Aristoteles_cps99, De memoria et reminiscentia, 1HOME > '������������������������' in 'Aristoteles, De memoria et reminiscentia, 1'
>>> Aristoteles, De memoria et reminiscentia, CAPUT 2hide dictionary links

(276) [1] ΠΕΡΙ ΜΝΗΜΗΣ ΚΑΙ ΑΝΑΜΝΗΣΕΩΣ.

τῶν δὲ λοιπῶν πρῶτον σκεπτέον περὶ μνήμης καὶ τοῦ μνημονεύειν,
τί
ἐστι, καὶ διὰ τίν’ αἰτίαν γίγνεται, καὶ τίνι
τῶν
τῆς ψυχῆς μορίων συμβαίνει τοῦτο τὸ πάθος καὶ τὸ
ἀναμιμνήσκεσθαι·
οὐ γὰρ οἱ αὐτοί εἰσι μνημονικοὶ καὶ ἀναμνηστικοί,
ἀλλ’
ὡς ἐπὶ τὸ πολὺ μνημονικώτεροι μὲν οἱ βραδεῖς,
ἀναμνηστικώτεροι
δὲ οἱ ταχεῖς καὶ εὐμαθεῖς. Πρῶτον
μὲν
οὖν ληπτέον ποῖά ἐστι τὰ μνημονευτά· πολλάκις γὰρ
ἐξαπατᾷ
τοῦτο. Οὔτε γὰρ τὸ μέλλον ἐνδέχεται μνημονεύειν,
ἀλλ’
ἔστι δοξαστὸν καὶ ἐλπιστόν (εἴη δ’ ἂν καὶ ἐπιστήμη
τις
ἐλπιστική, καθάπερ τινές φασι τὴν μαντικήν),
οὔτε
τοῦ παρόντος, ἀλλ’ αἴσθησις· ταύτῃ γὰρ οὔτε τὸ
μέλλον
οὔτε τὸ γενόμενον γνωρίζομεν, ἀλλὰ τὸ παρὸν μόνον.
δὲ μνήμη τοῦ γενομένου· τὸ δὲ παρὸν ὅτε πάρεστιν,
οἷον
τοδὶ τὸ λευκὸν ὅτε. ὁρᾷ, οὐδεὶς ἂν φαίη μνημονεύειν,
οὐδὲ
τὸ θεωρούμενον, ὅτε θεωρῶν τυγχάνει καὶ
ἐννοῶν·
ἀλλὰ τὸ μὲν αἰσθάνεσθαί φησι, τὸ δ’ ἐπίστασθαι
μόνον·
ὅταν δ’ ἄνευ τῶν ἐνεργειῶν ἔχῃ τὴν ἐπιστήμην καὶ τὴν
αἴσθησιν,
οὕτω μέμνηται τὰς τοῦ τριγώνου ὅτι δύο ὀρθαῖς
ἴσαι,
τὸ μὲν ὅτι ἔμαθεν ἐθεώρησεν, τὸ δὲ ὅτι ἤκουσεν (277) εἶδεν τι τοιοῦτον· ἀεὶ γὰρ ὅταν ἐνεργῇ κατὰ τὸ
μνημονεύειν,
οὕτως ἐν τῇ ψυχῇ λέγει, ὅτι πρότερον τοῦτο
ἤκουσεν
ᾔσθετο ἐνόησεν. Ἔστι μὲν οὖν μνήμη οὔτε
αἴσθησις
οὔτε ὑπόληψις, ἀλλὰ τούτων τινὸς ἕξις πάθος,
ὅταν
γένηται χρόνος. Τοῦ δὲ νῦν ἐν τῷ νῦν οὐκ ἔστι
μνήμη,
καθάπερ εἴρηται καὶ πρότερον, ἀλλὰ τοῦ μὲν παρόντος
αἴσθησις,
τοῦ δὲ μέλλοντος ἐλπίς, τοῦ δὲ γενομένου
μνήμη.
