Aristoteles_cps99, De insomniis, 3HOME > '������������������������' in 'Aristoteles, De insomniis, 3'
Aristoteles, De insomniis, CAPUT 2 <<<    hide dictionary links

(305) CAPUT 3

Ἐκ δὴ τούτων φανερὸν ὅτι οὐ μόνον ἐγρηγορότων αἱ κινήσεις
αἱ
ἀπὸ τῶν αἰσθημάτων γινόμεναι τῶν τε θύραθεν
καὶ
τῶν ἐκ τοῦ σώματος ἐνυπαρχουσῶν, ἀλλὰ καὶ ὅταν γένηται
τὸ
πάθος τοῦτο καλεῖται ὕπνος, καὶ μᾶλλον τότε
φαίνονται.
Μεθ’ ἡμέραν μὲν γὰρ ἐκκρούονται ἐνεργουσῶν
τῶν
αἰσθήσεων καὶ τῆς διανοίας, καὶ ἀφανίζονται ὥσπερ
παρὰ
πολὺ πῦρ ἔλαττον καὶ λῦπαι καὶ ἡδοναὶ μικραὶ
παρὰ
μεγάλας, παυσαμένων δ’ ἐπιπολάζει καὶ τὰ μικρά·
νύκτωρ
δὲ δι’ ἀργίαν τῶν κατὰ μόριον αἰσθήσεων καὶ ἀδυναμίαν
τοῦ
ἐνεργεῖν, διὰ τὸ ἐκ τῶν ἔξω εἰς τὸ ἐντὸς γίνεσθαι
τὴν
τοῦ θερμοῦ παλίρροιαν, ἐπὶ τὴν ἀρχὴν τῆς αἰσθήσεως
καταφέρονται
καὶ γίνονται φανεραὶ καθισταμένης τῆς ταραχῆς.
Δεῖ
δ’ ὑπολαβεῖν ὥσπερ τὰς μικρὰς δίνας τὰς ἐν τοῖς
ποταμοῖς
γινομένας, οὕτω τὴν κίνησιν ἑκάστην γίνεσθαι
συνεχῶς,
πολλάκις μὲν ὁμοίως, πολλάκις δὲ διαλυομένας εἰς
ἄλλα
σχήματα διὰ τὴν ἀντίκρουσιν. Διὸ καὶ μετὰ τὴν
τροφὴν
καὶ πάμπαν νέοις οὖσιν, οἷον τοῖς παιδίοις, οὐ γίνεται
ἐνύπνια·
πολλὴ γὰρ κίνησις διὰ τὴν ἀπὸ τῆς τροφῆς
θερμότητα.
Ὥστε καθάπερ ἐν ὑγρῷ, ἐὰν σφόδρα κινῇ τις,
ὁτὲ
μὲν οὐδὲν φαίνεται εἴδωλον ὁτὲ δὲ φαίνεται μὲν διεστραμμένον
δὲ
πάμπαν, ὥστε φαίνεσθαι ἀλλοῖον οἷόν
ἐστιν,
ἠρεμήσαντος δὲ καθαρὰ καὶ φανερά, οὕτω καὶ ἐν τῷ
καθεύδειν
τὰ φαντάσματα καὶ αἱ ὑπόλοιποι κινήσεις αἱ συμβαίνουσαι
ἀπὸ
τῶν αἰσθημάτων ὁτὲ μὲν ὑπὸ μείζονος οὔσης (306) τῆς εἰρημένης κινήσεως ἀφανίζονται πάμπαν, ὁτὲ δὲ τεταραγμέναι
φαίνονται
αἱ ὄψεις καὶ τερατώδεις καὶ οὐκ ἐρρωμένα
τὰ
ἐνύπνια, οἷον τοῖς μελαγχολικοῖς καὶ πυρέττουσι
