Aristoteles_cps99, De generatione et corruptione, 1, 2HOME > '������������������������' in 'Aristoteles, De generatione et corruptione, 1, 2'
Aristoteles, De generatione et corruptione, 1, CAPUT 1 <<<     >>> CAPUT 3hide dictionary links

(315b) CAPUT 2

[1] Πλάτων μὲν οὖν μόνον περὶ γενέσεως ἐσκέψατο καὶ φθορᾶς, [30] ὅπως ὑπάρχει τοῖς πράγμασι, καὶ περὶ γενέσεως οὐ πάσης ἀλλὰ τῆς τῶν στοιχείων· πῶς δὲ σάρκες ὀστᾶ τῶν ἄλλων τι τῶν τοιούτων, οὐδέν· ἔτι οὔτε περὶ ἀλλοιώσεως οὔτε περὶ αὐξήσεως, τίνα τρόπον ὑπάρχουσι τοῖς πράγμασιν. [2] Ὅλως δὲ παρὰ τὰ ἐπιπολῆς περὶ οὐδενὸς οὐδεὶς ἐπέστησεν ἔξω Δημοκρίτου. [35] Οὗτος δ´ ἔοικε μὲν περὶ ἁπάντων φροντίσαι, ἤδη δὲ ἐν τῷ πῶς διαφέρειν. (316a) Οὔτε γὰρ περὶ αὐξήσεως οὐδεὶς οὐδὲν διώρισεν, ὥσπερ λέγομεν, τι μὴ κἂν τυχὼν εἴπειεν, ὅτι προσιόντος αὐξάνονται τῷ ὁμοίῳ (πῶς δὲ τοῦτο, οὐκέτι), [3] οὐδὲ περὶ μίξεως, οὔτε περὶ τῶν ἄλλων ὡς εἰπεῖν οὐδενός, οἷον [5] τοῦ ποιεῖν καὶ τοῦ πάσχειν, τίνα τρόπον τὸ μὲν ποιεῖ τὸ δὲ πάσχει τὰς φυσικὰς ποιήσεις. [4] Δημόκριτος δὲ καὶ Λεύκιππος ποιήσαντες τὰ σχήματα τὴν ἀλλοίωσιν καὶ τὴν γένεσιν ἐκ τούτων ποιοῦσι, διακρίσει μὲν καὶ συγκρίσει γένεσιν καὶ φθοράν, τάξει δὲ καὶ θέσει ἀλλοίωσιν. Ἐπεὶ δ´ ᾤοντο τἀληθὲς [10] ἐν τῷ φαίνεσθαι, ἐναντία δὲ καὶ ἄπειρα τὰ φαινόμενα, τὰ σχήματα ἄπειρα ἐποίησαν, ὥστε ταῖς μεταβολαῖς τοῦ συγκειμένου τὸ αὐτὸ ἐναντίον δοκεῖν ἄλλῳ καὶ ἄλλῳ, καὶ μετακινεῖσθαι μικροῦ ἐμμιγνυμένου καὶ ὅλως ἕτερον φαίνεσθαι ἑνὸς μετακινηθέντος· ἐκ τῶν αὐτῶν γὰρ τραγῳδία καὶ κωμῳδία γίνεται γραμμάτων. [5] [15] Ἐπεὶ δὲ δοκεῖ σχεδὸν πᾶσιν ἕτερον εἶναι γένεσις καὶ ἀλλοίωσις, καὶ γίνεσθαι μὲν καὶ φθείρεσθαι συγκρινόμενα καὶ διακρινόμενα, ἀλλοιοῦσθαι δὲ μεταβαλλόντων τῶν παθημάτων, περὶ τούτων ἐπιστήσασι θεωρητέον. Ἀπορίας