Aristoteles_cps99, De arte poetica, 26HOME > '������������������������' in 'Aristoteles, De arte poetica, 26'
Aristoteles, De arte poetica, CAPUT 25 <<<    hide dictionary links

(275) CAPUT 26

[1] 

Πότερον δὲ βελτίων ἐποποιικὴ μίμησις τραγική, διαπορήσειεν ἄν τις. [2] Εἰ γὰρ ἦττον φορτικὴ βελτίων, τοιαύτη δ᾿ πρὸς βελτίους θεατάς ἐστι, δῆλον ὅτι ἅπαντα μιμουμένη φορτική. [3] Ὡς γὰρ οὐκ αἰσθανομένων, ἂν μὴ αὐτὸς προσθῇ, πολλὴν κίνησιν κινοῦνται, οἷον οἱ φαῦλοι αὐληταὶ κυλιόμενοι, ἂν δίσκον δέῃ μιμεῖσθαι, καὶ ἕλκοντες τὸν κορυφαῖον, ἂν Σκύλλαν αὐλῶσιν. [4]  μὲν οὖν τραγῳδία τοιαύτη ἐστίν, ὡς καὶ οἱ πρότερον τοὺς ὑστέρους αὐτῶν ᾤοντο ὑποκριτάς· ὡς λίαν γὰρ ὑπερβάλλοντα, πίθηκον Μυνίσκος τὸν Καλλιππίδην ἐκάλει. Τοιαύτη δὲ δόξα καὶ περὶ Πινδάρου ἦν. Ὡς δ᾿ οὗτοι ἔχουσι πρὸς αὐτούς, ὅλη τέχνη πρὸς τὴν ἐποποιίαν ἔχει. [5] Τὴν μὲν οὖν πρὸς θεατὰς ἐπιεικεῖς φασὶν εἶναι, διὸ οὐδὲν δέονται τῶν σχημάτων, τὴν δὲ τραγικὴν πρὸς φαύλους. [6]  οὖν φορτικὴ χείρων δῆλον ὅτι ἂν εἴη. Πρῶτον μὲν οὐ τῆς ποιητικῆς κατηγορία ἀλλὰ τῆς ὑποκριτικῆς, ἐπεὶ ἔστι περιεργάζεσθαι τοῖς σημείοις καὶ ῥαψῳδοῦντα, ὅπερ ἐποίει Σωσίστρατος, καὶ διᾴδοντα, ὅπερ ἐποίει Μνασίθεος Ὀπούντιος. [7] Εἶτα οὐδὲ κίνησις ἅπασα ἀποδοκιμαστέα, εἴπερ μηδ᾿ ὄρχησις, ἀλλ᾿ φαύλων, ὅπερ καὶ Καλλιππίδῃ ἐπετιμᾶτο καὶ νῦν ἄλλοις, ὡς οὐκ ἐλευθέρας (276) γυναῖκας μιμουμένων. [8] Ἔτι τραγῳδία καὶ ἄνευ κινήσεως ποιεῖ τὸ αὑτῆς, ὥσπερ ἐποποιία· διὰ γὰρ τοῦ ἀναγινώσκειν φανερὰ ὁποία τις ἐστίν. Εἰ οὖν ἐστὶ τἆλλα κρείττων, τοῦτό γε οὐκ ἀναγκαῖον αὐτῇ ὑπάρχειν. [9] Ἔπειτα διότι πάντ᾿ ἔχει ὅσαπερ ἐποποιία· [10] καὶ γὰρ τῷ μέτρῳ ἔξεστι χρῆσθαι, καὶ ἔτι οὐ μικρὸν μέρος τὴν μουσικὴν καὶ τὴν ὄψιν ἔχει, δι᾿ ἧς αἱ ἡδοναὶ συνίστανται ἐναργέστατα. [11] Εἶτα καὶ τὸ ἐναργὲς ἔχει καὶ ἐν τῇ ἀναγνωρίσει καὶ ἐπὶ τῶν ἔργων. Ἔτι τῷ ἐν ἐλάττονι μήκει τὸ τέλος τῆς μιμήσεως εἶναι· τὸ γὰρ ἀθροώτερον ἥδιον πολλῷ κεκραμένον τῷ χρόνῳ, λέγω δὲ οἷον εἴ τις τὸν Οἰδίπουν θείη τὸν Σοφοκλέους ἐν ἔπεσιν ὅσοις Ἰλιάς. [13] Ἔτι ἧττον μία ὁποιαοῦν μίμησις τῶν ἐποποιῶν. Σημεῖον δέ· ἐκ γὰρ ὁποιασοῦν μιμήσεως πλείους τραγῳδίαι γίνονται. Ὥστ᾿ ἐὰν μὲν ἕνα μῦθον ποιῶσιν, ἀνάγκη βραχέα δεικνύμενον μύουρον φαίνεσθαι, ἀκολουθοῦντα τῷ τοῦ μέτρου μήκει ὑδαρῆ. Ἐὰν δὲ πλείους, λέγω δὲ οἷον ἐὰν ἐκ πλειόνων πράξεων συγκειμένη, οὐ μία, [14] ὥσπερ Ἰλιὰς ἔχει πολλὰ τοιαῦτα μέρη καὶ Ὀδύσσεια, καὶ καθ᾿ ἑαυτὰ ἔχει μέγεθος· καίτοι ταῦτα τὰ ποιήματα συνέστηκεν ὡς ἐνδέχεται ἄριστα, καὶ ὅτι μάλιστα μιᾶς πράξεως μίμησίς ἐστιν. [15] Εἰ οὖν τούτοις τε διαφέρει πᾶσι καὶ ἔτι τῷ τῆς τέχνης ἔργῳ (δεῖ γὰρ οὐ τὴν τυχοῦσαν ἡδονὴν ποιεῖν αὐτὰς ἀλλὰ τὴν εἰρημένην), φανερὸν ὅτι κρείττων ἂν εἴη μᾶλλον τοῦ τέλους τυγχάνουσα τῆς ἐποποιίας. [16] Περὶ μὲν οὖν τραγῳδίας καὶ ἐποποιίας, καὶ αὐτῶν καὶ τῶν εἰδῶν καὶ τῶν μερῶν αὐτῶν, καὶ πόσα καὶ τί διαφέρει, καὶ τοῦ εὖ μὴ τίνες αἰτίαι, καὶ περὶ ἐπιτιμήσεων καὶ λύσεων εἰρήσθω τοσαῦτα.

Περὶ δὲ ἰάμβων καὶ κωμῳδίας . . .


HOME > '������������������������' in 'Aristoteles, De arte poetica, 26'
441w 2.5049428939819 s