Aristoteles_cps99, De interpretatione, 14HOME > '������������������������' in 'Aristoteles, De interpretatione, 14'
Aristoteles, De interpretatione, CAPUT 13 <<<    hide dictionary links

(58) CAPUT 14

[1] 

Πότερον δὲ ἐναντία ἐστὶν κατάφασις τῇ ἀποφάσει κατάφασις τῇ καταφάσει, καὶ λόγος τῷ λόγῳ λέγων ὅτι πᾶς ἄνθρωπος δίκαιος τῷ οὐδεὶς ἄνθρωπος δίκαιος, τὸ πᾶς ἄνθρωπος δίκαιος τῷ πᾶς ἄνθρωπος ἄδικος, οἷον ἔστι Καλλίας δίκαιος οὐκ ἔστι Καλλίας δίκαιος Καλλίας ἄδικός ἐστι· ποτέρα δὴ ἐναντία τούτων; εἰ γὰρ τὰ μὲν ἐν τῇ φωνῇ ἀκολουθεῖ τοῖς ἐν τῇ διανοίᾳ, ἐκεῖ δὲ ἐναντία δόξα τοῦ ἐναντίου, οἷον ὅτι πᾶς ἄνθρωπος δίκαιος τῇ πᾶς ἄνθρωπος ἄδικος, καὶ ἐπὶ τῶν ἐν τῇ φωνῇ καταφάσεων ἀνάγκη ὁμοίως ἔχειν. [2] Εἰ δὲ μὴ ἐκεῖ τοῦ ἐναντίου δόξα ἐναντία ἐστίν, οὐδὲ κατάφασις τῇ καταφάσει ἔσται ἐναντία, ἀλλ᾿ εἰρημένη ἀπόφασις. Ὥστε σκεπτέον ποία δόξα ἀληθὴς ψευδεῖ δόξῃ ἐναντία, πότερον τῆς ἀποφάσεως τὸ ἐναντίον εἶναι δοξάζουσα. [3] Λέγω δὲ ὧδε. Ἔστι τις δόξα ἀληθὴς τοῦ ἀγαθοῦ ὅτι ἀγαθόν, ἄλλη δὲ ὅτι οὐκ ἀγαθὸν ψευδής, ἑτέρα δὲ ὅτι κακόν. Ποτέρα δὴ τούτων ἐναντία τῇ ἀληθεῖ; καὶ εἰ ἔστι μία, καθ᾿ ὁποτέραν ἐναντία; τὸ μὲν δὴ τούτῳ οἴεσθαι τὰς ἐναντίας δόξας ὡρίσθαι, τῷ τῶν ἐναντίων εἶναι, ψεῦδος· τοῦ γὰρ ἀγαθοῦ ὅτι ἀγαθὸν καὶ τοῦ κακοῦ ὅτι κακὸν αὐτὴ ἴσως καὶ ἀληθὴς ἔσται, εἴτε πλείους εἴτε μία ἐστίν. Ἐναντία δὲ ταῦτα. Ἀλλ᾿ οὐ τῷ ἐναντίων εἶναι ἐναντία, ἀλλὰ μᾶλλον τῷ ἐναντίως. [4] Εἰ δὴ ἔστι μὲν τοῦ ἀγαθοῦ ὅτι ἐστὶν ἀγαθὸν δόξα, ἄλλη δ᾿ ὅτι οὐκ ἀγαθόν, ἔστι δὲ ἄλλο τι οὐχ ὑπάρχει οὐδ᾿ οἷόν τε ὑπάρξαι, τῶν μὲν δὴ ἄλλων οὐδεμίαν θετέον, οὔτε ὅσαι ὑπάρχειν τὸ μὴ ὑπάρχον δοξάζουσιν οὔθ᾿ ὅσαι μὴ ὑπάρχειν τὸ ὑπάρχον (ἄπειροι γὰρ ἀμφότεραι, καὶ ὅσαι ὑπάρχειν δοξάζουσι τὸ μὴ ὑπάρχον καὶ ὅσαι μὴ ὑπάρχειν τὸ ὑπάρχον), ἀλλ᾿ ἐν ὅσαις ἐστὶν ἀπάτη. [5] Αὗται δέ εἰσιν ἐξ ὧν αἱ γενέσεις. Ἐκ των ἀντικειμένων δὲ αἱ γενέσεις, ὥστε καὶ αἱ ἀπάται. Εἰ οὖν τὸ ἀγαθὸν καὶ ἀγαθὸν καὶ οὐ (59) κακόν ἐστι, καὶ τὸ μὲν καθ᾿ ἑαυτὸ τὸ δὲ κατὰ συμβεβηκός (συμβέβηκε γὰρ αὐτῷ οὐ κακῷ εἶναι), μᾶλλον δὲ ἑκάστου ἀληθὴς καθ᾿ ἑαυτό, καὶ ψευδής, εἴπερ καὶ ἀληθής. [6]  μὲν οὖν ὅτι οὐκ ἀγαθὸν τὸ ἀγαθὸν τοῦ καθ᾿ ἑαυτὸ ὑπάρχοντος ψευδής, δὲ τοῦ ὅτι κακὸν τοῦ κατὰ συμβεβηκός. Ὥστε μᾶλλον ἂν εἴη ψευδὴς τοῦ ἀγαθοῦ τῆς ἀποφάσεως τοῦ ἐναντίου δόξα. [7] Διέψευσται δὲ μάλιστα περὶ ἕκαστον τὴν ἐναντίαν ἔχων δόξαν· τὰ γὰρ ἐναντία τῶν πλεῖστον διαφερόντων περὶ τὸ αὐτό. Εἰ οὖν ἐναντία μὲν τούτων ἑτέρα, ἐναντιωτέρα δὲ τῆς ἀντιφάσεως, δῆλον ὅτι αὕτη ἂν εἴη ἐναντία. [8]  δὲ τοῦ ὅτι κακὸν τὸ ἀγαθὸν συμπεπλεγμένη ἐστί· καὶ γὰρ ὅτι οὐκ ἀγαθὸν ἀνάγκη ἴσως ὑπολαμβάνειν τὸν αὐτόν. Ἔτι δέ, εἰ καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως δεῖ ἔχειν, καὶ ταύτῃ ἂν δόξειε καλῶς εἰρῆσθαι· γὰρ πανταχοῦ τὸ τῆς ἀντιφάσεως οὐδαμοῦ. [9] Ὅσοις δὲ μή ἐστιν ἐναντία, περὶ τούτων ἔστι μὲν ψευδὴς τῇ ἀληθεῖ ἀντικειμένη, οἷον τὸν ἄνθρωπον οὐκ ἄνθρωπον οἰόμενος διέψευσται. Εἰ οὖν αὗται ἐναντίαι, καὶ αἱ ἄλλαι αἱ τῆς ἀντιφάσεως. [10] Ἔτι ὁμοίως ἔχει τοῦ ἁγαθοῦ ὅτι ἀγαθὸν καὶ τοῦ μὴ ἀγαθοῦ ὅτι οὐκ ἀγαθόν, καὶ πρὸς ταύταις τοῦ ἀγαθοῦ ὅτι οὐκ ἀγαθὸν καὶ τοῦ μὴ ἀγαθοῦ ὅτι ἀγαθόν. [11] Τῇ οὖν τοῦ μὴ ἀγαθοῦ ὅτι οὐκ ἀγαθὸν ἀληθεῖ οὔσῃ δόξῃ τίς ἂν εἴη ἐναντία; οὐ γὰρ δὴ λέγουσα ὅτι κακόν· ἅμα γὰρ ἄν ποτε εἴη ἀληθής, οὐδέποτε δὲ ἀληθὴς ἀληθεῖ ἐναντία· ἔστι γάρ τι μὴ ἀγαθὸν κακόν, ὥστε ἐνδέχεται ἅμα ἀληθεῖς εἶναι. Οὐδ᾿ αὖ ὅτι οὐ κακόν· ἀληθὴς γὰρ καὶ αὕτη. Ἅμα γὰρ καὶ ταῦτα ἂν εἴη. [12] Λείπεται οὖν τῇ τοῦ μὴ ἀγαθοῦ ὅτι οὐκ ἀγαθὸν ἐναντία τοῦ μὴ ἀγαθοῦ ὅτι ἀγαθόν· ψευδὴς γὰρ αὕτη. Ὥστε καὶ τοῦ ἀγαθοῦ ὅτι οὐκ ἀγαθὸν τῇ τοῦ ἀγαθοῦ ὅτι ἀγαθόν. Φανερὸν δὲ ὅτι οὐδὲν διοίσει οὐδ᾿ ἂν καθόλου τιθῶμεν τὴν κατάφασιν· γὰρ καθόλου ἀπόφασις ἐναντία ἔσται, οἷον τῇ δόξῃ τῇ (60) δοξαζούσῃ ὅτι πᾶν ἂν ἀγαθὸν ἀγαθόν ἐστιν ὅτι οὐδὲν τῶν ἀγαθῶν ἀγαθόν. [13]  γὰρ τοῦ ἀγαθοῦ ὅτι ἀγαθόν, εἰ καθόλου τὸ ἀγαθόν, αὐτή ἐστι τῇ ὅτι ἂν ἀγαθὸν δοξαζούσῃ ὅτι ἀγαθόν· τοῦτο δὲ οὐδὲν διαφέρει τοῦ ὅτι πᾶν ἂν ἀγαθὸν ἀγαθόν ἐστιν. [14] Ὁμοίως δὲ καὶ ἐπὶ τοῦ μὴ ἀγαθοῦ. Ὥστε εἴπερ ἐπὶ δόξης οὕτως ἔχει, εἰσὶ δὲ αἱ ἐν τῇ φωνῇ καταφάσεις καὶ ἀποφάσεις σύμβολα τῶν ἐν τῇ ψυχῇ, δῆλον ὅτι καὶ καταφάσει ἐναντία μὲν ἀπόφασις περὶ τοῦ αὐτοῦ καθόλου, οἷον τῇ ὅτι πᾶν ἀγαθὸν ἀγαθὸν ὅτι πᾶς ἄνθρωπος ἀγαθὸς ὅτι οὐδὲν οὐδείς, ἀντιφατικῶς δὲ ὅτι οὐ πᾶν οὐ πᾶς. [15] Φανερὸν δὲ ὅτι καὶ ἀληθῆ ἀληθεῖ οὐκ ἐνδέχεται ἐναντίαν εἶναι οὔτε δόξαν οὔτε ἀπόφασιν. Ἐναντίαι μὲν γὰρ αἱ περὶ τὰ ἀντικείμενα, περὶ ταῦτα δὲ ἐνδέχεται ἀληθεύειν τὸν αὐτόν· ἅμα δὲ οὐκ ἐνδέχεται τὰ ἐναντία ὑπάρχειν τῷ αὐτῷ.


HOME > '������������������������' in 'Aristoteles, De interpretatione, 14'
781w 9.9042811393738 s