Aristoteles_cps99, De generatione et corruptione, 1, 8HOME > '������������������������' in 'Aristoteles, De generatione et corruptione, 1, 8'
Aristoteles, De generatione et corruptione, 1, CAPUT 7 <<<    hide dictionary links

(325a) CAPUT 8

[1] [25] Πῶς δὲ ἐνδέχεται τοῦτο συμβαίνειν, πάλιν λέγωμεν. Τοῖς μὲν οὖν δοκεῖ πάσχειν ἕκαστον διά τινων πόρων εἰσιόντος τοῦ ποιοῦντος ἐσχάτου καὶ κυριωτάτου, καὶ τοῦτον τὸν τρόπον καὶ ὁρᾶν καὶ ἀκούειν ἡμᾶς φασι καὶ τὰς ἄλλας αἰσθήσεις αἰσθάνεσθαι πάσας, ἔτι δὲ ὁρᾶσθαι διά τε ἀέρος καὶ ὕδατος [30] καὶ τῶν διαφανῶν, διὰ τὸ πόρους ἔχειν ἀοράτους μὲν διὰ μικρότητα, πυκνοὺς δὲ καὶ κατὰ στοῖχον, καὶ μᾶλλον ἔχειν τὰ διαφανῆ μᾶλλον. [2] Οἱ μὲν οὖν ἐπί τινων οὕτω διώρισαν, ὥσπερ καὶ Ἐμπεδοκλῆς, οὐ μόνον ἐπὶ τῶν ποιούντων καὶ πασχόντων, ἀλλὰ καὶ μίγνυσθαί φησιν ὅσων οἱ πόροι [35] σύμμετροι πρὸς ἀλλήλους εἰσίν. Ὁδῷ δὲ μάλιστα καὶ περὶ (325b) πάντων ἑνὶ λόγῳ διωρίκασι Λεύκιππος καὶ Δημόκριτος, ἀρχὴν ποιησάμενοι κατὰ φύσιν ἥπερ ἐστίν. Ἐνίοις γὰρ τῶν ἀρχαίων ἔδοξε τὸ ὂν ἐξ ἀνάγκης ἓν εἶναι καὶ ἀκίνητον· τὸ μὲν γὰρ κενὸν οὐκ ὄν, κινηθῆναι δ´ οὐκ ἂν δύνασθαι μὴ ὄντος κενοῦ κεχωρισμένου. [5] Οὐδ´ αὖ πολλὰ εἶναι μὴ ὄντος τοῦ διείργοντος· τοῦτο δὲ μηδὲν διαφέρειν, εἴ τις οἴεται μὴ συνεχὲς εἶναι τὸ πᾶν ἀλλ´ ἅπτεσθαι διῃρημένον, τοῦ φάναι πολλὰ καὶ μὴ ἓν εἶναι καὶ κενόν. Εἰ μὲν γὰρ πάντῃ διαιρετόν, οὐδὲν εἶναι ἕν, ὥστε οὐδὲ πολλά, ἀλλὰ κενὸν τὸ ὅλον· εἰ δὲ τῇ [10] μὲν τῇ δὲ μή, πεπλασμένῳ τινὶ τοῦτ´ ἐοικέναι· μέχρι πόσου γὰρ καὶ διὰ τί τὸ μὲν οὕτως ἔχει τοῦ ὅλου καὶ πλῆρές ἐστι, τὸ δὲ διῃρημένον; ἔτι ὁμοίως φάναι ἀναγκαῖον μὴ εἶναι κίνησιν. [3] Ἐκ μὲν οὖν τούτων τῶν λόγων, ὑπερβάντες τὴν αἴσθησιν καὶ παριδόντες αὐτὴν ὡς τῷ λόγῳ δέον ἀκολουθεῖν, ἓν καὶ [15] ἀκίνητον τὸ πᾶν εἶναί φασι καὶ ἄπειρον ἔνιοι· τὸ γὰρ πέρας περαίνειν ἂν πρὸς τὸ κενόν. [4] Οἱ μὲν οὖν οὕτως καὶ διὰ ταύτας τὰς αἰτίας ἀπεφήναντο περὶ τῆς ἀληθείας· ἐπεὶ δὲ ἐπὶ μὲν τῶν λόγων δοκεῖ ταῦτα συμβαίνειν, ἐπὶ δὲ τῶν πραγμάτων μανίᾳ παραπλήσιον εἶναι τὸ δοξάζειν οὕτως· οὐδένα γὰρ τῶν [20] μαινομένων ἐξεστάναι τοσοῦτον ὥστε τὸ πῦρ ἓν εἶναι δοκεῖν καὶ τὸν κρύσταλλον, ἀλλὰ μόνον τὰ καλὰ καὶ τὰ φαινόμενα