Aristoteles_cps99, De memoria et reminiscentia, 2HOME > '������������������������' in 'Aristoteles, De memoria et reminiscentia, 2'
Aristoteles, De memoria et reminiscentia, [1] ΠΕΡΙ ΜΝΗΜΗΣ ΚΑΙ ΑΝΑΜΝΗΣΕΩΣ. <<<    hide dictionary links

(280) CAPUT 2

Περὶ δὲ τοῦ ἀναμιμνήσκεσθαι λοιπὸν εἰπεῖν. Πρῶτον
μὲν
οὖν ὅσα ἐν τοῖς ἐπιχειρηματικοῖς λόγοις ἐστὶν ἀληθῆ,
δεῖ
τίθεσθαι ὡς ὑπάρχοντα. Οὔτε γὰρ μνήμης ἐστὶν
ἀνάληψις
ἀνάμνησις οὔτε λῆψις· ὅταν γὰρ τὸ πρῶτον
μάθῃ πάθῃ, οὔτ’ ἀναλαμβάνει μνήμην οὐδεμίαν (οὐδεμία
γὰρ
προγέγονεν) οὔτ’ ἐξ ἀρχῆς λαμβάνει· ὅταν δὲ ἐγγένηται
ἕξις καὶ τὸ πάθος, τότε μνήμη ἐστίν. Ὥστε
μετὰ
τοῦ πάθους ἐγγινομένου οὐκ ἐγγίνεται. Ἔτι δ’ ὅτε
τὸ
πρῶτον ἐγγέγονε τῷ ἀτόμῳ καὶ ἐσχάτῳ, τὸ μὲν πάθος
ἐνυπάρχει
ἤδη τῷ παθόντι καὶ ἐπιστήμη, εἰ δεῖ καλεῖν
ἐπιστήμην
τὴν ἕξιν τὸ πάθος (οὐθὲν δὲ κωλύει κατὰ συμβεβηκὸς (281) βεβηκὸς καὶ μνημονεύειν ἔνια ὧν ἐπιστάμεθα)· τὸ δὲ μνημονεύειν
καθ’
αὑτὸ οὐχ ὑπάρχει πρὶν χρονισθῆναι· μνημονεύει
γὰρ
νῦν εἶδεν ἔπαθε πρότερον, οὐχ νῦν ἔπαθε, νῦν
μνημονεύει.
Ἔτι δὲ φανερὸν ὅτι μνημονεύειν ἐστὶ μὴ νῦν
ἀναμνησθέντα,
ἀλλ’ ἐξ ἀρχῆς αἰσθόμενον παθόντα.
Ἀλλ’
ὅταν ἀναλαμβάνῃ ἣν πρότερον εἶχεν ἐπιστήμην
αἴσθησιν
οὗ ποτὲ τὴν ἕξιν ἐλέγομεν μνήμην, τοῦτ’ ἐστὶ
καὶ
τότε τὸ ἀναμιμνήσκεσθαι τῶν εἰρημένων τι. Τὸ δὲ
μνημονεύειν
συμβαίνει, καὶ μνήμη ἀκολουθεῖ. Οὐδὲ δὴ ταῦτα
ἁπλῶς,
ἐὰν ἔμπροσθεν ὑπάρξαντα πάλιν ἐγγένηται,
ἀλλ’
ἔστιν ὡς, ἔστι δ’ ὡς οὔ. Δὶς γὰρ μαθεῖν καὶ εὑρεῖν
ἐνδέχεται
τὸν αὐτὸν τὸ αὐτό· δεῖ οὖν διαφέρειν τὸ ἀναμιμνήσκεσθαι
τούτων,
καὶ ἐνούσης πλείονος ἀρχῆς ἐξ ἧς μανθάνουσιν
ἀναμιμνήσκεσθαι.
Συμβαίνουσι δ’ αἱ ἀναμνήσεις,
ἐπειδὴ
πέφυκεν κίνησις ἥδε γενέσθαι μετὰ τήνδε· εἰ
μὲν
ἐξ ἀνάγκης, δῆλον ὡς ὅταν ἐκείνη κινηθῇ, τήνδε κινηθήσεται·
εἰ
δὲ μὴ ἐξ ἀνάγκης ἀλλ’ ἔθει, ὡς ἐπὶ τὸ πολὺ
κινηθήσεται.
Συμβαίνει δ’ ἐνίους ἅπαξ ἐθισθῆναι μᾶλλον
ἄλλους πολλάκις κινουμένους· διὸ ἔνια ἅπαξ ἰδόντες
μᾶλλον
μνημονεύομεν ἕτερα πολλάκις. Ὅταν οὖν ἀναμιμνησκώμεθα,
κινούμεθα
τῶν προτέρων τινὰ κινήσεων, ἕως
ἂν
κινηθῶμεν μεθ’ ἣν ἐκείνη εἴωθεν. Διὸ καὶ τὸ ἐφεξῆς
θηρεύομεν
νοήσαντες ἀπὸ τοῦ νῦν ἄλλου τινός, καὶ ἀφ’
ὁμοίου
ἐναντίου τοῦ σύνεγγυς. Διὰ τοῦτο γίνεται
ἀνάμνησις·
αἱ γὰρ κινήσεις τούτων τῶν μὲν αἱ αὐταί, τῶν δ’ (282) ἅμα, τῶν δὲ μέρος ἔχουσιν, ὥστε τὸ λοιπὸν μικρὸν ἐκινήθη
μετ’
ἐκεῖνο. Ζητοῦσι μὲν οὖν οὕτω, καὶ μὴ ζητοῦντες δ’
οὕτως
ἀναμιμνήσκονται, ὅταν μεθ’ ἑτέραν κίνησιν ἐκείνη γένηται·
ὡς
δὲ τὰ πολλὰ ἑτέρων γενομένων κινήσεων οἵων
εἴπομεν,
ἐγένετο ἐκείνη. Οὐδὲν δὲ δεῖ σκοπεῖν τὰ πόρρω,
πῶς
μεμνήμεθα, ἀλλὰ τὰ σύνεγγυς· δῆλον γὰρ ὅτι αὐτός
ἐστι
τρόπος, λέγω δὲ τὸ ἐφεξῆς, οὐ προζητήσας οὐδ’
ἀναμνησθείς.
Τῷ γὰρ ἔθει ἀκολουθοῦσιν αἱ κινήσεις ἀλλήλαις,
ἥδε
μετὰ τήνδε. Καὶ ὅταν τοίνυν ἀναμιμνήσκεσθαι
βούληται,
τοῦτο ποιήσει· ζητήσει λαβεῖν ἀρχὴν κινήσεως,
μεθ’
ἣν ἐκείνη ἔσται. Διὸ τάχιστα καὶ κάλλιστα γίνονται
ἀπ’
ἀρχῆς αἱ ἀναμνήσεις· ὡς γὰρ ἔχουσι τὰ πράγματα
πρὸς
ἄλληλα τῷ ἐφεξῆς, οὕτω καὶ αἱ κινήσεις. Καὶ ἔστιν
εὐμνημόνευτα
ὅσα τάξιν τινὰ ἔχει, ὥσπερ τὰ μαθήματα· τὰ
δὲ
φαύλως καὶ χαλεπῶς. Καὶ τούτῳ διαφέρει τὸ ἀναμιμνήσκεσθαι
τοῦ
πάλιν μανθάνειν, ὅτι δυνήσεταί πως δι’ αὑτοῦ
κινηθῆναι
ἐπὶ τὸ μετὰ τὴν ἀρχήν. Ὅταν δὲ μή, ἀλλὰ
δι’
ἄλλου, οὐκέτι μέμνηται. Πολλάκις δ’ ἤδη μὲν ἀδυνατεῖ
ἀναμνησθῆναι,
ζητεῖν δὲ δύναται καὶ εὑρίσκει. Τοῦτο δὲ
γίνεται
κινοῦντι πολλά, ἕως ἂν τοιαύτην κινήσῃ κίνησιν
ἀκολουθήσει
τὸ πρᾶγμα. Τὸ γὰρ μεμνῆσθαί ἐστι τὸ ἐνεῖναι
δυνάμει
τὴν κινοῦσαν· τοῦτο δέ, ὥστ’ ἐξ αὐτοῦ καὶ ὧν ἔχει
κινήσεων
κινηθῆναι, ὥσπερ εἴρηται. Δεῖ δὲ λαβέσθαι ἀρχῆς.
