Aristoteles_cps99, De anima, 3, 20HOME > '������������������������' in 'Aristoteles, De anima, 3, 20'
Aristoteles, De anima, 3, CAPUT 2 <<<     >>> CAPUT 4hide dictionary links

(221) CAPUT 3

Ἐπεὶ δὲ δύο διαφοραῖς ὁρίζονται μάλιστα τὴν ψυχήν,
κινήσει
τε τῇ κατὰ τόπον καὶ τῷ νοεῖν καὶ τῷ κρίνειν καὶ
αἰσθάνεσθαι,
δοκεῖ δὲ καὶ τὸ νοεῖν καὶ τὸ φρονεῖν ὥσπερ
αἰσθάνεσθαί
τι εἶναι· ἐν ἀμφοτέροις γὰρ τούτοις κρίνει τι
ψυχὴ καὶ γνωρίζει τῶν ὄντων, καὶ οἵ γε ἀρχαῖοι τὸ
φρονεῖν
καὶ τὸ αἰσθάνεσθαι ταὐτὸν εἶναί φασιν, ὥσπερ καὶ
Ἐμπεδοκλῆς
εἴρηκε
πρὸς παρεὸν γὰρ μῆτις ἀέξεται ἀνθρώποισιν

καὶ ἐν ἄλλοις
ὅθεν σφίσιν αἰεὶ
καὶ τὸ φρονεῖν ἀλλοῖα παρίσταται. (222)

Τὸ δ’ αὐτὸ τούτοις βούλεται καὶ τὸ Ὁμήρου
τοῖος γὰρ νόος ἐστίν.

Πάντες γὰρ οὗτοι τὸ νοεῖν σωματικὸν ὥσπερ τὸ αἰσθάνεσθαι
ὑπολαμβάνουσιν,
καὶ αἰσθάνεσθαί τε καὶ φρονεῖν τῷ
ὁμοίῳ
τὸ ὅμοιον, ὥσπερ καὶ ἐν τοῖς κατ’ ἀρχὰς λόγοις διωρίσαμεν.
Καίτοι
ἔδει ἅμα καὶ περὶ τοῦ ἠπατῆσθαι αὐτοὺς
λέγειν·
οἰκειότερον γὰρ τοῖς ζῴοις, καὶ πλείω χρόνον ἐν
τούτῳ
διατελεῖ ψυχή. Διὸ ἀνάγκη ἤτοι ὥσπερ ἔνιοι
λέγουσι,
πάντα τὰ φαινόμενα εἶναι ἀληθῆ, τὴν τοῦ ἀνομοίου
θίξιν
ἀπάτην εἶναι· τοῦτο γὰρ ἐναντίον τῷ τῷ
ὁμοίῳ
τὸ ὅμοιον γνωρίζειν· δοκεῖ δὲ καὶ ἀπάτη καὶ
ἐπιστήμη
τῶν ἐναντίων αὐτὴ εἶναι. Ὅτι μὲν οὖν οὐ ταὐτόν
ἐστι
τὸ αἰσθάνεσθαι καὶ τὸ φρονεῖν, φανερόν· τοῦ μὲν
γὰρ
πᾶσι μέτεστι, τοῦ δὲ ὀλίγοις τῶν ζῴων. Ἀλλ’ οὐδὲ
τὸ
νοεῖν, ἐν ἐστὶ τὸ ὀρθῶς καὶ τὸ μὴ ὀρθῶς, τὸ μὲν
ὀρθῶς
φρόνησις καὶ ἐπιστήμη καὶ δόξα ἀληθής, τὸ δὲ μὴ
ὀρθῶς
τἀναντία τούτων· οὐδὲ τοῦτο δ’ ἐστὶ ταὐτὸ τῷ αἰσθάνεσθαι·
μὲν γὰρ αἴσθησις τῶν ἰδίων ἀεὶ ἀληθής, καὶ πᾶσιν
ὑπάρχει
τοῖς ζῴοις, διανοεῖσθαι δ’ ἐνδέχεται καὶ ψευδῶς, καὶ
οὐδενὶ
ὑπάρχει μὴ καὶ λόγος· φαντασία γὰρ ἕτερον καὶ
αἰσθήσεως
καὶ διανοίας· αὐτή τε οὐ γίγνεται ἄνευ αἰσθήσεως,
καὶ
ἄνευ ταύτης οὐκ ἔστιν ὑπόληψις. Ὅτι δ’ οὐκ
