Aristoteles_cps99, De generatione et corruptione, 2, 11HOME > '������������������������' in 'Aristoteles, De generatione et corruptione, 2, 11'
Aristoteles, De generatione et corruptione, 2, CAPUT 10 <<<    hide dictionary links

(337b) CAPUT 11

[1] Ἐπεὶ δ´ ἐν τοῖς συνεχῶς κινουμένοις κατὰ γένεσιν [35] ἀλλοίωσιν ὅλως μεταβολὴν ὁρῶμεν τὸ ἐφεξῆς ὂν καὶ (338a) γινόμενον τόδε μετὰ τόδε ὥστε μὴ διαλείπειν, σκεπτέον πότερον ἔστι τι ἐξ ἀνάγκης ἔσται, οὐδέν, ἀλλὰ πάντα ἐνδέχεται μὴ γενέσθαι. Ὅτι μὲν γὰρ ἔνια, δῆλον, καὶ εὐθὺς τὸ ἔσται καὶ τὸ μέλλον ἕτερον διὰ τοῦτο· μὲν γὰρ ἀληθὲς [5] εἰπεῖν ὅτι ἔσται, δεῖ τοῦτο εἶναί ποτε ἀληθὲς ὅτι ἐστίν· δὲ νῦν ἀληθὲς εἰπεῖν ὅτι μέλλει, οὐδὲν κωλύει μὴ γενέσθαι· μέλλων γὰρ ἂν βαδίζειν τις οὐκ ἂν βαδίσειεν. [2] Ὅλως δ´, ἐπεὶ ἐνδέχεται ἔνια τῶν ὄντων καὶ μὴ εἶναι, δῆλον ὅτι καὶ τὰ γινόμενα οὕτως ἕξει, καὶ οὐκ ἐξ ἀνάγκης τοῦτ´ ἔσται. [10] Πότερον οὖν ἅπαντα τοιαῦτα οὔ, ἀλλ´ ἔνια ἀναγκαῖον ἁπλῶς γίνεσθαι, καὶ ἔστιν ὥσπερ ἐπὶ τοῦ εἶναι τὰ μὲν ἀδύνατα μὴ εἶναι τὰ δὲ δυνατά, οὕτως καὶ περὶ τὴν γένεσιν; οἷον τροπὰς ἆρα ἀνάγκη γενέσθαι, καὶ οὐχ οἷόν τε μὴ ἐνδέχεσθαι; [3] Εἰ δὴ τὸ πρότερον ἀνάγκη γενέσθαι, εἰ τὸ ὕστερον ἔσται, οἷον [15] εἰ οἰκία, θεμέλιον, εἰ δὲ τοῦτο, πηλόν, ἆρ´ οὖν καὶ εἰ θεμέλιος γέγονεν, ἀνάγκη οἰκίαν γενέσθαι; οὐκέτι, εἰ μὴ κἀκεῖνο ἀνάγκη γενέσθαι ἁπλῶς· εἰ δὲ τοῦτο, ἀνάγκη καὶ θεμελίου γενομένου γενέσθαι οἰκίαν· οὕτω γὰρ ἦν τὸ πρότερον ἔχον πρὸς τὸ ὕστερον, ὥστ´ εἰ ἐκεῖνο ἔσται, ἀνάγκη ἐκεῖνο πρότερον. [4] [20] Εἰ τοίνυν ἀνάγκη γενέσθαι τὸ ὕστερον, καὶ τὸ πρότερον ἀνάγκη· καὶ εἰ τὸ πρότερον, καὶ τὸ ὕστερον τοίνυν ἀνάγκη, ἀλλ´ οὐ δι´ ἐκεῖνο, ἀλλ´ ὅτι ὑπέκειτο ἐξ ἀνάγκης ἐσόμενον. Ἐν οἷς ἄρα τὸ ὕστερον ἀνάγκη εἶναι, ἐν τούτοις ἀντιστρέφει, καὶ ἀεὶ τοῦ προτέρου γενομένου ἀνάγκη γενέσθαι τὸ ὕστερον. [5] [25] Εἰ μὲν οὖν εἰς ἄπειρον εἶσιν ἐπὶ τὸ κάτω, οὐκ ἔσται ἀνάγκη τὸ ὕστερον τόδε γενέσθαι ἁπλῶς. Ἀλλ´ ἐξ ὑποθέσεως· ἀεὶ γὰρ ἕτερον ἔμπροσθεν ἀνάγκη ἔσται, δι´ ἐκεῖνο ἀνάγκη γενέσθαι. Ὥστ´ εἰ μή ἐστιν ἀρχὴ τοῦ ἀπείρου, οὐδὲ πρῶτον ἔσται οὐδὲν δι´ ἀναγκαῖον ἔσται γενέσθαι. [6] Ἀλλὰ [30] μὴν οὐδ´ ἐν τοῖς πέρας ἔχουσι τοῦτ´ ἔσται εἰπεῖν ἀληθῶς, ὅτι ἁπλῶς ἀνάγκη γενέσθαι, οἷον οἰκίαν, ὅταν θεμέλιος γένηται· ὅταν γὰρ γένηται, εἰ μὴ ἀεὶ τοῦτο ἀνάγκη γίνεσθαι, συμβήσεται ἀεὶ εἶναι τὸ ἐνδεχόμενον μὴ ἀεὶ εἶναι. Ἀλλὰ δεῖ τῇ γενέσει ἀεὶ εἶναι, εἰ ἐξ ἀνάγκης αὐτοῦ ἐστιν γένεσις· [35] τὸ γὰρ ἐξ ἀνάγκης καὶ ἀεὶ ἅμα· γὰρ εἶναι ἀνάγκη (338b) οὐχ οἷόν τε μὴ εἶναι· ὥστ´ εἰ ἔστιν ἐξ ἀνάγκης, ἀίδιόν ἐστι, καὶ εἰ ἀίδιον, ἐξ ἀνάγκης. [7] Καὶ εἰ γένεσις τοίνυν ἐξ ἀνάγκης, ἀίδιος γένεσις τούτου, καὶ εἰ ἀίδιος, ἐξ ἀνάγκης. Εἰ ἄρα τινὸς ἐξ ἀνάγκης ἁπλῶς γένεσις, ἀνάγκη ἀνακυκλεῖν καὶ ἀνακάμπτειν. [5] Ἀνάγκη γὰρ ἤτοι πέρας ἔχειν τὴν γένεσιν μή, καὶ εἰ μή, εἰς εὐθὺ κύκλῳ. Τούτων δ´ εἴπερ ἔσται ἀίδιος, οὐκ εἰς εὐθὺ οἷόν τε διὰ τὸ μηδαμῶς εἶναι ἀρχὴν μήτ´ ἂν κάτω, ὡς ἐπὶ τῶν ἐσομένων λαμβανομένων, μήτ´ ἄνω, ὡς ἐπὶ τῶν γενομένων· ἀνάγκη δ´ εἶναι ἀρχήν, μὴ πεπερασμένης οὔσης, καὶ ἀίδιον εἶναι. [10] Διὸ ἀνάγκη κύκλῳ εἶναι. Ἀντιστρέφειν ἄρα ἀνάγκη ἔσται, οἷον εἰ τοδὶ ἐξ ἀνάγκης, καὶ τὸ πρότερον ἄρα· ἀλλὰ μὴν εἰ τοῦτο, καὶ τὸ ὕστερον ἀνάγκη γενέσθαι. Καὶ τοῦτο ἀεὶ δὴ συνεχῶς· οὐδὲν γὰρ τοῦτο διαφέρει λέγειν διὰ δύο πολλῶν. Ἐν τῇ κύκλῳ [15] ἄρα κινήσει καὶ γενέσει ἐστὶ τὸ ἐξ ἀνάγκης ἁπλῶς· καὶ εἴτε κύκλῳ, ἀνάγκη ἕκαστον γίνεσθαι καὶ γεγονέναι, καὶ εἰ ἀνάγκη, τούτων γένεσις κύκλῳ. [8] Ταῦτα μὲν δὴ εὐλόγως, ἐπεὶ ἀίδιος καὶ ἄλλως ἐφάνη κύκλῳ κίνησις καὶ τοῦ οὐρανοῦ, ὅτι ταῦτα ἐξ ἀνάγκης γίνεται καὶ ἔσται, ὅσαι ταύτης κινήσεις καὶ ὅσαι διὰ ταύτην· (339a) εἰ γὰρ τὸ κύκλῳ κινούμενον ἀεί τι κινεῖ, ἀνάγκη καὶ τούτων κύκλῳ εἶναι τὴν κίνησιν, οἷον τῆς ἄνω φορᾶς οὔσης κύκλῳ ἥλιος ὡδί, ἐπεὶ δ´ οὕτως, αἱ ὧραι διὰ τοῦτο κύκλῳ γίνονται καὶ ἀνακάμπτουσιν, [5] τούτων δ´ οὕτω γινομένων πάλιν τὰ ὑπὸ τούτων. [9] Τί οὖν δή ποτε τὰ μὲν οὕτω φαίνεται, οἷον ὕδατα καὶ ἀὴρ κύκλῳ γινόμενα, καὶ εἰ μὲν νέφος ἔσται, δεῖ ὗσαι, καὶ εἰ ὕσει γε, δεῖ καὶ νέφος εἶναι, ἄνθρωποι δὲ καὶ ζῷα οὐκ ἀνακάμπτουσιν εἰς αὑτοὺς ὥστε πάλιν γίνεσθαι τὸν αὐτόν· οὐ [10] γὰρ ἀνάγκη, εἰ πατὴρ ἐγένετο, σὲ γενέσθαι· ἀλλ´ εἰ σύ, ἐκεῖνον. Εἰς εὐθὺ δὲ ἔοικεν εἶναι αὕτη γένεσις. [10] Ἀρχὴ δὲ τῆς σκέψεως πάλιν αὕτη, πότερον ὁμοίως ἅπαντα ἀνακάμπτει οὔ, ἀλλὰ τὰ μὲν ἀριθμῷ τὰ δὲ εἴδει μόνον. Ὅσων μὲν οὖν ἄφθαρτος οὐσία κινουμένη, φανερὸν ὅτι καὶ ἀριθμῷ ταὐτὰ ἔσται [15] (ἡ γὰρ κίνησις ἀκολουθεῖ τῷ κινουμένῳ), ὅσων δὲ μὴ ἀλλὰ φθαρτή, ἀνάγκη τῷ εἴδει, ἀριθμῷ δὲ μὴ ἀνακάμπτειν. Διὸ ὕδωρ ἐξ ἀέρος καὶ ἀὴρ ἐξ ὕδατος εἴδει αὐτός, οὐκ ἀριθμῷ. Εἰ δὲ καὶ ταῦτα ἀριθμῷ, ἀλλ´ οὐχ ὧν οὐσία γίνεται οὖσα τοιαύτη οἵα ἐνδέχεσθαι μὴ εἶναι.

HOME > '������������������������' in 'Aristoteles, De generatione et corruptione, 2, 11'
755w 7.2526779174805 s