καὶ
οἰνωμένοις· πάντα γὰρ τὰ τοιαῦτα πάθη πνευματώδη
ὄντα
πολλὴν ποιεῖ κίνησιν καὶ ταραχήν. Καθισταμένου δὲ
καὶ
διακρινομένου τοῦ αἵματος ἐν τοῖς ἐναίμοις, σωζομένη
τῶν
αἰσθημάτων κίνησις ἀφ’ ἑκάστου τῶν αἰσθητηρίων
ἐρρωμένα
τε ποιεῖ τὰ ἐνύπνια, καὶ φαίνεσθαί τι καὶ δοκεῖν
διὰ
μὲν τὰ ἀπὸ τῆς ὄψεως καταφερόμενα ὁρᾶν, διὰ δὲ
τὰ
ἀπὸ τῆς ἀκοῆς ἀκούειν. Ὁμοιοτρόπως δὲ καὶ ἀπὸ τῶν
ἄλλων
αἰσθητηρίων· τῷ μὲν γὰρ ἐκεῖθεν ἀφικνεῖσθαι τὴν
κίνησιν
πρὸς τὴν ἀρχὴν καὶ ἐγρηγορὼς δοκεῖ ὁρᾶν καὶ
ἀκούειν
καὶ αἰσθάνεσθαι, καὶ διὰ τὸ τὴν ὄψιν ἐνίοτε κινεῖσθαι
δοκεῖν
οὐ κινουμένην ὁρᾶν φαμέν, καὶ τῷ τὴν ἁφὴν
δύο
κινήσεις εἰσαγγέλλειν τὸ ἓν δύο δοκεῖν. Ὅλως
γὰρ
τὸ ἀφ’ ἑκάστης αἰσθήσεώς φησιν ἀρχή, ἐὰν μὴ
ἑτέρα
κυριωτέρα ἀντιφῇ. Φαίνεται μὲν οὖν πάντως, δοκεῖ
δὲ
οὐ πάντως τὸ φαινόμενον, ἀλλ’ ἐὰν τὸ ἐπικρῖνον κατέχηται
μὴ κινῆται τὴν οἰκείαν κίνησιν. Ὥσπερ δ’
εἴπομεν
ὅτι ἄλλοι δι’ ἄλλο πάθος εὐαπάτητοι, οὕτως
καθεύδων διὰ τὸν ὕπνον καὶ τὸ κινεῖσθαι τὰ αἰσθητήρια
καὶ
τἆλλα τὰ συμβαίνοντα περὶ τὴν αἴσθησιν, ὥστε
τὸ
μικρὰν ἔχον ὁμοιότητα φαίνεται ἐκεῖνο. Ὅταν γὰρ
καθεύδῃ,
κατιόντος τοῦ πλείστου αἵματος ἐπὶ τὴν ἀρχὴν (307) συγκατέρχονται αἱ ἐνοῦσαι κινήσεις, αἱ μὲν δυνάμει αἱ δὲ
ἐνεργείᾳ.
Οὕτω δ’ ἔχουσιν ὥστε ἐν τῇ κινήσει τῃδὶ ἥδε
ἐπιπολάσει
ἐξ αὐτοῦ κίνησις, ἂν δ’ αὕτη φθαρῇ, ἥδε.
Καὶ
πρὸς ἀλλήλας δ’ ἔχουσιν ὥσπερ οἱ πεπλασμένοι βάτραχοι
οἱ
ἀνιόντες ἐν τῷ ὕδατι τηκομένου τοῦ ἁλός. Οὕτως
ἔνεισι
δυνάμει, ἀνειμένου δὲ τοῦ κωλύοντος ἐνεργοῦσιν·
καὶ
λυόμεναι ἐν ὀλίγῳ τῷ λοιπῷ αἵματι τῷ ἐν τοῖς αἰσθητηρίοις
κινοῦνται,
ἔχουσαι ὁμοιότητα ὥσπερ τὰ ἐν τοῖς
νέφεσιν,
παρεικάζουσιν ἀνθρώποις καὶ κενταύροις ταχέως
μεταβάλλοντα.
