Aristoteles_cps99, De anima, 3, 29HOME > '������������������������' in 'Aristoteles, De anima, 3, 29'
Aristoteles, De anima, 3, CAPUT 11 <<<     >>> CAPUT 13hide dictionary links

(239) CAPUT 12

Τὴν μὲν οὖν θρεπτικὴν ψυχὴν ἀνάγκη πᾶν ἔχειν ὅτι
περ
ἂν ζῇ καὶ ψυχὴν ἔχῃ ἀπὸ γενέσεως μέχρι φθορᾶς·
ἀνάγκη
γὰρ τὸ γενόμενον αὔξησιν ἔχειν καὶ ἀκμὴν καὶ φθίσιν,
ταῦτα
δ’ ἄνευ τροφῆς ἀδύνατον· ἀνάγκη ἄρα ἐνεῖναι
τὴν
θρεπτικὴν δύναμιν ἐν πᾶσι τοῖς φυομένοις καὶ φθίνουσιν.
Αἴσθησιν
δ’ οὐκ ἀναγκαῖον ἐν ἅπασι τοῖς ζῶσιν· οὔτε γὰρ
ὅσων
τὸ σῶμα ἁπλοῦν, ἐνδέχεται ἁφὴν ἔχειν, οὔτε ἄνευ
ταύτης
οἷόν τε οὐθὲν εἶναι ζῷον· οὔτε ὅσα μὴ δεκτικὰ τῶν
εἰδῶν
ἄνευ τῆς ὕλης. Τὸ δὲ ζῷον ἀναγκαῖον αἴσθησιν ἔχειν,
εἰ
μηθὲν μάτην ποιεῖ φύσις. Ἕνεκά του γὰρ πάντα
ὑπάρχει
τὰ φύσει, συμπτώματα ἔσται τῶν ἕνεκά του. Εἰ
οὖν
πᾶν σῶμα πορευτικὸν μὴ ἔχον αἴσθησιν, φθείροιτο ἂν
καὶ
εἰς τέλος οὐκ ἂν ἔλθοι, ἐστι φύσεως ἔργον· πῶς γὰρ
θρέψεται;
Τοῖς μὲν γὰρ μονίμοις ὑπάρχει τὸ ὅθεν πεφύκασιν·
οὐχ
οἷόν τε δὲ σῶμα ἔχειν μὲν ψυχὴν καὶ νοῦν κριτικόν,
αἴσθησιν
δὲ μὴ ἔχειν, μὴ μόνιμον ὄν, γεννητὸν δέ.
Ἀλλὰ
μὴν οὐδὲ ἀγέννητον· διὰ τί γὰρ ἕξει; γὰρ τῇ
ψυχῇ
βέλτιον τῷ σώματι. Νῦν δ’ οὐδέτερον· μὲν γὰρ
οὐ
μᾶλλον νοήσει, τὸ δ’ οὐθὲν ἔσται μᾶλλον δι’ ἐκεῖνο.
Οὐθὲν
ἄρα ἔχει ψυχὴν σῶμα μὴ μόνιμον ἄνευ αἰσθήσεως.
Ἀλλὰ
μὴν εἴγε αἴσθησιν ἔχει, ἀνάγκη τὸ σῶμα εἶναι
ἁπλοῦν
μικτόν. Οὐχ οἷόν τε δὲ ἁπλοῦν· ἁφὴν γὰρ οὐχ
ἕξει,
ἔστι δὲ ἀνάγκη ταύτην ἔχειν. Τοῦτο δὲ ἐκ τῶνδε δῆλον.
Ἐπεὶ
γὰρ τὸ ζῷον σῶμα ἔμψυχόν ἐστι, σῶμα δὲ ἅπαν
ἁπτόν,
ἁπτὸν δὲ τὸ αἰσθητὸν ἁφῇ, ἀνάγκη καὶ τὸ τοῦ ζῴου (240) σῶμα ἁπτικὸν εἶναι, εἰ μέλλει σώζεσθαι τὸ ζῷον. Αἱ γὰρ
ἄλλαι