ἔστιν
αὐτὴ νόησις καὶ ὑπόληψις, φανερόν. Τοῦτο μὲν
γὰρ
τὸ πάθος ἐφ’ ἡμῖν ἐστίν, ὅταν βουλώμεθα (πρὸ ὀμμάτων
γὰρ
ἔστι ποιήσασθαι, ὥσπερ οἱ ἐν τοῖς μνημονικοῖς
τιθέμενοι
καὶ εἰδωλοποιοῦντες), δοξάζειν δ’ οὐκ ἐφ’ ἡμῖν·
ἀνάγκη
γὰρ ψεύδεσθαι ἀληθεύειν. Ἔτι δὲ ὅταν (223) μὲν δοξάσωμεν δεινόν τι φοβερόν, εὐθὺς συμπάσχομεν,
ὁμοίως
δὲ κἂν θαρραλέον· κατὰ δὲ τὴν φαντασίαν ὡσαύτως
ἔχομεν
ὥσ περ ἂν οἱ θεώμενοι ἐν γραφῇ τὰ δεινὰ θαρραλέα.
Εἰσὶ
δὲ καὶ αὐτῆς τῆς ὑπολήψεως διαφοραί, ἐπιστήμη
καὶ
δόξα καὶ φρόνησις καὶ τἀναντία τούτων, περὶ
ὧν
τῆς διαφορᾶς ἕτερος ἔστω λόγος. Περὶ δὲ τοῦ νοεῖν,
ἐπεὶ
ἕτερον τοῦ αἰσθάνεσθαι, τούτου δὲ τὸ μὲν φαντασία
δοκεῖ
εἶναι τὸ δὲ ὑπόληψις, περὶ φαντασίας διορίσαντας
οὕτω
περὶ θατέρου λεκτέον. Εἰ δή ἐστιν φαντασία καθ’
ἣν
λέγομεν φάντασμά τι ἡμῖν γίγνεσθαι καὶ μὴ εἴ τι
κατὰ
μεταφορὰν λέγομεν, μία τίς ἐστι τούτων δύναμις
ἕξις, καθ’ ἣν κρίνομεν καὶ ἀληθεύομεν ψευδόμεθα.
Τοιαῦται
δ’ εἰσὶν αἴσθησις, δόξα, ἐπιστήμη, νοῦς. Ὅτι
μὲν
οὖν οὐκ ἔστιν αἴσθησις, δῆλον ἐκ τῶνδε. Αἴσθησις
μὲν
γὰρ ἤτοι δύναμις ἐνέργεια, οἷον ὄψις καὶ ὅρασις,
φαίνεται
δέ τι καὶ μηδετέρου ὑπάρχοντος τούτων, οἷον τὰ
ἐν
τοῖς ὕπνοις. Εἶτα αἴσθησις μὲν ἀεὶ πάρεστι, φαντασία
δ’
οὔ. Εἰ δὲ τῇ ἐνεργείᾳ τὸ αὐτό, πᾶσιν ἂν ἐνδέχοιτο τοῖς
θηρίοις
φαντασίαν ὑπάρχειν· δοκεῖ δ’ οὔ, οἷον μύρμηκι
μελίττῃ
σκώληκι. Εἶτα αἱ μὲν ἀληθεῖς αἰεί, αἱ δὲ φαντασίαι
γίνονται
αἱ πλείους ψευδεῖς. Ἔπειτ’ οὐδὲ λέγομεν,
ὅταν
ἐνεργῶμεν ἀκριβῶς περὶ τὸ αἰσθητόν, ὅτι φαίνεται
τοῦτο
ἡμῖν ἄνθρωπος· ἀλλὰ μᾶλλον ὅταν μὴ ἐναργῶς αἰσθανώμεθα,
τότε
ἀληθὴς ψευδής. Καὶ ὅπερ δὲ
ἐλέγομεν
πρότερον, φαίνεται καὶ μύουσιν ὁράματα. Ἀλλὰ (224) μὴν οὐδὲ τῶν ἀεὶ ἀληθευόντων οὐδεμία ἔσται, οἷον ἐπιστήμη
νοῦς· ἔστι γὰρ φαντασία καὶ ψευδής. Λείπεται
ἄρα
ἰδεῖν εἰ δόξα· γίνεται γὰρ δόξα καὶ ἀληθὴς καὶ ψευδής.