Διὸ
ἀπὸ τόπων δοκοῦσιν ἀναμιμνήσκεσθαι ἐνίοτε. Τὸ δ’
αἴτιον
ὅτι ταχὺ ἀπ’ ἄλλου ἐπ’ ἄλλο ἔρχονται, οἷον ἀπὸ
γάλακτος
ἐπὶ λευκόν, ἀπὸ λευκοῦ δ’ ἐπ’ ἀέρα, καὶ ἀπὸ τούτου (283) ἐφ’ ὑγρόν, ἀφ’ οὗ ἐμνήσθη μετοπώρου, ταύτην ἐπιζητῶν
τὴν
ὥραν. Ἔοικε δὴ καθόλου ἀρχὴ καὶ τὸ μέσον πάντων·
εἰ
γὰρ μὴ πρότερον, ὅταν ἐπὶ τοῦτο ἔλθῃ, μνησθήσεται,
οὐκέτ’
οὐδὲ ἄλλοθεν, οἷον εἴ τις νοήσειεν ἐφ’ ὧν Α Β Γ Δ
Ε
Ζ Η Θ· εἰ γὰρ μὴ ἐπὶ τοῦ Ε μέμνηται, ἐπὶ τοῦ Ε Θ
ἐμνήσθη·
ἐντεῦθεν γὰρ ἐπ’ ἄμφω κινηθῆναι ἐνδέχεται, καὶ
ἐπὶ
τὸ Δ καὶ ἐπὶ τὸ Ε. Εἰ δὲ μὴ τούτων τι ἐπιζητεῖ,
ἐπὶ
τὸ Γ ἐλθὼν μνησθήσεται, εἰ τὸ Η τὸ Ζ ἐπιζητεῖ.
Εἰ
δὲ μή, ἐπὶ τὸ Α· καὶ οὕτως ἀεί. Τοῦ δ’ ἀπὸ τοῦ
αὐτοῦ
ἐνίοτε μὲν μνησθῆναι ἐνίοτε δὲ μή, αἴτιον ὅτι ἐπὶ
πλείω
ἐνδέχεται κινηθῆναι ἀπὸ τῆς αὐτῆς ἀρχῆς, οἷον ἀπὸ
τοῦ
Γ ἐπὶ τὸ Ζ τὸ Δ. Ἐὰν οὖν μὴ διὰ παλαιοῦ κινῆται,
ἐπὶ
τὸ συνηθέστερον κινεῖται· ὥσπερ γὰρ φύσις ἤδη
τὸ
ἔθος. Διὸ πολλάκις ἐννοοῦμεν, ταχὺ ἀναμιμνησκόμεθα·
ὥσπερ
γὰρ φύσει τόδε μετὰ τόδε ἐστίν, οὕτω καὶ
ἐνεργείᾳ·
τὸ δὲ πολλάκις φύσιν ποιεῖ. Ἐπεὶ δ’ ὥσπερ
ἐν
τοῖς φύσει γίνεται, καὶ παρὰ φύσιν καὶ ἀπὸ τύχης, ἔτι
μᾶλλον
ἐν τοῖς δι’ ἔθος, οἷς φύσις γε μὴ ὁμοίως ὑπάρχει·
ὥστε
κινηθῆναι ἐνίοτε κἀκεῖ καὶ ἄλλως, ἄλλως τε καὶ
ὅταν
ἀφέλκῃ ἐκεῖθεν αὐτόσε πῃ. Διὰ τοῦτο καὶ ὅταν
δέῃ
ὄνομα μνημονεῦσαι, παρόμοιον μέν, εἰς δ’ ἐκεῖνο σολοικίζομεν.
Τὸ
μὲν οὖν ἀναμιμνήσκεσθαι τοῦτον συμβαίνει τὸν
τρόπον.
