Aristoteles_cps99, De anima, 2, 13HOME > '������������������������' in 'Aristoteles, De anima, 2, 13'
Aristoteles, De anima, 2, CAPUT 7 <<<     >>> CAPUT 9hide dictionary links

(201) CAPUT 8

Νῦν δὲ πρῶτον περὶ ψόφου καὶ ἀκοῆς διορίσωμεν. (202) Ἔστι δὲ διττὸς ψόφος· μὲν γὰρ ἐνέργειά τις, δὲ δύναμις·
τὰ
μὲν γὰρ οὔ φαμεν ἔχειν ψόφον, οἷον σπόγγον,
ἔρια,
τὰ δ’ ἔχειν, οἷον χαλκὸν καὶ ὅσα στερεὰ καὶ λεῖα, ὅτι
δύναται
ψοφῆσαι. Τοῦτο δ’ ἐστὶν αὐτοῦ μεταξὺ καὶ τῆς
ἀκοῆς
ἐμποιῆσαι ψόφον ἐνεργείᾳ. Γίνεται δ’ κατ’ ἐνέργειαν
ψόφος
ἀεί τινος πρός τι καὶ ἔν τινι· πληγὴ γάρ ἐστιν
ποιοῦσα. Διὸ καὶ ἀδύνατον ἑνὸς ὄντος γενέσθαι ψόφον·
ἕτερον
γὰρ τὸ τύπτον καὶ τὸ τυπτόμενον· ὥστε τὸ ψοφοῦν
πρός
τι ψοφεῖ. Πληγὴ δ’ οὐ γίνεται ἄνευ φορᾶς. Ὥσπερ
δ’
εἴπομεν, οὐ τῶν τυχόντων πληγὴ ψόφος· οὐθένα γὰρ
ποιεῖ
ψόφον ἔρια ἂν πληγῇ, ἀλλὰ χαλκὸς καὶ ὅσα λεῖα
καὶ
κοῖλα, μὲν χαλκός, ὅτι λεῖος· τὰ δὲ κοῖλα τῇ ἀνακλάσει
πολλὰς
ποιεῖ πληγὰς μετὰ τὴν πρώτην, ἀδυνατοῦντος
ἐξελθεῖν
τοῦ κινηθέντος. Ἔτι ἀκούεται ἐν ἀέρι καὶ ὕδατι,
ἀλλ’
ἧττον. Οὐκ ἔστι δὲ ψόφου κύριος ἀὴρ οὐδὲ τὸ
ὕδωρ·
ἀλλὰ δεῖ στερεῶν πληγὴν γενέσθαι πρὸς ἄλληλα καὶ
πρὸς
τὸν ἀέρα. Τοῦτο δὲ γίνεται, ὅταν ὑπομένῃ πληγεὶς
ἀὴρ καὶ μὴ διαχυθῇ. Διὸ ἐὰν ταχέως καὶ σφοδρῶς πληγῇ,
ψοφεῖ·
δεῖ γὰρ φθάσαι τὴν κίνησιν τοῦ ῥαπίζοντος τὴν
θρύψιν
τοῦ ἀέρος, ὥσπερ ἂν εἰ σωρὸν ὁρμαθὸν ψάμμου
τύπτοι
τις φερόμενον ταχύ. Ἠχὼ δὲ γίνεται, ὅταν ἀπὸ
τοῦ
ἀέρος ἑνὸς γενομένου διὰ τὸ ἀγγεῖον τὸ διορίσαν καὶ
κωλῦσαν
θρυφθῆναι πάλιν ἀὴρ ἀπωσθῇ, ὥσπερ σφαῖρα.
Ἔοικε
δ’ ἀεὶ γίνεσθαι ἠχώ, ἀλλ’ οὐ σαφής, ἐπεὶ συμβαίνει
γε
ἐπὶ τοῦ ψόφου καθάπερ καὶ ἐπὶ τοῦ φωτός· καὶ γὰρ τὸ
φῶς
ἀεὶ ἀνακλᾶται (οὐδὲ γὰρ ἂν ἐγίνετο πάντῃ φῶς, ἀλλὰ
σκότος
ἔξω τοῦ ἡλιουμένου), ἀλλ’ οὐχ οὕτως ἀνακλᾶται
ὥσπερ
ἀφ’ ὕδατος χαλκοῦ καί τινος ἄλλου τῶν λείων, (203) ὥστε σκιὰν ποιεῖν, τὸ φῶς ὁρίζομεν. Τὸ δὲ κενὸν ὀρθῶς
λέγεται
κύριον τοῦ ἀκούειν. Δοκεῖ γὰρ εἶναι κενὸν ἀήρ,
οὗτος
δ’ ἐστὶν ποιῶν ἀκούειν, ὅταν κινηθῇ συνεχὴς καὶ εἷς.
Ἀλλὰ
διὰ τὸ ψαθυρὸς εἶναι οὐ γεγωνεῖ, ἂν μὴ λεῖον
τὸ
πληγέν. Τότε δὲ εἷς γίνεται ἅμα διὰ τὸ ἐπίπεδον· ἓν
γὰρ
τὸ τοῦ λείου ἐπίπεδον. Ψοφητικὸν μὲν οὖν τὸ κινητικὸν
ἑνὸς
ἀέρος συνεχείᾳ μέχρις ἀκοῆς, ἀκοὴ δὲ συμφυὴς ἀέρι.