Ἀλλὰ
δόξῃ μὲν ἕπεται πίστις (οὐκ ἐνδέχεται γὰρ δοξάζοντα
οἶς
δοκεῖ μὴ πιστεύειν), τῶν δὲ θηρίων οὐθενὶ ὑπάρχει
πίστις,
φαντασία δὲ πολλοῖς. Ἔτι πάσῃ μὲν δόξῃ
ἀκολουθεῖ
πίστις, πίστει δὲ τὸ πεπεῖσθαι, πειθοῖ δὲ λόγος·
τῶν
δὲ θηρίων ἐνίοις φαντασία μὲν ὑπάρχει, λόγος δ’ οὔ.
Φανερὸν
τοίνυν ὅτι οὐδὲ δόξα μετ’ αἰσθήσεως, οὐδὲ δι’
αἰσθήσεως,
οὐδὲ συμπλοκὴ δόξης καὶ αἰσθήσεως φαντασία ἂν
εἴη,
διά τε ταῦτα καὶ δῆλον ὅτι οὐκ ἄλλου τινός ἐστιν
δόξα,
ἀλλ’ ἐκείνου ἐστὶν οὗ καὶ αἴσθησις· λέγω δ’, ἐκ
τῆς
τοῦ λευκοῦ δόξης καὶ αἰσθήσεως συμπλοκὴ φαντασία
ἐστίν·
οὐ γὰρ δὴ ἐκ τῆς δόξης μὲν τῆς τοῦ ἀγαθοῦ, αἰσθήσεως
δὲ
τῆς τοῦ λευκοῦ. Τὸ οὖν φαίνεσθαί ἐστι τὸ δοξάζειν
ὅπερ
αἰσθάνεται μὴ κατὰ συμβεβηκός. Φαίνεται δὲ καὶ
ψευδῆ,
περὶ ὧν ἅμα ὑπόληψιν ἀληθῆ ἔχει, οἷον φαίνεται
μὲν
ἥλιος ποδιαῖος, πεπίστευται δ’ εἶναι μείζων τῆς
οἰκουμένης·
συμβαίνει οὖν ἤτοι ἀποβεβληκέναι τὴν ἑαυτοῦ
ἀληθῆ
δόξαν, ἣν εἶχε, σωζομένου τοῦ πράγματος, μὴ ἐπιλαθόμενον
μηδὲ
μεταπεισθέντα, ἢ. εἰ ἔτι ἔχει, ἀνάγκη τὴν
αὐτὴν
ἀληθῆ εἶναι καὶ ψευδῆ. Ἀλλὰ ψευδὴς ἐγένετο,
ὅτε
λάθοι μεταπεσὸν τὸ πρᾶγμα. Οὔτ’ ἄρα ἕν τι
τούτων
ἐστὶν οὔτ’ ἐκ τούτων φαντασία. Ἀλλ’ ἐπειδή
ἐστι
κινηθέντος τουδὶ κινεῖσθαι ἕτερον ὑπὸ τούτου, δὲ (225) φαντασία κίνησίς τις δοκεῖ εἶναι καὶ οὐκ ἄνευ αἰσθήσεως
γίγνεσθαι
ἀλλ’ αἰσθανομένοις καὶ ὧν αἴσθησις ἐστίν, ἔστι
δὲ
γίνεσθαι κίνησιν ὑπὸ τῆς ἐνεργείας τῆς αἰσθήσεως, καὶ
ταύτην
ὁμοίαν ἀνάγκη εἶναι τῇ αἰσθήσει, εἴη ἂν αὕτη
κίνησις
οὔτε ἄνευ αἰσθήσεως ἐνδεχομένη οὔτε μὴ αἰσθανομένοις
ὑπάρχειν,
καὶ πολλὰ κατ’ αὐτὴν καὶ ποιεῖν καὶ πάσχειν
τὸ
ἔχον, καὶ εἶναι καὶ ἀληθῆ καὶ ψευδῆ. Τοῦτο δὲ
συμβαίνει
διὰ τάδε. αἴσθησις τῶν μὲν ἰδίων ἀληθής
ἐστιν
ὅτι ὀλίγιστον ἔχουσα τὸ ψεῦδος. Δεύτερον δὲ
τοῦ
συμβεβηκέναι ταῦτα· καὶ ἐνταῦθα ἤδη ἐνδέχεται διαψεύδεσθαι·
ὅτι
μὲν γὰρ λευκόν, οὐ ψεύδεται, εἰ δὲ τοῦτο
τὸ
λευκὸν ἄλλο τι, ψεύδεται. Τρίτον δὲ τῶν κοινῶν
καὶ
ἑπομένων τοῖς συμβεβηκόσιν, οἷς ὑπάρχει τὰ ἴδια· λέγω
δ’
οἷον κίνησις καὶ μέγεθος, συμβέβηκε τοῖς αἰσθητοῖς,
περὶ
μάλιστα ἤδη ἔστιν ἀπατηθῆναι κατὰ τὴν αἴσθησιν.
δὲ κίνησις ὑπὸ τῆς ἐνεργείας γινομένη διοίσει τῆς
αἰσθήσεως
τῆς ἀπὸ τούτων τῶν τριῶν αἰσθήσεων. Καὶ
μὲν
πρώτη παρούσης τῆς αἰσθήσεως ἀληθής, αἱ δ’ ἕτεραι καὶ
παρούσης
καὶ ἀπούσης εἶεν ἂν ψευδεῖς, καὶ μάλιστα ὅταν
πόρρω
τὸ αἰσθητὸν ᾖ. Εἰ οὖν μηθὲν μὲν ἄλλο ἔχει τὰ
εἰρημένα
μὴ φαντασίαν, τοῦτο δ’ ἐστὶ τὸ λεχθέν, φαντασία
ἂν
εἴη κίνησις ὑπὸ τῆς αἰσθήσεως τῆς κατ’ ἐνέργειαν
γιγνομένης.
Ἐπεὶ δ’ ὄψις μάλιστα αἴσθησίς ἐστι, καὶ
τὸ
ὄνομα ἀπὸ τοῦ φάους εἴληφεν, ὅτι ἄνευ φωτὸς οὐκ ἔστιν
ἰδεῖν.
Καὶ διὰ τὸ ἐμμένειν καὶ ὁμοίως εἶναι ταῖς αἰσθήσεσι, (226) πολλὰ κατ’ αὐτὰς πράττει τὰ ζῷα, τὰ μὲν διὰ τὸ μὴ
ἔχειν
νοῦν, οἷον τὰ θηρία, τὰ δὲ διὰ τὸ ἐπικαλύπτεσθαι τὸν
νοῦν
ἐνίοτε πάθει νόσοις ὕπνῳ, οἷον οἱ ἄνθρωποι. Περὶ
μὲν
οὖν φαντασίας, τί ἐστι καὶ διὰ τί ἐστιν, εἰρήσθω ἐπὶ
τοσοῦτον.


HOME > '������������������������' in 'Aristoteles, De anima, 3, 20'
Aristoteles, De anima, 3, CAPUT 2 <<<     >>> CAPUT 4
1059w 3.3249270915985 s