Τούτων δὲ ἕκαστόν ἐστιν, ὥσπερ εἴρηται,
ὑπόλειμμα
τοῦ ἐν τῇ ἐνεργείᾳ αἰσθήματος· καὶ ἀπελθόντος
τοῦ
αἰσθήματος τοῦ ἀληθοῦς ἔνεστι, καὶ ἀληθὲς εἰπεῖν
ὅτι
τοιοῦτον οἷον Κορίσκος, ἀλλ’ οὐ Κορίσκος. Ὅτε
δ’
ᾐσθάνετο, οὐκ ἔλεγε Κορίσκον τὸ κύριον καὶ τὸ ἐπικρῖνον,
ἀλλὰ
διὰ τοῦτο ἐκεῖνον Κορίσκον τὸν ἀληθινόν.
Οὗ
δὴ καὶ αἰσθανόμενον λέγει τοῦτο, ἐὰν μὴ παντελῶς
κατέχηται
ὑπὸ τοῦ αἵματος, ὥσπερ μὴ αἰσθανόμενον τοῦτο,
κινεῖται
ὑπὸ τῶν κινήσεων τῶν ἐν τοῖς αἰσθητηρίοις. Καὶ
δοκεῖ
τὸ ὅμοιον αὐτὸ εἶναι ἀληθές. Καὶ τοσαύτη τοῦ
ὕπνου
δύναμις ὥστε ποιεῖν τοῦτο λανθάνειν. Ὥσπερ
οὖν
εἴ τινα λανθάνοι ὑποβαλλόμενος δάκτυλος τῷ
ὀφθαλμῷ,
οὐ μόνον φανεῖται ἀλλὰ καὶ δόξει εἶναι δύο τὸ ἕν,
ἂν
δὲ μὴ λανθάνῃ, φανεῖται μὲν οὐ δόξει δέ, οὕτω καὶ ἐν τοῖς (308) ὕπνοις, ἐὰν μὲν αἰσθάνηται ὅτι καθεύδει, καὶ τοῦ πάθους ἐν
αἴσθησις τοῦ ὑπνωτικοῦ, φαίνεται μέν, λέγει δέ τι ἐν
αὐτῷ
ὅτι φαίνεται μὲν Κορίσκος, οὐκ ἔστι δὲ Κορίσκος
(πολλάκις
γὰρ καθεύδοντος λέγει τι ἐν τῇ ψυχῇ ὅτι
ἐνύπνιον
τὸ φαινόμενον)· ἐὰν δὲ λανθάνῃ ὅτι καθεύδει, οὐδὲν
ἀντίφησι
τῇ φαντασίᾳ. Ὅτι δ’ ἀληθῆ λέγομεν καὶ εἰσὶ
κινήσεις
φανταστικαὶ ἐν τοῖς αἰσθητηρίοις, δῆλον, ἐάν τις
προσέχων
πειρᾶται μνημονεύειν πάσχομεν καταφερόμενοί
τε
καὶ ἐγειρόμενοι· ἐνίοτε γὰρ τὰ φαινόμενα εἴδωλα καθεύδοντι
φωράσει
ἐγειρόμενος κινήσεις οὔσας ἐν τοῖς αἰσθητηρίοις·
ἐνίοις
γὰρ τῶν νεωτέρων καὶ πάμπαν διαβλέπουσιν,
ἐὰν
σκότος, φαίνεται εἴδωλα πολλὰ κινούμενα, ὥστ’ ἐγκαλύπτεσθαι
πολλάκις
φοβουμένους. Ἐκ δὴ τούτων ἁπάντων
δεῖ
συλλογίσασθαι ὅτι ἐστὶ τὸ ἐνύπνιον φάντασμα μέν
τι
καὶ ἐν ὕπνῳ· τὰ γὰρ ἄρτι λεχθέντα εἴδωλα οὐκ ἔστιν
ἐνύπνια,