γὰρ ἔχει ταῦτα καὶ πολλὰς καὶ εὐλόγους. [20] Εἰ μὲν γάρ ἐστι σύγκρισις γένεσις, πολλὰ ἀδύνατα συμβαίνει· εἰσὶ δ´ αὖ λόγοι ἕτεροι ἀναγκαστικοὶ καὶ οὐκ εὔποροι διαλύειν ὡς οὐκ ἐνδέχεται ἄλλως ἔχειν. Εἴτε μή ἐστι σύγκρισις γένεσις, ὅλως οὐκ ἔστι γένεσις ἀλλοίωσις, εἰ καὶ τοῦτο διαλῦσαι χαλεπὸν ὂν πειρατέον. [6] Ἀρχὴ δὲ [25] τούτων πάντων, πότερον οὕτω γίνεται καὶ ἀλλοιοῦται καὶ αὐξάνεται τὰ ὄντα καὶ τἀναντία τούτοις πάσχει, τῶν πρώτων ὑπαρχόντων μεγεθῶν ἀδιαιρέτων, οὐθέν ἐστι μέγεθος ἀδιαίρετον· διαφέρει γὰρ τοῦτο πλεῖστον. Καὶ πάλιν εἰ μεγέθη, πότερον, ὡς Δημόκριτος καὶ Λεύκιππος, σώματα ταῦτ´ [30] ἐστίν, ὥσπερ ἐν τῷ Τιμαίῳ ἐπίπεδα. [7] Τοῦτο μὲν οὖν αὐτό, [30] καθάπερ καὶ ἐν ἄλλοις εἰρήκαμεν, ἄλογον μέχρι ἐπιπέδων διαλῦσαι. Διὸ μᾶλλον εὔλογον σώματα εἶναι ἀδιαίρετα. Ἀλλὰ καὶ ταῦτα πολλὴν ἔχει ἀλογίαν. Ὅμως δὲ τούτοις ἀλλοίωσιν καὶ γένεσιν ἐνδέχεται ποιεῖν, καθάπερ εἴρηται, [35] τροπῇ καὶ διαθιγῇ μετακινοῦντα τὸ αὐτὸ καὶ ταῖς τῶν σχημάτων διαφοραῖς, ὅπερ ποιεῖ Δημόκριτος. (316b) Διὸ καὶ χροιὰν οὔ φησιν εἶναι· τροπῇ γὰρ χρωματίζεσθαι. Τοῖς δ´ εἰς ἐπίπεδα διαιροῦσιν οὐκέτι· οὐδὲν γὰρ γίνεται πλὴν στερεὰ συντιθεμένων· πάθος γὰρ οὐδ´ ἐγχειροῦσι γεννᾶν οὐδὲν ἐξ αὐτῶν. [8] [5] Αἴτιον δὲ τοῦ ἐπ´ ἔλαττον δύνασθαι τὰ ὁμολογούμενα συνορᾶν ἀπειρία. Διὸ ὅσοι ἐνῳκήκασι μᾶλλον ἐν τοῖς φυσικοῖς μᾶλλον δύνανται ὑποτίθεσθαι τοιαύτας ἀρχὰς αἳ ἐπὶ πολὺ δύνανται συνείρειν· οἱ δ´ ἐκ τῶν πολλῶν λόγων ἀθεώρητοι τῶν ὑπαρχόντων ὄντες, πρὸς ὀλίγα βλέψαντες, ἀποφαίνονται ῥᾷον. [9] [10] Ἴδοι δ´ ἄν τις καὶ ἐκ τούτων ὅσον διαφέρουσιν οἱ φυσικῶς καὶ λογικῶς σκοποῦντες· περὶ γὰρ τοῦ ἄτομα εἶναι μεγέθη οἱ μέν φασιν ὅτι τὸ αὐτοτρίγωνον πολλὰ ἔσται, Δημόκριτος δ´ ἂν φανείη οἰκείοις καὶ φυσικοῖς λόγοις πεπεῖσθαι. Δῆλον