. Εἰ δ’ μὲν ἀὴρ διασπώμενος
ὁμοειδής,
δὲ ψυχὴ ἀνομοιομερής, τὸ μέν τι αὐτῆς
ὑπάρξει
δῆλον ὅτι, τὸ δ’ οὐχ ὑπάρξει. Ἀναγκαῖον οὖν
αὐτὴν
ὁμοιομερῆ εἶναι μὴ ἐνυπάρχειν ἐν ὁτῳοῦν μορίῳ
τοῦ
παντός. Φανερὸν οὖν ἐκ τῶν εἰρημένων ὡς οὔτε τὸ
γινώσκειν
ὑπάρχει τῇ ψυχῇ διὰ τὸ ἐκ τῶν στοιχείων εἷναι,
οὔτε
τὸ κινεῖσθαι αὐτὴν καλῶς οὐδ’ ἀληθῶς λέγεται.
Ἐπεὶ
δὲ τὸ γινώσκειν τῆς ψυχῆς ἐστὶ καὶ τὸ αἰσθάνεσθαί
τε
καὶ τὸ δοξάζειν, ἔτι δὲ τὸ ἐπιθυμεῖν καὶ βούλεσθαι
καὶ
ὅλως αἱ ὀρέξεις, γίνεται δὲ καὶ κατὰ τόπον
κίνησις
τοῖς ζῴοις ὑπὸ τῆς ψυχῆς, ἔτι δ’ αὔξη τε καὶ
ἀκμὴ
καὶ φθίσις, πότερον ὅλῃ τῇ ψυχῇ τούτων ἕκαστον
ὑπάρχει,
καὶ πάσῃ νοοῦμέν τε καὶ αἰσθανόμεθα καὶ τῶν
ἄλλων
ἕκαστον ποιοῦμέν τε καὶ πάσχομεν, μορίοις ἑτέροις
ἕτερα;
Καὶ τὸ ζῆν δὴ πότερον ἔν τινι τούτων ἐστὶν ἑνὶ
καὶ ἐν πλείοσιν πᾶσιν, καὶ ἄλλο τι αἴτιον; Λέγουσι
δή
τινες μεριστὴν αὐτήν, καὶ ἄλλῳ μὲν νοεῖν
ἄλλῳ
δὲ ἐπιθυμεῖν. Τί οὖν δή ποτε συνέχει τὴν ψυχήν,
εἰ
μεριστὴ πέφυκεν; Οὐ γὰρ δὴ τό γε σῶμα· δοκεῖ γὰρ (182) τοὐναντίον μᾶλλον ψυχὴ τὸ σῶμα συνέχειν· ἐξελθούσης
γοῦν
διαπνεῖται καὶ σήπεται. Εἰ οὖν ἕτερόν τι μίαν
αὐτὴν
ποιεῖ, ἐκεῖνο μάλιστ’ ἂν εἴη ψυχή. Δεήσει δὲ
καὶ
πάλιν κἀκεῖνο ζητεῖν, πότερον ἓν πολυμερές. Εἰ μὲν
γὰρ
ἕν, διὰ τί οὐκ εὐθέως καὶ ψυχὴ ἕν; Εἰ δὲ μεριστόν,
πάλιν
λόγος ζητήσει τί τὸ συνέχον ἐκεῖνο, καὶ οὕτω δὴ
πρόεισιν
ἐπὶ τὸ ἄπειρον. Ἀπορήσειε δ’ ἄν τις καὶ περὶ
τῶν
μορίων αὐτῆς, τίν’ ἔχει δύναμιν ἕκαστον ἐν τῷ σώματι.
Εἰ
γὰρ ὅλη ψυχὴ πᾶν τὸ σῶμα συνέχει, προσήκει καὶ
τῶν
μορίων ἕκαστον συνέχειν τι τοῦ σώματος. Τοῦτο δ’
ἔοικεν
ἀδυνάτῳ· ποῖον γὰρ μόριον πῶς νοῦς συνέξει,
χαλεπὸν
καὶ πλάσαι. Φαίνεται δὲ καὶ τὰ φυτὰ διαιρούμενα
ζῆν
καὶ τῶν ζῴων ἔνια τῶν ἐντόμων, ὡς τὴν αὐτὴν
ἔχοντα
ψυχὴν τῷ εἴδει, εἰ καὶ μὴ ἀριθμῷ· ἑκάτερον γοῦν
τῶν
μορίων αἴσθησιν ἔχει καὶ κινεῖται κατὰ τόπον ἐπί τινα
χρόνον.
Εἰ δὲ μὴ διατελοῦσιν, οὐθὲν ἄτοπον· ὄργανα γὰρ
οὐκ
ἔχουσιν ὥστε σώζειν τὴν φύσιν. Ἀλλ’ οὐδὲν ἧττον ἐν
ἑκατέρῳ
τῶν μορίων ἅπαντ’ ἐνυπάρχει τὰ μόρια τῆς ψυχῆς,
καὶ
ὁμοειδῆ εἰσὶν ἀλλήλοις καὶ τῇ ὅλῃ, ἀλλήλων μὲν ὡς
οὐ
χωριστὰ ὄντα, τῆς δ’ ὅλης ψυχῆς ὡς διαιρετῆς οὔσης.
Ἔοικε
δὲ καὶ ἐν τοῖς φυτοῖς ἀρχὴ ψυχή τις εἶναι·
μόνης
γὰρ ταύτης κοινωνεῖ καὶ ζῷα καὶ φυτά. Καὶ
αὕτη
μὲν χωρίζεται τῆς αἰσθητικῆς ἀρχῆς, αἴσθησιν δ’
οὐθὲν
ἄνευ ταύτ ς ἔχει. (183)


HOME > '������������������������' in 'Aristoteles, De anima, 1, 5'
Aristoteles, De anima, 1, CAPUT 4 <<<    
1508w 4.663253068924 s