Διὸ μετὰ χρόνου πᾶσα μνήμη. Ὥσθ’ ὅσα χρόνου
αἰσθάνεται,
ταῦτα μόνα τῶν ζῴων μνημονεύει, καὶ
τούτῳ
αἰσθάνεται. Ἐπεὶ δὲ περὶ φαντασίας εἴρηται πρότερον
ἐν
τοῖς περὶ ψυχῆς, καὶ νοεῖν οὐκ ἔστιν ἄνευ φαντάσματος·
συμβαίνει
γὰρ τὸ αὐτὸ πάθος ἐν τῷ νοεῖν ὅπερ καὶ
ἐν
τῷ διαγράφειν· ἐκεῖ τε γὰρ οὐθὲν προσχρώμενοι τῷ τὸ
ποσὸν
ὡρισμένον εἶναι τὸ τριγώνου, ὅμως γράφομεν ὡρισμένον
κατὰ
τὸ ποσόν· καὶ νοῶν ὡσαύτως, κἂν μὴ ποσὸν
νοῇ,
τίθεται πρὸ ὀμμάτων ποσόν, νοεῖ δ’ οὐχ ποσόν. Ἂν
δ’
φύσις τῶν ποσῶν, ἀόριστον δέ, τίθεται μὲν ποσὸν
ὡρισμένον,
νοεῖ δ’ ποσὸν μόνον. Διὰ τίνα μὲν οὖν αἰτίαν
οὐκ
ἐνδέχεται νοεῖν οὐδὲν ἄνευ τοῦ συνεχοῦς, οὐδ’ ἄνευ
χρόνου
τὰ μὴ ἐν χρόνῳ ὄντα, ἄλλος λόγος. Μέγεθος
δ’
ἀναγκαῖον γνωρίζειν καὶ κίνησιν καὶ χρόνον, καὶ τὸ
φάντασμα
τῆς κοινῆς αἰσθήσεως πάθος ἐστίν. Ὥστε φανερὸν
ὅτι
τῷ πρώτῳ αἰσθητικῷ τούτων γνῶσίς ἐστιν.
δὲ
μνήμη καὶ τῶν νοητῶν οὐκ ἄνευ φαντάσματός ἐστιν.
Ὥστε
τοῦ νοουμένου κατὰ συμβεβηκὸς ἂν εἴη, καθ’ αὑτὸ δὲ
τοῦ
πρώτου αἰσθητικοῦ. Διὸ καὶ ἑτέροις τισὶν ὑπάρχει τῶν
ζῴων,
καὶ οὐ μόνον ἀνθρώποις καὶ τοῖς ἔχουσι δόξαν (278) φρόνησιν. Εἰ δὲ τῶν νοητικῶν τι μορίων ἦν, οὐκ ἂν ὑπῆρχε
πολλοῖς
τῶν ἄλλων ζῴων, ἴσως δ’ οὐδενὶ τῶν θνητῶν, ἐπεὶ οὐδὲ
νῦν
πᾶσι διὰ τὸ μὴ πάντα χρόνου αἴσθησιν ἔχειν· ἀεὶ γὰρ
ὅταν
ἐνεργῇ τῇ μνήμῃ, καθάπερ καὶ πρότερον εἴπομεν, ὅτι
εἶδε
τοῦτο ἤκουσεν ἔμαθε, προσαισθάνεται ὅτι πρότερον·
τὸ
δὲ πρότερον καὶ ὕστερον ἐν χρόνῳ ἐστίν. Τίνος
μὲν
οὖν τῶν τῆς ψυχῆς ἐστὶν μνήμη, φανερόν, ὅτι οὗπερ
καὶ
φαντασία· καὶ ἔστι μνημονευτὰ καθ’ αὑτὰ μὲν ὅσα
ἐστὶ
φανταστά, κατὰ συμβεβηκὸς δὲ ὅσα μὴ ἄνευ φαντασίας.