οὐδ’ εἴ τι ἄλλο λελυμένων τῶν αἰσθήσεων φαίνεται·
οὐδὲ
τὸ ἐν ὕπνω φάντασμα πᾶν. Πρῶτον μὲν γὰρ
ἐνίοις
συμβαίνει καὶ αἰσθάνεσθαί πῃ καὶ ψόφων καὶ φωτὸς
καὶ
χυμοῦ καὶ ἁφῆς, ἀσθενικῶς μέντοι καὶ οἷον πόρρωθεν·
ἤδη
γὰρ ἐν τῶ καθεύδειν ὑποβλέποντες, ἠρέμα ἑώρων φῶς
τοῦ
λύχνου καθεύδοντες, ὡς ᾤοντο, ἐπεγερθέντες εὐθὺς
ἐγνώρισαν
τὸ τοῦ λύχνου ὄν, καὶ ἀλεκτρυόνων καὶ κυνῶν φωνὴν
ἠρέμα
ἀκούοντες ἐγερθέντες σαφῶς ἐγνώρισαν. Ἔνιοι
δὲ
καὶ ἀποκρίνονται ἐρωτώμενοι· ἐνδέχεται γὰρ τοῦ ἐγρηγορέναι
καὶ
καθεύδειν ἁπλῶς θατέρου ὑπάρχοντος θάτερόν
πῃ
ὑπάρχειν. Ὧν οὐδὲν ἐνύπνιον φατέον. Οὐδ’ ὅσαι δὴ ἐν
τῷ
ὕπνῳ γίνονται ἀληθεῖς ἔννοιαι παρὰ τὰ φαντάσματα.
Ἀλλὰ
τὸ φάντασμα τὸ ἀπὸ τῆς κινήσεως τῶν αἰσθημάτων, (309) ὅταν ἐν τῷ καθεύδειν ᾖ, καθεύδει, τοῦτ’ ἐστὶν ἐνύπνιον.
Ἤδη
δέ τισι συμβέβηκεν ὥστε μηδὲν ἐνύπνιον ἑωρακέναι
κατὰ
τὸν βίον. Σπάνιον μὲν οὖν τὸ τοιοῦτόν ἐστι, συμβαίνει
δ’
ὅμως. Καὶ τοῖς μὲν ὅλως διετέλεσεν, ἐνίοις δὲ
καὶ
προελθοῦσι πόρρω τῆς ἡλικίας ἐγένετο, πρότερον οὐδὲν
ἐνύπνιον
ἑωρακόσιν. Τὸ δ’ αἴτιον τοῦ μὴ γίνεσθαι παραπλήσιόν
τι
δεῖ νομίζειν, ὅτι οὐδὲ μετὰ τὴν τροφὴν καθυπνώσασιν
οὐδὲ
τοῖς παιδίοις γίνεται ἐνύπνιον· ὅσοις γὰρ
τοῦτον
τὸν τρόπον συνέστηκεν φύσις ὥστε πολλὴν προσπίπτειν
ἀναθυμίασιν
πρὸς τὸν ἄνω τόπον, πάλιν καταφερομένη
ποιεῖ
πλῆθος κινήσεως, εὐλόγως τούτοις οὐδὲν φαίνεται
φάντασμα.
Προϊούσης δὲ τῆς ἡλικίας οὐδὲν ἄτοπον
φανῆναι
ἐνύπνιον· μεταβολῆς γάρ τινος γενομένης καθ’
ἡλικίαν
κατὰ πάθος ἀναγκαῖον συμβῆναι τὴν ἐναντίωσιν
ταύτην.


HOME > '������������������������' in 'Aristoteles, De insomniis, 3'
Aristoteles, De insomniis, CAPUT 2 <<<    
979w 1.8940379619598 s