διὰ συνήθειαν, ταῦτ´ ἐνίοις διὰ τὴν μανίαν οὐθὲν δοκεῖ διαφέρειν. [5] Λεύκιππος δ´ ἔχειν ᾠήθη λόγους οἵ τινες πρὸς τὴν αἴσθησιν ὁμολογούμενα λέγοντες οὐκ ἀναιρήσουσιν οὔτε γένεσιν [25] οὔτε φθορὰν οὔτε κίνησιν καὶ τὸ πλῆθος τῶν ὄντων Ὁμολογήσας δὲ ταῦτα μὲν τοῖς φαινομένοις, τοῖς δὲ τὸ ἓν κατασκευάζουσιν ὡς οὐκ ἂν κίνησιν οὖσαν ἄνευ κενοῦ τό τε κενὸν μὴ ὄν, καὶ τοῦ ὄντος οὐθὲν μὴ ὄν φησιν εἶναι. Τὸ γὰρ κυρίως ὂν παμπλῆρες ὄν· ἀλλ´ εἶναι τὸ τοιοῦτον οὐχ ἕν, [30] ἀλλ´ ἄπειρα τὸ πλῆθος καὶ ἀόρατα διὰ σμικρότητα τῶν ὄγκων. Ταῦτα δ´ ἐν τῷ κενῷ φέρεσθαι (κενὸν γὰρ εἶναι), καὶ συνιστάμενα μὲν γένεσιν ποιεῖν, διαλυόμενα δὲ φθοράν. Ποιεῖν δὲ καὶ πάσχειν τυγχάνουσιν ἁπτόμενα· ταύτῃ γὰρ οὐχ ἓν εἶναι. Καὶ συντιθέμενα δὲ καὶ περιπλεκόμενα γεννᾶν· ἐκ [35] δὲ τοῦ κατ´ ἀλήθειαν ἑνὸς οὐκ ἂν γενέσθαι πλῆθος, οὐδ´ ἐκ τῶν ἀληθῶς πολλῶν ἕν, ἀλλ´ εἶναι τοῦτ´ ἀδύνατον, ἀλλ´ (326a) ὥσπερ Ἐμπεδοκλῆς καὶ τῶν ἄλλων τινές φασι πάσχειν διὰ πόρων, οὕτω πᾶσαν ἀλλοίωσιν καὶ πᾶν τὸ πάσχειν τοῦτον γίνεσθαι τὸν τρόπον, διὰ τοῦ κενοῦ γινομένης τῆς διαλύσεως καὶ τῆς φθορᾶς, ὁμοίως δὲ καὶ τῆς αὐξήσεως, ὑπεισδυομένων στερεῶν. [6] [5] Σχεδὸν δὲ καὶ Ἐμπεδοκλεῖ ἀναγκαῖον λέγειν, ὥσπερ καὶ Λεύκιππός φησιν· εἶναι γὰρ ἄττα στερεά, ἀδιαίρετα δέ, εἰ μὴ πάντῃ πόροι συνεχεῖς εἰσιν. Τοῦτο δ´ ἀδύνατον· οὐθὲν γὰρ ἔσται ἕτερον στερεὸν παρὰ τοὺς πόρους, ἀλλὰ πᾶν κενόν. Ἀνάγκη ἄρα τὰ μὲν ἁπτόμενα εἶναι [10] ἀδιαίρετα, τὰ δὲ μεταξὺ αὐτῶν κενά, οὓς ἐκεῖνος λέγει πόρους. Οὕτως δὲ καὶ Λεύκιππος λέγει περὶ τοῦ ποιεῖν καὶ πάσχειν. [7] Οἱ μὲν οὖν τρόποι καθ´ οὓς τὰ μὲν ποιεῖ τὰ δὲ πάσχει σχεδὸν οὗτοι λέγονται· καὶ περὶ μὲν τούτων, καὶ πῶς λέγουσι, δῆλον, καὶ πρὸς τὰς αὐτῶν θέσεις αἷς χρῶνται σχεδὸν ὁμολογουμένως φαίνεται συμβαῖνον. [8] [15] Τοῖς δ´ ἄλλοις ἧττον, οἷον Ἐμπεδοκλεῖ τίνα τρόπον ἔσται γένεσις καὶ φθορὰ καὶ ἀλλοίωσις οὐ δῆλον. Τοῖς μὲν γάρ ἐστιν ἀδιαίρετα τὰ πρῶτα τῶν σωμάτων, σχήματι διαφέροντα μόνον, ἐξ ὧν πρώτων σύγκειται καὶ εἰς ἔσχατα διαλύεται· Ἐμπεδοκλεῖ δὲ [20] τὰ μὲν ἄλλα φανερὸν ὅτι μέχρι τῶν στοιχείων ἔχει τὴν γένεσιν καὶ τὴν φθοράν, αὐτῶν δὲ τούτων πῶς γίνεται καὶ φθείρεται τὸ σωρευόμενον μέγεθος, οὔτε δῆλον οὔτε ἐνδέχεται