δ´ ἔσται λέγομεν προιοῦσιν. [10] Ἔχει γὰρ ἀπορίαν, [15] εἴ τις θείη σῶμά τι εἶναι καὶ μέγεθος πάντῃ διαιρετόν, καὶ τοῦτο δυνατόν. Τί γὰρ ἔσται ὅπερ τὴν διαίρεσιν διαφεύγει; εἰ γὰρ πάντῃ διαιρετόν, καὶ τοῦτο δυνατόν, κἂν ἅμα εἴη τοῦτο πάντῃ διῃρημένον, καὶ εἰ μὴ ἅμα διῄρηται· κἂν εἰ τοῦτο γένοιτο, οὐδὲν ἂν εἴη ἀδύνατον. Οὐκοῦν καὶ κατὰ [20] τὸ μέσον ὡσαύτως, καὶ ὅλως δέ, εἰ πάντῃ πέφυκε διαιρετόν, ἂν διαιρεθῇ, οὐδὲν ἔσται ἀδύνατον γεγονός, ἐπεὶ οὐδ´ ἂν εἰς μυρία μυριάκις διῃρημένα ᾖ, οὐδὲν ἀδύνατον· καίτοι ἴσως οὐδεὶς ἂν διέλοι. [11] Ἐπεὶ τοίνυν πάντῃ τοιοῦτόν ἐστι τὸ σῶμα, διῃρήσθω. Τί οὖν ἔσται λοιπόν; μέγεθος; οὐ γὰρ οἷόν τε· ἔσται γάρ τι οὐ διῃρημένον, ἦν δὲ πάντῃ διαιρετόν. [25] Ἀλλὰ μὴν εἰ μηδὲν ἔσται σῶμα μηδὲ μέγεθος, διαίρεσις δ´ ἔσται, ἐκ στιγμῶν ἔσται, καὶ ἀμεγέθη ἐξ ὧν σύγκειται, οὐδὲν παντάπασιν, [12] ὥστε κἂν γίνοιτο ἐκ μηδενὸς κἂν εἴη συγκείμενον, καὶ τὸ πᾶν δὴ οὐδὲν ἄλλ´ φαινόμενον. Ὁμοίως δὲ κἂν ἐκ στιγμῶν, οὐκ ἔσται ποσόν. [30] Ὁπότε γὰρ ἥπτοντο καὶ ἓν ἦν μέγεθος καὶ ἅμα ἦσαν, οὐδὲν ἐποίουν μεῖζον τὸ πᾶν. Διαιρεθέντος γὰρ εἰς δύο καὶ πλείω, οὐδὲν ἔλαττον οὐδὲ μεῖζον τὸ πᾶν τοῦ πρότερον, ὥστε κἂν πᾶσαι συντεθῶσιν, οὐδὲν ποιήσουσι μέγεθος. [13] Ἀλλὰ μὴν καὶ εἴ τι διαιρουμένου οἷον ἔκπρισμα (317a) γίνεται τοῦ σώματος, καὶ οὕτως ἐκ τοῦ μεγέθους σῶμά τι ἀπέρχεται, αὐτὸς λόγος, ἐκεῖνο πῶς διαιρετόν. Εἰ δὲ μὴ σῶμα ἀλλ´ εἶδός τι χωριστὸν πάθος ἀπῆλθεν, καὶ ἔστι τὸ μέγεθος στιγμαὶ ἁφαὶ τοδὶ παθοῦσαι, ἄτοπον ἐκ μὴ μεγεθῶν μέγεθος εἶναι. [14] [5] Ἔτι δὲ ποῦ ἔσονται, καὶ ἀκίνητοι κινούμεναι αἱ στιγμαί; ἁφή τε ἀεὶ μία δυοῖν τινων, ὡς ὄντος τινὸς παρὰ τὴν ἁφὴν καὶ τὴν διαίρεσιν καὶ τὴν στιγμήν. Εἰ δή τις θήσεται ὁτιοῦν ὁπηλικονοῦν σῶμα εἶναι πάντῃ διαιρετόν, πάντα ταῦτα