αἰσθήσεις δι’ ἑτέρων αἰσθάνονται, οἷον ὄσφρησις ὄψις
ἀκοή·
ἁπτόμενον δέ, εἰ μὴ ἕξει αἴσθησιν, οὐ δυνήσεται τὰ μὲν
φεύγειν
τὰ δὲ λαβεῖν. Εἰ δὲ τοῦτο, ἀδύνατον ἔσται σώζεσθαι
τὸ
ζῷον. Διὸ καὶ γεῦσίς ἑστιν ὥσπερ ἁφή τις·
τροφῆς
γάρ ἐστιν, δὲ τροφὴ τὸ σῶμα τὸ ἁπτόν. Ψόφος
δὲ
καὶ χρῶμα καὶ ὀσμὴ οὐ τρέφει, οὐδὲ ποιεῖ οὔτ’ αὔξησιν
οὔτε
φθίσιν. Ὥστε καὶ τὴν γεῦσιν ἀνάγκη ἁφὴν εἶναί τινα,
διὰ
τὸ τοῦ ἁπτοῦ καὶ θρεπτικοῦ αἴσθησιν εἶναι. Αὗται μὲν
οὖν
ἀναγκαῖαι τῷ ζῴῳ, καὶ φανερὸν ὅτι οὐχ οἷόν τε ἄνευ
ἁφῆς
εἶναι ζῷον. Αἱ δὲ ἄλλαι τοῦ τε εὖ ἕνεκα καὶ γένει
ζῴων
ἤδη οὐ τῷ τυχόντι, ἀλλὰ τισίν, οἷον τῷ πορευτικῷ
ἀνάγκη
ὑπάρχειν· εἰ γὰρ μέλλει σώζεσθαι, οὐ μόνον
δεῖ
ἁπτόμενον αἰσθάνεσθαι ἀλλὰ καὶ ἄποθεν. Τοῦτο δ’ ἂν
εἴη,
εἰ διὰ τοῦ μεταξὺ αἰσθητικὸν εἴη τῷ ἐκεῖνο μὲν ὑπὸ τοῦ
αἰσθητοῦ
πάσχειν καὶ κινεῖσθαι, αὐτὸ δ’ ὑπ’ ἐκείνου. Ὥσ περ
γὰρ
τὸ κινοῦν κατὰ τόπον μέχρι τοῦ μεταβάλλειν ποιεῖ,
καὶ
τὸ ὦσαν ἕτερον ποιεῖ ὥστε ὠθεῖν, καὶ ἔστι διὰ μέσου
κίνησις,
καὶ δὴ τὸ μὲν πρῶτον κινοῦν ὠθεῖ οὐκ ὠθούμενον,
τὸ
δ’ ἔσχατον μόνον ὠθεῖται οὐκ ὦσαν, τὸ δὲ μέσον ἄμφω,
πολλὰ
δὲ μέσα, οὕτως ἐπ’ ἀλλοιώσεως, πλὴν ὅτι μένοντος
ἐν
τῷ αὐτῷ τόπῳ ἀλλοιοῖ, οἷον εἰ εἰς κηρὸν βάψειέ τις,
μέχρι
τούτου ἐκινήθη, ἕως ἔβαψεν· λίθος δὲ οὐδέν, ἀλλ’
ὕδωρ
μέχρι πόρρω. δ’ ἀὴρ ἐπὶ πλεῖστον κινεῖται καὶ ποιεῖ
καὶ
πάσχει, ἐὰν μένῃ καὶ εἷς ᾖ. Διὸ καὶ περὶ ἀνακλάσεως
βέλτιον
τὴν ὄψιν ἐξιοῦσαν κλᾶσθαι, τὸν ἀέρα πάσχειν
ὑπὸ
τοῦ σχήματος καὶ χρώματος, μέχρι περ οὗ ἂν εἷς ᾖ. (241) Ἐπὶ δὲ τοῦ λείου ἐστὶν εἷς· διὸ πάλιν οὗτος τὴν ὄψιν
κινεῖ,
ὥσπερ ἂν εἰ τὸ ἐν τῷ κηρῷ σημεῖον διεδίδοτο μέχρι
τοῦ
πέρατος.


HOME > '������������������������' in 'Aristoteles, De anima, 3, 29'
551w 5.2474679946899 s