Ἀπορήσειε
δ’ ἄν τις πῶς ποτὲ τοῦ μὲν πάθους παρόντος
τοῦ
δὲ πράγματος ἀπόντος μνημονεύεται τὸ μὴ
παρόν.
Δῆλον γὰρ ὅτι δεῖ νοῆσαι τοιοῦτον τὸ γινόμενον
διὰ
τῆς αἰσθήσεως ἐν τῇ ψυχῇ καὶ τῷ μορίῳ τοῦ σώματος
τῷ
ἔχοντι αὐτήν, οἷον ζωγράφημά τι τὸ πάθος, οὖ φαμὲν
τὴν
ἕξιν μνήμην εἶναι· γὰρ γινομένη κίνησις ἐνσημαίνεται
οἷον
τύπον τινὰ τοῦ αἰσθήματος, καθάπερ οἱ σφραγιζόμενοι
τοῖς
δακτυλίοις. Διὸ καὶ τοῖς μὲν ἐν κινήσει πολλῇ
διὰ
πάθος δι’ ἡλικίαν οὖσιν οὐ γίνεται μνήμη, καθάπερ
ἂν
εἰς ὕδωρ ῥέον ἐμπιπτούσης τῆς κινήσεως καὶ τῆς σφραγῖδος·
τοῖς
δὲ διὰ τὸ ψήχεσθαι, καθάπερ τὰ παλαιὰ τῶν
οἰκοδομημάτων,
καὶ διὰ σκληρότητα τοῦ δεχομένου τὸ πάθος
οὐκ
ἐγγίνεται τύπος. Διόπερ οἵ τε σφόδρα νέοι καὶ οἱ
γέροντες
ἀμνήμονές εἰσιν· ῥέουσι γὰρ οἱ μὲν διὰ τὴν αὔξησιν,
οἱ
δὲ διὰ τὴν φθίσιν. Ὁμοίως δὲ καὶ οἱ λίαν ταχεῖς
καὶ
οἱ λίαν βραδεῖς οὐδέτεροι φαίνονται μνήμονες· οἱ μὲν
γάρ
εἰσιν ὑγρότεροι τοῦ δέοντος, οἱ δὲ σκληρότεροι· τοῖς
μὲν
οὖν οὐ μένει τὸ φάντασμα ἐν τῇ ψυχῇ, τῶν δ’ οὐχ (279) ἅπτεται. Ἀλλ’ εἰ δὴ τοιοῦτόν ἐστι τὸ συμβαῖνον περὶ τὴν
μνήμην,
πότερον τοῦτο μνημονεύει τὸ πάθος, ἐκεῖνο ἀφ’ οὖ
ἐγένετο;
Εἰ μὲν γὰρ τοῦτο, τῶν ἀπόντων οὐδὲν ἂν
μνημονεύοιμεν·
εἰ δ’ ἐκεῖνο, πῶς αἰσθανόμενοι τούτου μνημονεύομεν,
οὗ
μὴ αἰσθανόμεθα, τὸ ἀπόν; Εἴτ’ ἐστὶν ὅμοιον
ὥσπερ
τύπος γραφὴ ἐν ἡμῖν, τούτου αὐτοῦ αἴσθησις
διὰ
τί ἂν εἴη μνήμη ἑτέρου, ἀλλ’ οὐκ αὐτοῦ τούτου; γὰρ
ἐνεργῶν
τῇ μνήμῃ θεωρεῖ τὸ πάθος τοῦτο καὶ αἰσθάνεται τούτου.
