Aristoteles_cps99, De anima, 2, 10HOME > '������������������������' in 'Aristoteles, De anima, 2, 10'
Aristoteles, De anima, 2, CAPUT 4 <<<     >>> CAPUT 6hide dictionary links

(195) CAPUT 5

Διωρισμένων δὲ τούτων λέγωμεν κοινῇ περὶ πάσης αἰσθήσεως.
δ’ αἴσθησις ἐν τῷ κινεῖσθαί τε καὶ πάσχειν
συμβαίνει,
καθάπερ εἴρηται· δοκεῖ γὰρ ἀλλοίωσίς τις εἶναι.
Φασὶ
δέ τινες καὶ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου πάσχειν.
Τοῦτο
δὲ πῶς δυνατὸν ἀδύνατον, εἰρήκαμεν ἐν τοῖς καθόλου
λόγοις
περὶ τοῦ ποιεῖν καὶ πάσχειν. Ἔχει δ’ ἀπορίαν
διὰ
τί καὶ τῶν αἰσθήσεων αὐτῶν οὐ γίνεται αἴσθησις, καὶ
διὰ
τί ἄνευ τῶν ἔξω οὐ ποιοῦσιν αἴσθησιν, ἐνόντος πυρὸς καὶ
γῆς
καὶ τῶν ἄλλων στοιχείων, ὧν ἐστὶν αἴσθησις καθ’
αὑτὰ
τὰ συμβεβηκότα τούτοις. Δῆλον οὖν ὅτι τὸ αἰσθητικὸν
οὐκ
ἔστιν ἐνεργείᾳ, ἀλλὰ δυνάμει μόνον. Διὸ καθάπερ
τὸ
καυστὸν οὐ καίεται αὐτὸ καθ’ αὑτὸ ἄνευ τοῦ
καυστικοῦ·
ἔκαιε γὰρ ἂν ἑαυτό, καὶ οὐθὲν ἐδεῖτο τοῦ ἐντελεχείᾳ
πυρὸς
ὄντος. Ἐπειδὴ δὲ τὸ αἰσθάνεσθαι λέγομεν (196) διχῶς (τό τε γὰρ δυνάμει ἀκοῦον καὶ ὁρῶν ἀκούειν καὶ
ὁρᾶν
λέγομεν, κἂν τύχῃ καθεῦδον, καὶ τὸ ἤδη ἐνεργοῦν), διχῶς
ἂν
λέγοιτο καὶ αἴσθησις, μὲν ὡς δυνάμει, δὲ ὡς
ἐνεργείᾳ.
Ὁμοίως δὲ καὶ τὸ αἰσθάνεσθαι, τό τε δυνάμει ὂν
καὶ
τὸ ἐνεργείᾳ. Πρῶτον μὲν οὖν ὡς τοῦ αὐτοῦ ὄντος τοῦ
πάσχειν
καὶ τοῦ κινεῖσθαι καὶ τοῦ ἐνεργεῖν λέγωμεν· καὶ
γὰρ
ἔστιν κίνησις ἐνέργειά τις, ἀτελὴς μέντοι, καθάπερ
ἐν
ἑτέροις εἴρηται. Πάντα δὲ πάσχει καὶ κινεῖται ὑπὸ
τοῦ
ποιητικοῦ καὶ ἐνεργείᾳ ὄντος. Διὸ ἔστι μὲν ὡς ὑπὸ τοῦ
ὁμοίου
πάσχει, ἔστι δὲ ὡς ὑπὸ τοῦ ἀνομοίου, καθάπερ εἴπομεν·
πάσχει
μὲν γὰρ τὸ ἀνόμοιον, πεπονθὸς δ’ ὅμοιόν
ἐστιν.
Διαιρετέον δὲ καὶ περὶ δυνάμεως καὶ ἐντελεχείας·
νῦν
γὰρ ἁπλῶς λέγομεν περὶ αὐτῶν. Ἔστι μὲν γὰρ οὕτως
ἐπιστῆμόν
τι ὡς ἂν εἴποιμεν ἄνθρωπον ἐπιστήμονα, ὅτι
ἄνθρωπος τῶν ἐπιστημόνων καὶ ἐχόντων ἐπιστήμην·
ἔστι
δ’ ὡς ἤδη λέγομεν ἐπιστήμονα τὸν ἔχοντα τὴν γραμματικήν.
Ἑκάτερος
δὲ τούτων οὐ τὸν αὐτὸν τρόπον δυνατός
ἐστιν,
ἀλλ’ μὲν ὅτι τὸ γένος τοιοῦτον καὶ ὕλη, δ’
ὅτι
βουληθεὶς δυνατὸς θεωρεῖν, ἂν μή τι κωλύσῃ τῶν ἔξωθεν·
δ’ ἤδη θεωρῶν ἐντελεχείᾳ ὢν καὶ κυρίως ἐπιστάμενος
τόδε
τὸ Α. Ἀμφότεροι μὲν οὖν οἱ πρῶτοι κατὰ δύναμιν
ἐπιστήμονες,
ἀλλ’ μὲν διὰ μαθήσεως ἀλλοιωθεὶς καὶ πολλάκις
ἐξ
ἐναντίας μεταβαλὼν ἕξεως, δ’ ἐκ τοῦ ἔχειν τὴν
αἴσθησιν
τὴν γραμματικήν, μὴ ἐνεργεῖν δ’ εἰς τὸ ἐνεργεῖν
ἄλλον
τρόπον. Οὐκ ἔστι δ’ ἁπλοῦν οὐδὲ τὸ πάσχειν, ἀλλὰ
τὸ
μὲν φθορά τις ὑπὸ τοῦ ἐναντίου, τὸ δὲ σωτηρία μᾶλλον (197) τοῦ δυνάμει ὄντος ὑπὸ τοῦ ἐντελεχείᾳ ὄντος καὶ ὁμοίου,
οὕτως
ὡς δύναμις ἔχει πρὸς ἐντελέχειαν· θεωροῦν γὰρ γίγνεται
τὸ
ἔχον τὴν ἐπιστήμην, ὅπερ οὐκ ἔστιν ἀλλοιοῦσθαι
(εἰς
αὐτὸ γὰρ ἐπίδοσις καὶ εἰς ἐντελέχειαν) ἕτερον
γένος
ἀλλοιώσεως. Διὸ οὐ καλῶς ἔχει λέγειν τὸ φρονοῦν,
ὅταν
φρονῇ, ἀλλοιοῦσθαι, ὥσπερ οὐδὲ τὸν οἰκοδόμον ὅταν
οἰκοδομῇ.
Τὸ μὲν οὖν εἰς ἐντελέχειαν ἄγον ἐκ δυνάμει ὄντος
κατὰ
τὸ νοοῦν καὶ φρονοῦν οὐ διδασκαλίαν ἀλλ’ ἑτέραν
ἐπωνυμίαν
ἔχειν δίκαιον· τὸ δ’ ἐκ δυνάμει ὄντος μανθάνον
καὶ
λαμβάνον ἐπιστήμην ὑπὸ τοῦ ἐντελεχείᾳ ὄντος καὶ διδασκαλικοῦ
ἤτοι
οὐδὲ πάσχειν φατέον, ὥσπερ εἴρηται,
δύο
τρόπους εἶναι ἀλλοιώσεως, τήν τε ἐπὶ τὰς στερητικὰς
διαθέσεις
μεταβολὴν καὶ τὴν ἐπὶ τὰς ἕξεις καὶ τὴν φύσιν.
Τοῦ
δ’ αἰσθητικοῦ μὲν πρώτη μεταβολὴ γίνεται ὑπὸ τοῦ
γεννῶντος,
ὅταν δὲ γεννηθῇ, ἔχει ἤδη ὥσπερ ἐπιστήμην καὶ
τὸ
αἰσθάνεσθαι. Καὶ τὸ κατ’ ἐνέργειαν δὲ ὁμοίως λέγεται
τῷ
θεωρεῖν· διαφέρει δέ, ὅτι τοῦ μὲν τὰ ποιητικὰ τῆς
ἐνεργείας
ἔξωθεν, τὸ ὁρατὸν καὶ τὸ ἀκουστόν, ὁμοίως δὲ καὶ
τὰ
λοιπὰ τῶν αἰσθητῶν. Αἴτιον δ’ ὅτι τῶν καθ’ ἕκαστον
κατ’ ἐνέργειαν αἴσθησις, δ’ ἐπιστήμη τῶν καθόλου· ταῦτα
δ’
ἐν αὐτῇ πώς ἐστι τῇ ψυχῇ. Διὸ νοῆσαι μὲν ἐπ’ αὐτῷ,
ὁπόταν
βούληται, αἰσθάνεσθαι δ’ οὐκ ἐπ’ αὐτῷ· ἀναγκαῖον
γὰρ
ὑπάρχειν τὸ αἰσθητόν. Ὁμοίως δὲ τοῦτ’ ἔχει κἀν ταῖς
ἐπιστήμαις
ταῖς τῶν αἰσθητῶν, καὶ διὰ τὴν αὐτὴν αἰτίαν,
ὅτι
τὰ αἰσθητὰ τῶν καθ’ ἕκαστα καὶ τῶν ἔξωθεν. Ἀλλὰ
περὶ
μὲν τούτων διασαφῆσαι καιρὸς γένοιτ’ ἂν καὶ εἰσαῦθις.
Νῦν
δὲ διωρίσθω τοσοῦτον, ὅτι οὐχ ἁπλοῦ ὄντος τοῦ δυνάμει
λεγομένου,
ἀλλὰ τοῦ μὲν ὥσπερ ἂν εἴποιμεν τὸν παῖδα (198) δύνασθαι στρατηγεῖν, τοῦ δὲ ὡς τὸν ἐν ἡλικίᾳ ὄντα, οὕτως
ἔχει
τὸ αἰσθητικόν. Ἐπεὶ δ’ ἀνώνυμος αὐτῶν διαφορά,
διώρισται
δὲ περὶ αὐτῶν ὅτι ἕτερα καὶ πῶς ἕτερα, χρῆσθαι
ἀναγκαῖον
τῷ πάσχειν καὶ ἀλλοιοῦσθαι ὡς κυρίοις
ὀνόμασιν·
τὸ δ’ αἰσθητικὸν δυνάμει ἐστὶν οἷον τὸ αἰσθητὸν
ἤδη
ἐντελεχείᾳ, καθάπερ εἴρηται. Πάσχει μὲν οὖν οὐχ
ὅμοιον
ὄν, πεπονθὸς δ’ ὡμοίωται καὶ ἔστιν οἷον ἐκεῖνο.


HOME > '������������������������' in 'Aristoteles, De anima, 2, 10'
706w 4.2771120071411 s