λέγειν αὐτῷ μὴ λέγοντι καὶ τοῦ πυρὸς εἶναι στοιχεῖον, ὁμοίως δὲ καὶ τῶν ἄλλων ἁπάντων, ὥσπερ ἐν τῷ Τιμαίῳ γέγραφε Πλάτων. [25] Τοσοῦτον γὰρ διαφέρει τοῦ μὴ τὸν αὐτὸν τρόπον Λευκίππῳ λέγειν, ὅτι μὲν στερεὰ δ´ ἐπίπεδα λέγει τὰ ἀδιαίρετα, καὶ μὲν ἀπείροις ὡρίσθαι σχήμασι τῶν ἀδιαιρέτων στερεῶν ἕκαστον δὲ ὡρισμένοις, ἐπεὶ ἀδιαίρετά γε ἀμφότεροι λέγουσι καὶ ὡρισμένα σχήμασιν. [9] Ἐκ [30] δὴ τούτων αἱ γενέσεις καὶ αἱ διακρίσεις Λευκίππῳ μὲν δύο τρόποι ἂν εἶεν, διά τε τοῦ κενοῦ καὶ διὰ τῆς ἁφῆς (ταύτῃ γὰρ διαιρετὸν ἕκαστον), Πλάτωνι δὲ κατὰ τὴν ἁφὴν μόνον· κενὸν γὰρ οὐκ εἶναί φησιν· καὶ περὶ μὲν τῶν ἀδιαιρέτων ἐπιπέδων εἰρήκαμεν ἐν τοῖς πρότερον λόγοις· περὶ δὴ τῶν [35] ἀδιαιρέτων στερεῶν τὸ μὲν ἐπὶ πλέον θεωρῆσαι τὸ συμβαῖνον ἀφείσθω τὸ νῦν, [10] ὡς δὲ μικρὸν παρεκβᾶσιν εἰπεῖν, (326b) ἀναγκαῖον ἀπαθές τε ἕκαστον λέγειν τῶν ἀδιαιρέτων (οὐ γὰρ οἷόν τε πάσχειν ἀλλ´ διὰ τοῦ κενοῦ) καὶ μηθενὸς ποιητικὸν πάθους· οὔτε γὰρ ψυχρὸν οὔτε σκληρὸν οἷόν τ´ εἶναι. Καίτοι τοῦτό γε ἄτοπον, τὸ μόνον ἀποδοῦναι τῷ περιφερεῖ σχήματι τὸ θερμόν· [5] ἀνάγκη γὰρ καὶ τοὐναντίον τὸ ψυχρὸν ἄλλῳ τινὶ προσήκειν τῶν σχημάτων. Ἄτοπον δὲ κἂν εἰ ταῦτα μὲν ὑπάρχει, λέγω δὲ θερμότης καὶ ψυχρότης, βαρύτης δὲ καὶ κουφότης καὶ σκληρότης καὶ μαλακότης μὴ ὑπάρξει· καίτοι βαρύτερόν γε κατὰ τὴν ὑπεροχήν φησιν εἶναι Δημόκριτος [10] ἕκαστον τῶν ἀδιαιρέτων, ὥστε δῆλον ὅτι καὶ θερμότερον. [11] Τοιαῦτα δ´ ὄντα μὴ πάσχειν ὑπ´ ἀλλήλων ἀδύνατον, οἷον ὑπὸ τοῦ πολὺ ὑπερβάλλοντος θερμοῦ τὸ ἠρέμα θερμόν. Ἀλλὰ μὴν εἰ σκληρόν, καὶ μαλακόν. Τὸ δὲ μαλακὸν ἤδη τῷ πάσχειν τι λέγεται· τὸ γὰρ ὑπεικτικὸν μαλακόν. [12] Ἀλλὰ [15] μὴν ἄτοπον καὶ εἰ μηθὲν ὑπάρχει ἀλλ´ μόνον σχῆμα· καὶ εἰ ὑπάρχει, ἓν δὲ μόνον, οἷον τὸ μὲν ψυχρὸν τὸ δὲ θερμόν· οὐδὲ γὰρ ἂν μία τις εἴη φύσις αὐτῶν. [13] Ὁμοίως δὲ ἀδύνατον καὶ εἰ πλείω τῷ ἑνί· ἀδιαίρετον γὰρ ὂν ἐν τῷ αὐτῷ ἕξει τὰ πάθη, ὥστε καὶ ἐὰν πάσχῃ ᾗπερ ψύχεται, ταύτῃ τι καὶ ἄλλο ποιήσει πείσεται. [14] [20] Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων παθημάτων· τοῦτο γὰρ καὶ τοῖς στερεὰ καὶ τοῖς ἐπίπεδα λέγουσιν ἀδιαίρετα συμβαίνει τὸν αὐτὸν τρόπον· οὔτε γὰρ μανότερα οὔτε πυκνότερα οἷόν τε γίνεσθαι κενοῦ μὴ ὄντος ἐν τοῖς ἀδιαιρέτοις. [15] Ἔτι δ´ ἄτοπον καὶ τὸ μικρὰ μὲν ἀδιαίρετα εἶναι, μεγάλα δὲ μή· [25] νῦν μὲν γὰρ εὐλόγως τὰ μείζω θραύεται μᾶλλον τῶν μικρῶν· τὰ μὲν γὰρ διαλύεται ῥᾳδίως, οἷον τὰ μεγάλα· προσκόπτει γὰρ πολλοῖς· τὸ δὲ ἀδιαίρετον ὅλως διὰ τί μᾶλλον ὑπάρχει τῶν μεγάλων τοῖς μικροῖς; [16] ἔτι δὲ πότερον μία πάντων [30] φύσις ἐκείνων τῶν στερεῶν, διαφέρει θάτερα τῶν ἑτέρων, ὥσπερ ἂν εἰ τὰ μὲν εἴη πύρινα, τὰ δὲ γήινα τὸν ὄγκον; εἰ μὲν γὰρ μία φύσις ἐστὶν ἁπάντων, τί τὸ χωρίσαν; διὰ τί οὐ γίνεται ἁψάμενα ἕν, ὥσπερ ὕδωρ ὕδατος ὅταν θίγῃ; οὐδὲν γὰρ διαφέρει τὸ ὕστερον τοῦ προτέρου. Εἰ δ´ ἕτερα, ποῖα ταῦτα; [35] καὶ δῆλον ὡς ταῦτα θετέον ἀρχὰς καὶ αἰτίας τῶν συμβαινόντων μᾶλλον τὰ σχήματα. (327a) Ἔτι δὲ διαφέροντα τὴν φύσιν, κἂν ποιοῖ κἂν πάσχοι θιγγάνοντα ἀλλήλων. [17] Ἔτι δὲ τί τὸ κινοῦν; εἰ μὲν γὰρ ἕτερον, παθητικόν· εἰ δ´ αὐτὸ αὑτὸ ἕκαστον, διαιρετὸν ἔσται, κατ´ ἄλλο μὲν κινοῦν κατ´ [5] ἄλλο δὲ κινούμενον, κατὰ ταὐτὸ τἀναντία ὑπάρξει, καὶ ὕλη οὐ μόνον ἀριθμῷ ἔσται μία ἀλλὰ καὶ δυνάμει. [18] Ὅσοι μὲν οὖν διὰ τῆς 〈διὰ〉 τῶν πόρων κινήσεώς φασι τὰ πάθη συμβαίνειν, εἰ μὲν καὶ πεπληρωμένων τῶν πόρων, περίεργον οἱ πόροι· εἰ γὰρ ταύτῃ τι πάσχει τὸ πᾶν, κἂν μὴ πόρους ἔχον ἀλλ´ αὐτὸ συνεχὲς ὂν πάσχοι τὸν αὐτὸν τρόπον. [19] [10] Ἔτι δὲ πῶς ἐνδέχεται περὶ τοῦ διορᾶν συμβαίνειν ὡς λέγουσιν; οὔτε γὰρ κατὰ τὰς ἁφὰς ἐνδέχεται διιέναι διὰ τῶν διαφανῶν, οὔτε διὰ τῶν πόρων, εἰ πλήρης ἕκαστος· τί γὰρ διοίσει τοῦ μὴ ἔχειν πόρους; πᾶν γὰρ ὁμοίως ἔσται πλῆρες. [15] Ἀλλὰ μὴν εἰ καὶ κενὰ μὲν ταῦτα, ἀνάγκη δὲ σώματα ἐν αὑτοῖς ἔχειν, ταὐτὸ συμβήσεται πάλιν. Εἰ δὲ τηλικαῦτα τὸ μέγεθος ὥστε μὴ δέχεσθαι σῶμα μηδέν, γελοῖον τὸ μικρὸν μὲν οἴεσθαι κενὸν εἶναι, μέγα δὲ μὴ μηδ´ ὁπηλικονοῦν, τὸ κενὸν ἄλλο τι οἴεσθαι λέγειν πλὴν χώραν σώματος, ὥστε [20] δῆλον ὅτι παντὶ σώματι τὸν ὄγκον ἴσον ἔσται κενόν. [20] Ὅλως δὲ τὸ πόρους ποιεῖν περίεργον· εἰ μὲν γὰρ μηδὲν ποιεῖ κατὰ τὴν ἁφήν, οὐδὲ διὰ τῶν πόρων ποιήσει διιόν· εἰ δὲ τῷ ἅπτεσθαι, καὶ μὴ πόρων ὄντων τὰ μὲν πείσεται τὰ δὲ ποιήσει τῶν πρὸς ἄλληλα τοῦτον τὸν τρόπον πεφυκότων. [21] Ὅτι [25] μὲν οὖν οὕτως λέγειν τοὺς πόρους, ὥς τινες ὑπολαμβάνουσιν, ψεῦδος