Πῶς
οὖν τὸ μὴ παρὸν μνημονεύει; Εἴη γὰρ ἂν καὶ
ὁρᾶν
τὸ μὴ παρὸν καὶ ἀκούειν. ἔστιν ὡς ἐνδέχεται καὶ
συμβαίνει
τοῦτο; Οἷον γὰρ τὸ ἐν τῷ πίνακι γεγραμμένον
καὶ
ζῷόν ἐστι καὶ εἰκών, καὶ τὸ αὐτὸ καὶ ἓν τοῦτ’ ἐστὶν
ἄμφω,
τὸ μέντοι εἶναι οὐ ταὐτὸν ἀμφοῖν, καὶ ἔστι θεωρεῖν
καὶ
ὡς ζῷον καὶ ὡς εἰκόνα, οὕτω καὶ τὸ ἐν ἡμῖν φάντασμα
δεῖ
ὑπολαβεῖν καὶ αὐτό τι καθ’ αὑτὸ εἶναι θεώρημα καὶ
ἄλλου
φάντασμα. Ἦι μὲν οὖν καθ’ αὑτό, θεώρημα φάντασμά
ἐστιν,
δ’ ἄλλου, οἷον εἰκὼν καὶ μνημόνευμα. Ὥστε
καὶ
ὅταν ἐνεργῇ κίνησις αὐτοῦ, ἂν μὲν καθ’ αὑτό ἐστι,
ταύτῃ
αἴσθηται ψυχὴ αὐτοῦ, οἷον νόημά τι φάντασμα
φαίνεται
ἐπελθεῖν· ἂν δ’ ἄλλου, ὥσπερ ἐν τῇ γραφῇ
ὡς
εἰκόνα θεωρεῖ, καὶ μὴ ἑωρακὼς τὸν Κορίσκον ὡς Κορίσκου·
ἐνταῦθά
τε ἄλλο τὸ πάθος τῆς θεωρίας ταύτης καὶ
ὅταν
ὡς ζῷον γεγραμμένον θεωρῇ, ἔν τε τῇ ψυχῇ τὸ μὲν
γίνεται
ὥσπερ νόημα μόνον, τὸ δ’ ὡς ἐκεῖ ὅτι εἰκών, μνημόνευμα.
Καὶ
διὰ τοῦτο ἐνίοτ’ οὐκ ἴσμεν, ἐγγινομένων ἡμῖν
ἐν
τῇ ψυχῇ τοιούτων κινήσεων ἀπὸ τοῦ αἰσθέσθαι πρότερον, (280) εἰ κατὰ τὸ ᾐσθῆσθαι συμβαίνει, καὶ εἰ ἔστι μνήμη
οὒ διστάζομεν· ὁτὲ δὲ συμβαίνει ἐννοῆσαι καὶ ἀναμνησθῆναι
ὅτι
ἠκούσαμέν τι πρότερον εἴδομεν. Τοῦτο δὲ
συμβαίνει,
ὅταν θεωρῶν ὡς αὐτὸ μεταβάλλῃ καὶ θεωρῇ ὡς
ἄλλου.
Γίνεται δὲ καὶ τοὐναντίον, οἷον συνέβη Ἀντιφέροντι
τῷ
Ὠρείτῃ καὶ ἄλλοις ἐξισταμένοις· τὰ γὰρ φαντάσματα
ἔλεγον
ὡς γενόμενα καὶ ὡς μνημονεύοντες. Τοῦτο
δὲ
γίνεται, ὅταν τις τὴν μὴ εἰκόνα ὡς εἰκόνα θεωρῇ. Αἱ δὲ
μελέται
τὴν μνήμην σώζουσι τῷ ἐπαναμιμνήσκειν· τοῦτο δ’
ἐστὶν
οὐδὲν ἕτερον τὸ θεωρεῖν πολλάκις ὡς εἰκόνα καὶ μὴ
ὡς
καθ’ αὑτό. Τί μὲν οὖν ἐστὶ μνήμη καὶ τὸ μνημονεύειν,
εἴρηται,
ὅτι φαντάσματος, ὡς εἰκόνος οὗ φάντασμα, ἕξις,
καὶ
τίνος μορίου τῶν ἐν ἡμῖν, ὅτι τοῦ πρώτου αἰσθητικοῦ, καὶ
χρόνου αἰσθανόμεθα.


HOME > '������������������������' in 'Aristoteles, De memoria et reminiscentia, 1'
>>> Aristoteles, De memoria et reminiscentia, CAPUT 2
1080w 4.622435092926 s