Aristoteles_cps99, De divinatione per somnum, 2HOME > '������������������������' in 'Aristoteles, De divinatione per somnum, 2'
Aristoteles, De divinatione per somnum, [1] ΠΕΡΙ ΕΝΥΠΝΙΩΝ ΚΑΙ ΤΗΣ ΚΑΘ’ ΥΠΝΟΝ ΜΑΝΤΙΚΗΣ. <<<    hide dictionary links

(312) [CAPUT 2]

Ὅλως δ’ ἐπεὶ καὶ τῶν ἄλλων ζῴων ὀνειρώττει τινά,
θεόπεμπτα
μὲν οὐκ ἂν εἴη τὰ ἐνύπνια, οὐδὲ γέγονε τούτου
χάριν,
δαιμόνια μέντοι· γὰρ φύσις δαιμονία, ἀλλ’ οὐ
θεία.
Σημεῖον δέ· πάνυ γὰρ εὐτελεῖς ἄνθρωποι προορατικοί
εἰσι
καὶ εὐθυόνειροι, ὡς οὐ θεοῦ πέμποντος, ἀλλ’ ὅσων
ὥσπερ
ἂν εἰ λάλος φύσις ἐστὶ καὶ μελαγχολική, παντοδαπὰς
ὄψεις
ὁρῶσιν· διὰ γὰρ τὸ πολλὰ καὶ παντοδαπὰ
κινεῖσθαι
ἐπιτυγχάνουσιν ὁμοίοις θεωρήμασιν, ἐπιτυχεῖς
ὄντες
ἐν τούτοις ὥσπερ ἔνιοι ἄρτια μερίζοντες· ὥσπερ
γὰρ
καὶ λέγεται
ἂν πολλὰ βάλλῃς, ἄλλοτ’ ἀλλοῖον βαλεῖς,