Διὰ
δὲ τὸ ἐν ἀέρι εἶναι, κινουμένου τοῦ ἔξω τὸ εἴσω κινεῖ.
Διόπερ
οὐ πάντῃ τὸ ζῷον ἀκούει, οὐδὲ πάντῃ διέρχεται
ἀήρ·
οὐ γὰρ πάντῃ ἔχει ἀέρα τὸ κινησόμενον μέρος καὶ ἔμψυχον.
Αὐτὸ
μὲν δὴ ἄψοφον ἀὴρ διὰ τὸ εὔθρυπτον·
ὅταν
δὲ κωλυθῇ θρύπτεσθαι, τούτου κίνησις ψόφος.
δ’
ἐν τοῖς ὠσὶν ἐγκατῳκοδόμηται πρὸς τὸ ἀκίνητος εἶναι,
ὅπως
ἀκριβῶς αἰσθάνηται πάσας τὰς διαφορὰς τῆς κινήσεως.
Διὰ
ταῦτα δὲ καὶ ἐν ὕδατι ἀκούομεν, ὅτι οὐκ εἰσέρχεται πρὸς
αὐτὸν
τὸν συμφυῆ ἀέρα· ἀλλ’ οὐδ’ εἰς τὸ οὖς διὰ τὰς ἕλικας.
Ὅταν
δὲ τοῦτο συμβῇ, οὐκ ἀκούει· οὐδ’ ἂν μῆνιγξ κάμῃ,
ὥσπερ
τὸ ἐπὶ τῇ κόρῃ δέρμα ὅταν κάμῃ. Ἀλλὰ καὶ σημεῖον
τοῦ
ἀκούειν μὴ τὸ ἠχεῖν αἰεὶ τὸ οὖς ὥσπερ τὸ κέρας·
ἀεὶ
γὰρ οἰκείαν τινὰ κίνησιν ἀὴρ κινεῖται ἐν τοῖς ὠσίν·
ἀλλ’
ψόφος ἀλλότριος καὶ οὐκ ἴδιος. Καὶ διὰ τοῦτό
φασιν
ἀκούειν τῷ κενῷ καὶ ἠχοῦντι, ὅτι ἀκούομεν τῷ ἔχοντι
ὡρισμένον
τὸν ἀέρα, Πότερον δὲ ψοφεῖ τὸ τυπτόμενον
τὸ
τύπτον; καὶ ἄμφω, τρόπον δ’ ἕτερον· ἔστι γὰρ
ψόφος
κίνησις τοῦ δυναμένου κινεῖσθαι τὸν τρόπον τοῦτον
ὅνπερ
τὰ ἀφαλλόμενα ἀπὸ τῶν λείων, ὅταν τις κρούσῃ.
Οὐ
δὴ πᾶν, ὥσ περ εἴρηται, ψοφεῖ τυπτόμενον καὶ τύπτον, (204) οἷον ἐὰν πατάξῃ βελόνη βελόνην· ἀλλὰ δεῖ τὸ τυπτόμενον
ὁμαλὸν
εἶναι, ὥστε τὸν ἀέρα ἀθροῦν ἀφάλλεσθαι καὶ σείεσθαι.
Αἱ
δὲ διαφοραὶ τῶν ψοφούντων ἐν τῷ κατ’ ἐνέργειαν
ψόφῳ
δηλοῦνται· ὥσπερ γὰρ ἄνευ φωτὸς οὐχ ὁρᾶται
τὰ
χρώματα, οὕτως οὐδ’ ἄνευ ψόφου τὸ ὀξὺ καὶ τὸ βαρύ.
Ταῦτα
δὲ λέγεται κατὰ μεταφορὰν ἀπὸ τῶν ἁπτῶν· τὸ μὲν
γὰρ
ὀξὺ κινεῖ τὴν αἴσθησιν ἐν ὀλίγῳ χρόνῳ ἐπὶ πολύ, τὸ δὲ
βαρὺ
ἐν πολλῷ ἐπ’ ὀλίγον. Οὐ δὴ ταχὺ τὸ ὀξύ, τὸ δὲ
βαρὺ
βραδύ, ἀλλὰ γίνεται τοῦ μὲν διὰ τὸ τάχος κίνησις
τοιαύτη,
τοῦ δὲ διὰ βραδυτῆτα. Καὶ ἔοικεν ἀνάλογον
ἔχειν
τῷ περὶ τὴν ἁφὴν ὀξεῖ καὶ ἀμβλεῖ· τὸ μὲν γὰρ ὀξὺ
οἷον
κεντεῖ, τὸ δ’ ἀμβλὺ οἷον ὠθεῖ διὰ τὸ κινεῖν, τὸ μὲν ἐν
ὀλίγῳ,
τὸ δὲ ἐν πολλῷ, ὥστε συμβαίνει τὸ μὲν ταχὺ τὸ δὲ
βραδὺ
εἶναι. Περὶ μὲν οὖν ψόφου ταύτῃ διωρίσθω. δὲ
φωνὴ
ψόφος τίς ἐστιν ἐμψύχου· τῶν γὰρ ἀψύχων οὐθὲν
φωνεῖ,
ἀλλὰ καθ’ ὁμοιότητα λέγεται φωνεῖν, οἷον αὐλὸς
καὶ
λύρα καὶ ὅσα ἄλλα τῶν ἀψύχων ἀπότασιν ἔχει καὶ μέλος
καὶ
διάλεκτον· ἔοικε γὰρ ὅτι καὶ φωνὴ ταῦτ’ ἔχει, πολλὰ
δὲ
τῶν ζῴων οὐκ ἔχουσι φωνήν, οἷον τά τε ἄναιμα καὶ τῶν
ἐναίμων
ἰχθύες. Καὶ τοῦτ’ εὐλόγως, εἴπερ ἀέρος κίνησίς τίς
ἐστιν
ψόφος. Ἀλλ’ οἱ λεγόμενοι φωνεῖν, οἷον ἐν τῷ
Ἀχελῴῳ,
ψοφοῦσι τοῖς βραγχίοις τινι ἑτέρῳ τοιούτῳ.
Φωνὴ
δ’ ἐστὶ ζῴου ψόφος, καὶ οὐ τῷ τυχόντι μορίῳ. Ἀλλ’
ἐπεὶ
πᾶν ψοφεῖ τύπτοντός τινος καί τι καὶ ἔν τινι, τοῦτο
δ’
ἐστὶν ἀήρ, εὐλόγως ἂν φωνοίη ταῦτα μόνα ὅσα δέχεται
τὸν
ἀέρα. Ἤδη γὰρ τῷ ἀναπνεομένῳ καταχρῆται φύσις
ἐπὶ
δύο ἔργα, καθάπερ τῇ γλώττῃ ἐπί τε τὴν γεῦσιν καὶ
τὴν
διάλεκτον, ὧν μὲν γεῦσις ἀναγκαῖον (διὸ καὶ πλείοσιν (205) ὑπάρχει), δ’ ἑρμηνεία ἕνεκα τοῦ εὖ, οὕτω καὶ τῷ πνεύματι
πρός
τε τὴν θερμότητα τὴν ἐντὸς ὡς ἀναγκαῖον (τὸ δ’ αἴτιον
ἐν
ἑτέροις εἰρήσεται) καὶ πρὸς τὴν φωνήν, ὅπως ὑπάρχῃ
τὸ
εὖ. Ὄργανον δὲ τῇ ἀναπνοῇ φάρυγξ· οὖ δ’ ἕνεκα
καὶ
τὸ μόριόν ἐστι τοῦτο, πλεύμων· τούτῳ γὰρ τῷ μορίῳ
πλεῖστον
ἔχει τὸ θερμὸν τὰ πεζὰ τῶν ἄλλων. Δεῖται δὲ
τῆς
ἀναπνοῆς καὶ περὶ τὴν καρδίαν τόπος πρῶτος. Διὸ
ἀναγκαῖον
εἴσω ἀναπνεομένου εἰσιέναι τὸν ἀέρα. Ὥστε
πληγὴ
τοῦ ἀναπνεομένου ἀέρος ὑπὸ τῆς ἐν τούτοις τοῖς
μορίοις
ψυχῆς πρὸς τὴν καλουμένην ἀρτηρίαν φωνή ἐστιν.
Οὐ
γὰρ πᾶς ζῴου ψόφος φωνή, καθάπερ εἴπομεν (ἔστι γὰρ
καὶ
τῇ γλώττῃ ψοφεῖν καὶ ὡς οἱ βήττοντες), ἀλλὰ δεῖ
ἔμψυχόν
τε εἶναι τὸ τύπτον καὶ μετὰ φαντασίας τινός·
σημαντικὸς
γὰρ δή τις ψόφος ἐστὶν φωνή, καὶ οὐ τοῦ
ἀναπνεομένου
ἀέρος, ὥσπερ βήξ· ἀλλὰ τούτῳ τύπτει
τὸν
ἐν τῇ ἀρτηρίᾳ πρὸς αὐτήν. Σημεῖον δὲ τὸ μὴ δύνασθαι
φωνεῖν
ἀναπνέοντα μηδ’ ἐκπνέοντα, ἀλλὰ κατέχοντα· κινεῖ
γὰρ
τοῦτο κατέχων. Φανερὸν δὲ καὶ διότι οἱ ἰχθύες
ἄφωνοι·
οὐ γὰρ ἔχουσι φάρυγγα. Τοῦτο δὲ τὸ μόριον οὐκ
ἔχουσιν,
ὅτι οὐ δέχονται τὸν ἀέρα οὐδ’ ἀναπνέουσιν. Δι’
ἣν
μὲν οὖν αἰτίαν, ἕτερός ἐστι λόγος.


HOME > '������������������������' in 'Aristoteles, De anima, 2, 13'
Aristoteles, De anima, 2, CAPUT 7 <<<     >>> CAPUT 9
1048w 9.0654668807983 s