μάταιον, φανερὸν ἐκ τούτων ἐστίν· διαιρετῶν δ´ ὄντων πάντῃ τῶν σωμάτων πόρους ποιεῖν γελοῖον· γὰρ διαιρετά, δύναται χωρίζεσθαι. Τίνα δὲ τρόπον ὑπάρχει τοῖς οὖσι γεννᾶν καὶ ποιεῖν καὶ [30] πάσχειν, λέγωμεν λαβόντες ἀρχὴν τὴν πολλάκις εἰρημένην. Εἰ γάρ ἐστι τὸ μὲν δυνάμει τὸ δ´ ἐντελεχείᾳ τοιοῦτον, πέφυκεν οὐ τῇ μὲν τῇ δ´ οὐ πάσχειν, ἀλλὰ πάντῃ καθ´ ὅσον ἐστὶ τοιοῦτον, ἧττον δὲ καὶ μᾶλλον τοιοῦτον μᾶλλόν ἐστι καὶ ἧττον· καὶ ταύτῃ πόρους ἄν τις λέγοι μᾶλλον, καθάπερ [35] ἐν τοῖς μεταλλευομένοις διατείνουσι τοῦ παθητικοῦ φλέβες συνεχεῖς. (327b) Συμφυὲς μὲν οὖν ἕκαστον καὶ ἓν ὂν ἀπαθές. [327] Ὁμοίως δὲ καὶ μὴ θιγγάνοντα μήτε αὑτῶν μήτ´ ἄλλων, [327] ποιεῖν πέφυκε καὶ πάσχειν. Λέγω δ´ οἷον οὐ μόνον ἁπτόμενον [327] θερμαίνει τὸ πῦρ, ἀλλὰ κἂν ἄποθεν ᾖ· τὸν μὲν γὰρ ἀέρα [327] τὸ πῦρ, δ´ ἀὴρ τὸ σῶμα θερμαίνει, πεφυκὼς ποιεῖν καὶ [327] πάσχειν. [327] Τὸ δὲ τῇ μὲν οἴεσθαι πάσχειν τῇ δὲ μή, διορίσαντας [327] ἐν ἀρχῇ τοῦτο λεκτέον. Εἰ μὲν γὰρ μὴ πάντῃ [327] διαιρετὸν τὸ μέγεθος, ἀλλ´ ἔστι σῶμα ἀδιαίρετον πλάτος, [327] οὐκ ἂν εἴη πάντῃ παθητικόν, ἀλλ´ οὐδὲ συνεχὲς οὐδέν· εἰ δὲ [327] τοῦτο ψεῦδος καὶ πᾶν σῶμα διαιρετόν, οὐδὲν διαφέρει διῃρῆσθαι [327] μὲν ἅπτεσθαι δέ, διαιρετὸν εἶναι· εἰ γὰρ διακρίνεσθαι [327] δύναται κατὰ τὰς ἁφάς, ὥσπερ φασί τινες, κἂν [327] μήπω διῃρημένον, ἔσται διῃρημένον· δυνατὸν γὰρ διαιρεθῆναι· [327] γίνεται γὰρ οὐθὲν ἀδύνατον. [327] Ὅλως δὲ τὸ τοῦτον γίνεσθαι [327] τὸν τρόπον μόνον σχιζομένων τῶν σωμάτων ἄτοπον· ἀναιρεῖ [327] γὰρ οὗτος λόγος ἀλλοίωσιν, ὁρῶμεν δὲ τὸ αὐτὸ σῶμα [327] συνεχὲς ὂν ὁτὲ μὲν ὑγρὸν ὁτὲ δὲ πεπηγός, οὐ διαιρέσει καὶ [327] συνθέσει τοῦτο παθόν, οὐδὲ τροπῇ καὶ διαθιγῇ, καθάπερ [327] λέγει Δημόκριτος· οὔτε γὰρ μεταταχθὲν οὔτε μετατεθὲν τὴν [327] φύσιν πεπηγὸς ἐξ ὑγροῦ γέγονεν· οὐδ´ ἐνυπάρχει τὰ [327] σκληρὰ καὶ πεπηγότα ἀδιαίρετα τοὺς ὄγκους· ἀλλ´ ὁμοίως [327] ἅπαν ὑγρόν, ὁτὲ δὲ σκληρὸν καὶ πεπηγός ἐστιν. [327] Ἔτι δ´ οὐδ´ [327] αὔξησιν οἷόν τ´ εἶναι καὶ φθίσιν· οὐ γὰρ ὁτιοῦν ἔσται [327] γεγονὸς μεῖζον, εἴπερ ἔσται πρόσθεσις, καὶ μὴ πᾶν μετα– [327] βεβληκός, μιχθέντος τινὸς καθ´ αὑτὸ μεταβαλόντος. [327] [327] Ὅτι μὲν οὖν ἐστὶ τὸ γεννᾶν καὶ τὸ ποιεῖν καὶ τὸ [327] γίνεσθαί τε καὶ πάσχειν ὑπ´ ἀλλήλων, καὶ τίνα τρόπον ἐνδέχεται, [327] καὶ τίνα φασὶ μέν τινες οὐκ ἐνδέχεται δέ, διωρίσθω [327] τοῦτον τὸν τρόπον. [327] Λοιπὸν δὲ θεωρῆσαι περὶ μίξεως κατὰ τὸν αὐτὸν τρόπον [327] τῆς μεθόδου· τοῦτο γὰρ ἦν τρίτον τῶν προτεθέντων ἐξ [327] ἀρχῆς. Σκεπτέον δὲ τί τ´ ἐστὶν μίξις καὶ τί τὸ μικτόν, [327] καὶ τίσιν ὑπάρχει τῶν ὄντων καὶ πῶς, ἔτι δὲ πότερον ἔστι [327] μίξις τοῦτο ψεῦδος· ἀδύνατον γάρ ἐστι μιχθῆναί τι ἕτερον [327] ἑτέρῳ, καθάπερ λέγουσί τινες· ὄντων μὲν γὰρ ἔτι τῶν (328a) μιχθέντων καὶ μὴ ἠλλοιωμένων οὐδὲν μᾶλλον νῦν μεμίχθαι [328] φασὶν πρότερον, ἀλλ´ ὁμοίως ἔχειν, θατέρου δὲ φθαρέντος [328] οὐ μεμίχθαι, ἀλλὰ τὸ μὲν εἶναι τὸ δ´ οὐκ εἶναι, τὴν [327] δὲ μίξιν ὁμοίως ἐχόντων εἶναι τὸν αὐτὸν δὲ τρόπον κἂν [327] εἰ ἀμφοτέρων συνελθόντων ἔφθαρται τῶν μιγνυμένων ἑκάτερον· [327] οὐ γὰρ εἶναι μεμιγμένα τά γε ὅλως οὐκ ὄντα. Οὗτος [327] μὲν οὖν λόγος ἔοικε ζητεῖν διορίσαι τί διαφέρει μίξις [327] γενέσεως καὶ φθορᾶς, καὶ τί τὸ μικτὸν τοῦ γεννητοῦ καὶ φθαρτοῦ· [327] δῆλον γὰρ ὡς δεῖ διαφέρειν, εἴπερ ἔστιν. Ὥστε τούτων [327] ὄντων φανερῶν τὰ διαπορηθέντα λύοιντ´ ἄν. [327] Ἀλλὰ μὴν οὐδὲ [327] τὴν ὕλην τῷ πυρὶ μεμίχθαι φαμὲν οὐδὲ μίγνυσθαι καιομένην, [327] οὔτ´ αὐτὴν αὑτῆς τοῖς μορίοις οὔτε τῷ πυρί, ἀλλὰ [327] τὸ μὲν πῦρ γίνεσθαι, τὴν δὲ φθείρεσθαι. Τὸν αὐτὸν δὲ τρόπον [327] οὔτε τῷ σώματι τὴν τροφὴν οὔτε τὸ σχῆμα τῷ κηρῷ [327] μιγνύμενον σχηματίζειν τὸν ὄγκον· οὐδὲ τὸ σῶμα καὶ τὸ [327] λευκὸν οὐδ´ ὅλως τὰ πάθη καὶ τὰς ἕξεις οἷόν τε μίγνυσθαι [327] τοῖς πράγμασιν· σωζόμενα γὰρ ὁρᾶται. Ἀλλὰ μὴν οὐδὲ τὸ [327] λευκόν γε καὶ τὴν ἐπιστήμην ἐνδέχεται μιχθῆναι, οὐδ´ ἄλλο [327] τῶν μὴ χωριστῶν οὐδέν. Ἀλλὰ τοῦτο λέγουσιν οὐ καλῶς οἱ [327] πάντα ποτὲ ὁμοῦ φάσκοντες εἶναι καὶ μεμίχθαι· οὐ γὰρ [327] ἅπαν ἅπαντι μικτόν, ἀλλ´ ὑπάρχειν δεῖ χωριστὸν ἑκάτερον [327] τῶν μιχθέντων· τῶν δὲ παθῶν οὐθὲν χωριστόν. Ἐπεὶ δ´ [327] ἐστὶ τὰ μὲν δυνάμει τὰ δ´ ἐνεργείᾳ τῶν ὄντων, ἐνδέχεται τὰ [327] μιχθέντα εἶναί πως καὶ μὴ εἶναι, ἐνεργείᾳ μὲν ἑτέρου [327] ὄντος τοῦ γεγονότος ἐξ αὐτῶν, δυνάμει δ´ ἔτι ἑκατέρου [327] ἅπερ ἦσαν πρὶν μιχθῆναι, καὶ οὐκ ἀπολωλότα· τοῦτο [327] γὰρ λόγος διηπόρει πρότερον· φαίνεται δὲ τὰ μιγνύμενα [327] πρότερόν τε ἐκ κεχωρισμένων συνιόντα καὶ δυνάμενα χωρίζεσθαι [327] πάλιν· οὔτε διαμένουσιν οὖν ἐνεργείᾳ ὥσπερ τὸ σῶμα [327] καὶ τὸ λευκόν, οὔτε φθείρονται, οὔτε θάτερον οὔτ´ ἄμφω· [327] σώζεται γὰρ δύναμις αὐτῶν. [327] Διὸ ταῦτα μὲν ἀφείσθω· τὸ [327] δὲ συνεχὲς τούτοις ἀπόρημα διαιρετέον, πότερον μίξις [327] πρὸς τὴν αἴσθησιν τί ἐστιν. Ὅταν γὰρ οὕτως εἰς μικρὰ [327] διαιρεθῇ τὰ μιγνύμενα, καὶ τεθῇ παρ´ ἄλληλα τοῦτον τὸν τρόπον [327] ὥστε μὴ δῆλον ἕκαστον εἶναι τῇ αἰσθήσει, τότε μέμικται (328b) οὔ, ἀλλ´ ἔστιν ὥστε ὁτιοῦν εἶναι μόριον τῶν [328] μιχθέντων; λέγεται μὲν οὖν ἐκείνως, οἷον κριθὰς μεμίχθαι [328] πυροῖς, ὅταν ἡτισοῦν παρ´ ὁντινοῦν τεθῇ. Εἰ δ´ ἐστὶ πᾶν σῶμα [328] διαιρετόν, εἴπερ ἐστὶ σῶμα σώματι μικτὸν ὁμοιομερές, [328] ὁτιοῦν ἂν δέοι μέρος γίνεσθαι παρ´ ὁτιοῦν. Ἐπεὶ δ´ οὐκ ἔστιν [328] εἰς τἀλάχιστα διαιρεθῆναι, 〈οὐδὲ〉 σύνθεσις ταὐτὸ καὶ μίξις [328] ἀλλ´ ἕτερον, δῆλον ὡς οὔτε κατὰ μικρὰ σωζόμενα δεῖ τὰ [328] μιγνύμενα φάναι μεμίχθαι. Σύνθεσις γὰρ ἔσται καὶ οὐ κρᾶσις [328] οὐδὲ μίξις, οὐδ´ ἕξει τὸν αὐτὸν λόγον τῷ ὅλῳ τὸ μόριον. [328] Φαμὲν δ´, εἴπερ δεῖ μεμίχθαι τι, τὸ μιχθὲν ὁμοιομερὲς [328] εἶναι, καὶ ὥσπερ τοῦ ὕδατος τὸ μέρος ὕδωρ, οὕτω καὶ [328] τοῦ κραθέντος. Ἂν δ´ κατὰ μικρὰ σύνθεσις μίξις, [328] οὐθὲν συμβήσεται τούτων, ἀλλὰ μόνον μεμιγμένα πρὸς τὴν [328] αἴσθησιν (καὶ τὸ αὐτὸ τῷ μὲν μεμιγμένον, ἐὰν μὴ βλέπῃ [328] ὀξύ, τῷ Λυγκεῖ δ´ οὐθὲν μεμιγμένον), 〈οὐδὲ〉 τῇ διαιρέσει, [328] ὥστε ὁτιοῦν παρ´ ὁτιοῦν μέρος, ἀδύνατον γὰρ οὕτω διαιρεθῆναι. [328] οὖν οὐκ ἔστι μίξις, λεκτέον τοῦτο πῶς ἐνδέχεται [328] γίνεσθαι πάλιν. [328] Ἔστι δή, ὡς ἔφαμεν, τῶν ὄντων τὰ μὲν [328] ποιητικὰ τὰ δ´ ὑπὸ τούτων παθητικά. Τὰ μὲν οὖν ἀντιστρέφει, [328] ὅσων αὐτὴ ὕλη ἐστί, καὶ ποιητικὰ ἀλλήλων καὶ παθητικὰ [328] ὑπ´ ἀλλήλων· τὰ δὲ ποιεῖ ἀπαθῆ ὄντα, ὅσων μὴ αὐτὴ [328] ὕλη. Τούτων μὲν οὖν οὐκ ἔστι μίξις· διὸ οὐδ´ ἰατρικὴ ποιεῖ [328] ὑγίειαν οὐδ´ ὑγίεια μιγνυμένη τοῖς σώμασιν. Τῶν δὲ ποιητι– [328] κῶν καὶ παθητικῶν ὅσα εὐδιαίρετα, πολλὰ μὲν ὀλίγοις καὶ [328] μεγάλα μικροῖς συντιθέμενα οὐ ποιεῖ μίξιν, ἀλλ´ αὔξησιν τοῦ [328] κρατοῦντος· μεταβάλλει