Τὸ δὲ μέγιστον, γνωρίζειν δεῖ τὸν χρόνον, (284) μέτρῳ ἀορίστως. Ἔστω δέ τι κρίνει τὸν πλείω
καὶ
ἐλάττω· εὔλογον δ’ ὥσπερ τὰ μεγέθη· νοεῖ γὰρ τὰ
μεγάλα
καὶ πόρρω οὐ τῷ ἀποτείνειν ἐκεῖ τὴν διάνοιαν, ὥσπερ
τὴν
ὄψιν φασί τινες (καὶ γὰρ μὴ ὄντων ὁμοίως νοήσει),
ἀλλὰ
τῇ ἀνάλογον κινήσει· ἔστι γὰρ ἐν αὐτῇ τὰ ὅμοια
σχήματα
καὶ κινήσεις. Τίνι οὖν διοίσει, ὅταν τὰ μείζω
νοῇ;
ὅτι ἐκεῖνα νοεῖ, τὰ ἐλάττω; Πάντα γὰρ τὰ
ἐντὸς
ἐλάττω, ὥσπερ ἀνάλογον καὶ τὰ ἐκτός. Ἔστι δ’
ἴσως
ὥσπερ καὶ τοῖς εἴδεσιν ἀνάλογον λαβεῖν ἄλλο ἐν
αὐτῷ,
οὕτω καὶ τοῖς ἀποστήμασιν. Ὥσπερ οὖν εἰ τὴν
Α
Β Β Ε κινεῖται, ποιεῖ τὴν Α Δ· ἀνάλογον γὰρ Α Γ
καὶ
Γ Δ. Τί οὖν μᾶλλον τὴν Γ Δ τὴν Ζ Η ποιεῖ;
ὡς Α Γ πρὸς τὴν Α Β ἔχει, οὕτως τὸ Θ πρὸς τὴν
Μ
ἔχει. Ταύτας οὖν ἅμα κινεῖται. Ἂν δὲ τὴν Ζ Η
βούληται
νοῆσαι, τὴν μὲν Β Ε ὁμοίως νοεῖ, ἀντὶ δὲ τῶν
Θ
Ι τὰς Κ Λ νοεῖ· αὗται γὰρ ἔχουσιν ὡς Ζ Α πρὸς Β Α.
Ὅταν
οὖν ἅμα τε τοῦ πράγματος γίνηται κίνησις καὶ
τοῦ
χρόνου, τότε τῇ μνήμῃ ἐνεργεῖ. Ἂν δ’ οἴηται μὴ
ποιῶν,
οἴεται μνημονεύειν· οὐθὲν γὰρ κωλύει διαψευσθῆναί
τινα
καὶ δοκεῖν μνημονεύειν μὴ μνημονεύοντα. Ἐνεργοῦντα
δὲ
τῇ μνήμῃ μὴ οἴεσθαι ἀλλὰ λανθάνειν μεμνημένον οὐκ
ἔστιν·
τοῦτο γὰρ ἦν αὐτὸ τὸ μεμνῆσθαι. Ἀλλ’ ἐὰν τοῦ
πράγματος
γένηται χωρὶς τῆς τοῦ χρόνου αὕτη ἐκείνης,
οὐ
μέμνηται. δὲ τοῦ χρόνου διττή ἐστιν· ὁτὲ μὲν (285) γὰρ μέτρῳ οὐ μέμνηται αὐτό, οἷον ὅτι τρίτην ἡμέραν
ὁδήποτε
ἐποίησεν, ὁτὲ δὲ καὶ μέτρῳ· ἀλλὰ μέμνηται καὶ
ἐὰν
μὴ μέτρῳ. Εἰώθασι δὲ λέγειν ὅτι μέμνηνται μέν,
πότε
μέντοι οὐκ ἴσασιν, ὅταν τοῦ πότε μὴ γνωρίζωσι τὸ
ποσὸν
μέτρῳ. Ὅτι μὲν οὖν οὐχ οἱ αὐτοὶ μνημονικοὶ καὶ
ἀναμνηστικοί,
ἐν τοῖς πρότερον εἴρηται. Διαφέρει δὲ τοῦ
μνημονεύειν
τὸ ἀναμιμνήσκεσθαι οὐ μόνον κατὰ τὸν χρόνον,
ἀλλ’
ὅτι τοῦ μὲν μνημονεύειν καὶ τῶν ἄλλων ζῴων μετέχει