καὶ ἐπὶ τούτων τοῦτο συμβαίνει. Ὅτι δ’ οὐκ ἀποβαίνει
πολλὰ
τῶν ἐνυπνίων, οὐδὲν ἄτοπον· οὐδὲ γὰρ τῶν ἐν τοῖς
σώμασι
σημείων καὶ τῶν οὐρανίων, οἷον τὰ τῶν ὑδάτων καὶ
τὰ
τῶν πνευμάτων· ἂν γὰρ ἄλλη κυριωτέρα ταύτης συμβῇ
κίνησις,
ἀφ’ ἧς μελλούσης ἐγένετο τὸ σημεῖον, οὐ γίνεται.
Καὶ
πολλὰ βουλευθέντα καλῶς τῶν πραχθῆναι δεόντων διελύθη
δι’
ἄλλας κυριωτέρας ἀρχάς. Ὅλως γὰρ οὐ πᾶν γίνεται
τὸ
μελλῆσαν, οὐδὲ ταὐτὸ τὸ ἐσόμενον καὶ τὸ μέλλον·
ἀλλ’
ὅμως ἀρχάς τε λεκτέον εἶναι, ἀφ’ ὧν οὐκ ἐπετελέσθη,
καὶ
σημεῖα πέφυκε ταῦτα τινῶν οὐ γενομένων. Περὶ
δὲ
τῶν μὴ τοιαύτας ἐχόντων ἀρχὰς ἐνυπνίων οἵας εἴπομεν, (313) ἀλλ’ ὑπερορίας τοῖς χρόνοις τοῖς τόποις τοῖς μεγέθεσιν,
τούτων μὲν μηδέν, μὴ μέντοι γε ἐν αὑτοῖς ἐχόντων
τὰς
ἀρχὰς τῶν ἰδόντων τὸ ἐνύπνιον, εἰ μὴ γίνεται τὸ
προορᾶν
ἀπὸ συμπτώματος, τοιόνδ’ ἂν εἴη μᾶλλον
ὥσπερ
λέγει Δημόκριτος εἴδωλα καὶ ἀπορροὰς αἰτιώμενος.
Ὥσπερ
γὰρ ὅταν κινήσῃ τι τὸ ὕδωρ τὸν ἀέρα, τοῦθ’
ἕτερον
ἐκίνησε, καὶ παυσαμένου ἐκείνου συμβαίνει τὴν
τοιαύτην
κίνησιν προϊέναι μέχρι τινός, τοῦ κινήσαντος οὐ
παρόντος,
οὕτως οὐδὲν κωλύει κίνησίν τινα καὶ αἴσθησιν
ἀφικνεῖσθαι
πρὸς τὰς ψυχὰς τὰς ἐνυπνιαζούσας, ἀφ’ ὧν
ἐκεῖνος
τὰ εἴδωλα ποιεῖ καὶ τὰς ἀπορροίας, καὶ ὅπῃ δὴ
ἔτυχεν
ἀφικνουμένας μᾶλλον αἰσθητὰς εἶναι νύκτωρ διὰ τὸ
μεθ’
ἡμέραν φερομένας διαλύεσθαι μᾶλλον (ἀταραχωδέστερος
γὰρ
ἀὴρ τῆς νυκτὸς διὰ τὸ νηνεμωτέρας εἶναι τὰς
νύκτας),
καὶ ἐν τῷ σώματι ποιεῖν αἴσθησιν διὰ τὸν ὕπνον,
διὰ
τὸ καὶ τῶν μικρῶν κινήσεων τῶν ἐντὸς αἰσθάνεσθαι
καθεύδοντας
μᾶλλον ἐγρηγορότας. Αὗται δ’ αἱ κινήσεις
φαντάσματα
ποιοῦσιν, ἐξ ὧν προορῶσι τὰ μέλλοντα περὶ
τῶν
τοιούτων. Καὶ διὰ ταῦτα συμβαίνει τὸ πάθος τοῦτο
τοῖς
τυχοῦσι καὶ οὐ τοῖς φρονιμωτάτοις. Μεθ’ ἡμέραν τε
γὰρ
ἐγίνετ’ ἂν καὶ τοῖς σοφοῖς, εἰ θεὸς ἦν πέμπων· οὕτω
δ’
εἰκὸς τοὺς τυχόντας προορᾶν· γὰρ διάνοια τῶν τοιούτων
οὐ
φροντιστικὴ ἀλλ’ ὥσπερ ἔρημος καὶ κενὴ πάντων, καὶ
κινηθεῖσα
κατὰ τὸ κινοῦν ἄγεται. Καὶ τοῦ ἐνίους τῶν
ἐκστατικῶν
προορᾶν αἴτιον ὅτι αἱ οἰκεῖαι κινήσεις οὐκ ἐνοχλοῦσιν
ἀλλ’
ἀπορραπίζονται· τῶν ξενικῶν οὖν μάλιστα (314) αἰσθάνονται. Τὸ δέ τινας εὐθυονείρους εἶναι καὶ τὸ τοὺς
γνωρίμους
περὶ τῶν γνωρίμων μάλιστα προορᾶν συμβαίνει
διὰ
τὸ μάλιστα τοὺς γνωρίμους ὑπὲρ ἀλλήλων φροντίζειν·
ὥσπερ
γὰρ πόρρω ὄντων τάχιστα γνωρίζουσι καὶ αἰσθάνονται,
οὕτω
καὶ τῶν κινήσεων· αἱ γὰρ τῶν γνωρίμων γνωριμώτεραι
κινήσεις.
Οἱ δὲ μελαγχολικοὶ διὰ τὸ σφόδρα,
ὥσπερ
βάλλοντες πόρρωθεν, εὔστοχοί εἰσιν. Καὶ διὰ τὸ
μεταβλητικὸν
ταχὺ τὸ ἐχόμενον φαντάζεται αὐτοῖς·
ὥσπερ
γὰρ τὰ Φιλαιγίδου ποιήματα καὶ οἱ ἐμμανεῖς ἐχόμενα
τοῦ
ὁμοίου λέγουσι καὶ διανοοῦνται, οἷον Ἀφροδίτην,
καὶ
οὕτω συνείρουσιν εἰς τὸ πρόσω. Ἔτι δὲ διὰ τὴν
σφοδρότητα
οὐκ ἐκκρούεται αὐτῶν κίνησις ὑφ’ ἑτέρας κινήσεως.
Τεχνικώτατος
δ’ ἐστὶ κριτὴς ἐνυπνίων ὅστις δύναται
τὰς
ὁμοιότητας θεωρεῖν· τὰς γὰρ εὐθυονειρίας κρίνειν
παντός
ἐστιν. Λέγω δὲ τὰς ὁμοιότητας, ὅτι παραπλήσια
συμβαίνει
τὰ φαντάσματα τοῖς ἐν τοῖς ὕδασιν εἰδώλοις,
καθάπερ
καὶ πρότερον εἴπομεν. Ἐκεῖ δέ, ἂν πολλὴ γίνηται
κίνησις, οὐδὲν ὁμοία γίνεται ἔμφασις καὶ τὰ εἴδωλα
τοῖς
ἀληθινοῖς. Δεινὸς δὴ τὰς ἐμφάσεις κρίνειν εἴη ἂν
δυνάμενος
ταχὺ διαισθάνεσθαι καὶ συνορᾶν τὰ διαπεφορημένα
καὶ
διεστραμμένα τῶν εἰδώλων, ὅτι ἐστὶν ἀνθρώπου
ἵππου ὁτουδήποτε. Κἀκεῖ δὴ ὁμοίως τι δύναται
τὸ
ἐνύπνιον τοῦτο· γὰρ κίνησις ἐκκόπτει τὴν εὐθυονειρίαν.
Τί
μὲν οὖν ἐστὶν ὕπνος καὶ ἐνύπνιον, καὶ διὰ τίν’
αἰτίαν
ἑκάτερον αὐτῶν γίνεται, ἔτι δὲ περὶ τῆς ἐκ τῶν ἐνυπνίων
μαντικῆς
εἴρηται.


HOME > '������������������������' in 'Aristoteles, De divinatione per somnum, 2'
627w 5.9320588111877 s