γὰρ θάτερον εἰς τὸ κρατοῦν, οἷον [328] σταλαγμὸς οἴνου μυρίοις χοεῦσιν ὕδατος οὐ μίγνυται· λύεται [328] γὰρ τὸ εἶδος καὶ μεταβάλλει εἰς τὸ πᾶν ὕδωρ. Ὅταν δὲ [328] ταῖς δυνάμεσιν ἰσάζῃ πως, τότε μεταβάλλει μὲν ἑκάτερον [328] εἰς τὸ κρατοῦν ἐκ τῆς αὑτοῦ φύσεως, οὐ γίνεται δὲ θάτερον, [328] ἀλλὰ μεταξὺ καὶ κοινόν. [328] Φανερὸν οὖν ὅτι ταῦτ´ ἐστὶ μικτὰ [328] ὅσα ἐναντίωσιν ἔχει τῶν ποιούντων· ταῦτα γὰρ δὴ ὑπ´ [328] ἀλλήλων ἐστὶ παθητικά. Καὶ μικρὰ δὲ μικροῖς παρατιθέμενα [328] μίγνυται μᾶλλον· ῥᾷον γὰρ καὶ θᾶττον ἄλληλα μεθίστησιν. [328] Τὸ δὲ πολὺ καὶ ὑπὸ πολλοῦ χρονίως τοῦτο δρᾷ. Διὸ τὰ (329a) εὐόριστα τῶν διαιρετῶν καὶ παθητικῶν μικτά (διαιρεῖται [329] γὰρ εἰς μικρὰ ταῦτα ῥᾳδίως· τοῦτο γὰρ ἦν τὸ εὐορίστῳ εἶναι), [329] οἷον τὰ ὑγρὰ μικτὰ μάλιστα τῶν σωμάτων· εὐόριστον γὰρ [329] μάλιστα τὸ ὑγρὸν τῶν διαιρετῶν, ἐὰν μὴ γλίσχρον ᾖ· [329] ταῦτα γὰρ δὴ πλείω καὶ μείζω μόνον ποιεῖ τὸν ὄγκον. [329] Ὅταν δ´ θάτερον μόνον παθητικὸν σφόδρα, τὸ δὲ πάμπαν [329] ἠρέμα, οὐθὲν πλεῖον τὸ μιχθὲν ἐξ ἀμφοῖν μικρόν, [329] ὅπερ συμβαίνει περὶ τὸν καττίτερον καὶ τὸν χαλκόν. Ἔνια [329] γὰρ ψελλίζεται πρὸς ἄλληλα τῶν ὄντων καὶ ἐπαμφοτερίζει· [329] φαίνεται γάρ πως καὶ μικτὰ ἠρέμα, καὶ ὡς θάτερον [329] μὲν δεκτικὸν θάτερον δ´ εἶδος. Ὅπερ ἐπὶ τούτων συμβαίνει· [329] γὰρ καττίτερος ὡς πάθος τι ὢν ἄνευ ὕλης τοῦ χαλκοῦ [329] σχεδὸν ἀφανίζεται καὶ μιχθεὶς ἄπεισι χρωματίσας μόνον. [329] Ταὐτὸ δὲ τοῦτο συμβαίνει καὶ ἐφ´ ἑτέρων. [329] Φανερὸν τοίνυν ἐκ [329] τῶν εἰρημένων καὶ ὅτι ἔστι μίξις καὶ τί ἐστι καὶ διὰ τί, καὶ [329] ποῖα μικτὰ τῶν ὄντων, ἐπείπερ ἐστὶν ἔνια τοιαῦτα οἷα [329] παθητικά τε ὑπ´ ἀλλήλων καὶ εὐόριστα καὶ εὐδιαίρετα· ταῦτα [329] γὰρ οὔτ´ ἐφθάρθαι ἀνάγκη μεμιγμένα οὔτ´ ἔτι ταὐτὰ ἁπλῶς [329] εἶναι, οὔτε σύνθεσιν εἶναι τὴν μίξιν αὐτῶν, οὔτε πρὸς τὴν [329] αἴσθησιν· ἀλλ´ ἔστι μικτὸν μὲν ἂν εὐόριστον ὂν παθητικὸν [329] καὶ ποιητικὸν καὶ τοιούτῳ μικτόν (πρὸς ὁμώνυμον γὰρ τὸ [329] μικτόν), δὲ μίξις τῶν μικτῶν ἀλλοιωθέντων ἕνωσις.

HOME > '������������������������' in 'Aristoteles, De generatione et corruptione, 1, 8'
Aristoteles, De generatione et corruptione, 1, CAPUT 7 <<<    
2656w 14.978178024292 s