συμβαίνει. [15] Ἔτι ἐὰν διελὼν συνθῶ τὸ ξύλον τι ἄλλο, πάλιν ἴσον τε καὶ ἕν. [10] Οὐκοῦν οὕτως ἔχει δηλονότι κἂν τέμω τὸ ξύλον καθ´ ὁτιοῦν σημεῖον. Πάντῃ ἄρα διῄρηται δυνάμει. Τί οὖν ἔστι παρὰ τὴν διαίρεσιν; εἰ γὰρ καὶ ἔστι τι πάθος, ἀλλὰ πῶς εἰς ταῦτα διαλύεται καὶ γίνεται ἐκ τούτων; πῶς χωρίζεται ταῦτα; [16] ὥστ´ εἴπερ ἀδύνατον [15] ἐξ ἁφῶν στιγμῶν εἶναι τὰ μεγέθη, ἀνάγκη εἶναι σώματα ἀδιαίρετα καὶ μεγέθη. Οὐ μὴν ἀλλὰ καὶ ταῦτα θεμένοις οὐχ ἧττον συμβαίνει ἀδύνατα. Ἔσκεπται δὲ περὶ αὐτῶν ἐν ἑτέροις. Ἀλλὰ ταῦτα πειρατέον λύειν· διὸ πάλιν ἐξ ἀρχῆς τὴν ἀπορίαν λεκτέον. [17] Τὸ μὲν οὖν ἅπαν σῶμα αἰσθητὸν εἶναι [20] διαιρετὸν καθ´ ὁτιοῦν σημεῖον καὶ ἀδιαίρετον οὐδὲν ἄτοπον· τὸ μὲν γὰρ δυνάμει διαιρετόν, τὸ δ´ ἐντελεχείᾳ ὑπάρξει. Τὸ δ´ εἶναι ἅμα πάντῃ διαιρετὸν δυνάμει ἀδύνατον δόξειεν ἂν εἶναι. Εἰ γὰρ δυνατόν, κἂν γένοιτο, οὐχ ὥστε εἶναι ἅμα ἄμφω ἐντελεχείᾳ ἀδιαίρετον καὶ διῃρημένον, ἀλλὰ διῃρημένον καθ´ ὁτιοῦν σημεῖον. [25] Οὐδὲν ἄρα ἔσται λοιπόν, καὶ ἀσώματον ἐφθαρμένον τὸ σῶμα, καὶ γίνοιτο δ´ ἂν πάλιν ἤτοι ἐκ στιγμῶν ὅλως ἐξ οὐδενός. Καὶ τοῦτο πῶς δυνατόν; [18] ἀλλὰ μὴν ὅτι γε διαιρεῖται εἰς χωριστὰ καὶ ἀεὶ εἰς ἐλάττω μεγέθη καὶ εἰς ἀπέχοντα καὶ κεχωρισμένα, φανερόν. Οὔτε δὴ [30] κατὰ μέρος διαιροῦντι εἴη ἂν ἄπειρος θρύψις, οὔτε ἅμα οἷόν τε διαιρεθῆναι κατὰ πᾶν σημεῖον (οὐ γὰρ δυνατόν), ἀλλὰ μέχρι του. [19] Ἀνάγκη ἄρα ἄτομα ἐνυπάρχειν μεγέθη ἀόρατα, ἄλλως τε καὶ εἴπερ ἔσται γένεσις καὶ φθορὰ μὲν διακρίσει δὲ συγκρίσει. μὲν οὖν ἀναγκάζειν δοκῶν όγος εἶναι μεγέθη ἄτομα οὗτός ἐστιν· (317b) ὅτι δὲ λανθάνει παραλογιζόμενος, καὶ λανθάνει, λέγωμεν. [20] Ἐπεὶ γὰρ οὐκ ἔστι στιγμὴ στιγμῆς ἐχομένη, τὸ πάντῃ εἶναι διαιρετὸν ἔστι μὲν ὡς ὑπάρχει τοῖς μεγέθεσιν, ἔστι δ´ ὡς οὔ. Δοκεῖ δ´, ὅταν τοῦτο τεθῇ, [5] καὶ ὁπῃοῦν καὶ πάντῃ στιγμὴν εἶναι, ὥστ´ ἀναγκαῖον εἶναι διαιρεθῆναι τὸ μέγεθος εἰς μηδέν· πάντῃ γὰρ εἶναι στιγμήν, ὥστε ἐξ ἁφῶν ἐκ στιγμῶν εἶναι. [21] Τὸ δ´ ἐστὶν ὡς ὑπάρχει πάντῃ, ὅτι μία ὁπῃοῦν ἐστι, καὶ πᾶσαι ὡς ἑκάστη· πλείους δὲ μιᾶς οὐκ εἰσίν· ἐφεξῆς γὰρ οὐκ εἰσίν, ὥστ´ οὐ πάντῃ· [10] εἰ γὰρ κατὰ μέσον διαιρετόν, καὶ κατ´ ἐχομένην στιγμὴν ἔσται διαιρετόν· οὐ γάρ ἐστιν ἐχόμενον σημεῖον σημείου στιγμὴ στιγμῆς. Τοῦτο δ´ ἐστὶ διαίρεσις σύνθεσις. Ὥστ´ ἔστι καὶ διάκρισις καὶ σύγκρισις, ἀλλ´ οὔτ´ εἰς ἄτομα καὶ ἐξ ἀτόμων (πολλὰ γὰρ τὰ ἀδύνατα) οὔτε οὕτως ὥστε πάντῃ [15] διαίρεσιν γενέσθαι (εἰ γὰρ ἦν ἐχομένη στιγμὴ στιγμῆς, τοῦτ´ ἂν ἦν), ἀλλ´ εἰς μικρὰ καὶ ἐλάττω ἐστί, καὶ σύγκρισις ἐξ ἐλαττόνων. [22] Ἀλλ´ οὐχ ἁπλῆ καὶ τελεία γένεσις συγκρίσει καὶ διακρίσει ὥρισται, ὥς τινές φασιν, τὴν δ´ ἐν τῷ συνεχεῖ μεταβολὴν ἀλλοίωσιν. Ἀλλὰ τοῦτ´ ἔστιν ἐν σφάλλεται πάντα. [20] Ἔστι γὰρ γένεσις ἁπλῆ καὶ φθορὰ οὐ συγκρίσει καὶ διακρίσει, ἀλλ´ ὅταν μεταβάλλῃ ἐκ τοῦδε εἰς τόδε ὅλον. [23] Οἱ δὲ οἴονται ἀλλοίωσιν πᾶσαν εἶναι τὴν τοιαύτην μεταβολήν· τὸ δὲ διαφέρει. Ἐν γὰρ τῷ ὑποκειμένῳ τὸ μέν ἐστι κατὰ τὸν λόγον, τὸ δὲ κατὰ τὴν ὕλην. [25] Ὅταν μὲν οὖν ἐν τούτοις μεταβολή, γένεσις ἔσται φθορά, ὅταν δ´ ἐν τοῖς πάθεσι καὶ κατὰ συμβεβηκός, ἀλλοίωσις. [24] Διακρινόμενα δὲ καὶ συγκρινόμενα εὔφθαρτα γίνεται. Ἐὰν μὲν γὰρ εἰς ἐλάττω ὑδάτια διαιρεθῇ, θᾶττον ἀὴρ γίνεται, ἐὰν δὲ συγκριθῇ, βραδύτερον. [25] Μᾶλλον δ´ ἔσται δῆλον ἐν τοῖς ὕστερον. [30] Νῦν δὲ τοσοῦτον διωρίσθω, ὅτι ἀδύνατον εἶναι τὴν γένεσιν σύγκρισιν, οἵαν δή τινές φασιν.

HOME > '������������������������' in 'Aristoteles, De generatione et corruptione, 1, 2'
Aristoteles, De generatione et corruptione, 1, CAPUT 1 <<<     >>> CAPUT 3
1317w 7.1173820495605 s