πολλά,
τοῦ δ’ ἀναμιμνήσκεσθαι οὐδὲν ὡς εἰπεῖν τῶν γνωριζομένων
ζῴων,
πλὴν ἄνθρωπος. Αἴτιον δ’ ὅτι τὸ ἀναμιμνήσκεσθαί
ἐστιν
οἷον συλλογισμός τις· ὅτι γὰρ πρότερον εἶδεν
ἤκουσεν τι τοιοῦτον ἔπαθε, συλλογίζεται ἀναμιμνησκόμενος,
καὶ
ἔστιν οἷον ζήτησίς τις. Τοῦτο δ’ οἷς καὶ τὸ βουλευτικὸν
ὑπάρχει,
φύσει μόνοις συμβέβηκεν· καὶ γὰρ τὸ
βουλεύεσθαι
συλλογισμός τίς ἐστιν. Ὅτι δὲ σωματικόν
τι
τὸ πάθος καὶ ἀνάμνησις ζήτησις ἐν τοιούτῳ φαντάσματος,
σημεῖον
τὸ παρενοχλεῖν ἐνίους, ἐπειδὰν μὴ δύνωνται
ἀναμνησθῆναι,
καὶ πάνυ ἐπέχοντας τὴν διάνοιαν, καὶ οὐκέτ’
ἐπιχειροῦντας
ἀναμιμνήσκεσθαι οὐδὲν ἧττον, καὶ μάλιστα
τοὺς
μελαγχολικούς· τούτους γὰρ φαντάσματα κινεῖ
μάλιστα.
Αἴτιον δὲ τοῦ μὴ ἐπ’ αὐτοῖς εἶναι τὸ ἀναμιμνήσκεσθαι,
ὅτι
καθάπερ τοῖς βάλλουσιν οὐκέτι ἐπ’ αὐτοῖς
τὸ
στῆσαι, οὕτω καὶ ἀναμιμνησκόμενος καὶ θηρεύων
σωματικόν
τι κινεῖ, ἐν τὸ πάθος. Μάλιστα δ’ ἐνοχλοῦνται
οἷς
ἂν ὑγρότης τύχῃ ὑπάρχουσα περὶ τὸν αἰσθητικὸν (286) τόπον· οὐ γὰρ ῥᾳδίως παύεται κινηθεῖσα, ἕως ἂν ἐπέλθῃ
τὸ
ζητούμενον καὶ εὐθυπορήσῃ κίνησις. Διὸ καὶ ὀργαὶ
καὶ
φόβοι, ὅταν τι κινήσωσιν, ἀντικινούντων πάλιν τούτων
οὐ
καθίστανται, ἀλλ’ ἐπὶ τὸ αὐτὸ ἀντικινοῦσιν. Καὶ
ἔοικε
τὸ πάθος τοῖς ὀνόμασι καὶ μέλεσι καὶ λόγοις, ὅταν διὰ
στόματος
γένηταί τι αὐτῶν σφόδρα· παυσαμένοις γὰρ
καὶ
οὐ βουλομένοις ἐπέρχεται πάλιν ᾄδειν λέγειν. Εἰσὶ
δὲ
καὶ οἱ τὰ ἄνω μείζω ἔχοντες καὶ οἱ νανώδεις ἀμνημονέστεροι
τῶν
ἐναντίων διὰ τὸ πολὺ βάρος ἔχειν ἐπὶ τῷ αἰσθητικῷ,
καὶ
μήτ’ ἐξ ἀρχῆς τὰς κινήσεις δύνασθαι ἐμμένειν ἀλλὰ
διαλύεσθαι,
μήτ’ ἐν τῷ ἀναμιμνήσκεσθαι ῥᾳδίως εὐθυπορεῖν.
Οἱ
δὲ πάμπαν νέοι καὶ λίαν γέροντες ἀμνήμονες διὰ τὴν
κίνησιν·
οἱ μὲν γὰρ ἐν φθίσει, οἱ δ’ ἐν αὐξήσει πολλῇ εἰσίν·
ἔτι
δὲ τά γε παιδία καὶ νανώδη ἐστὶ μέχρι πόρρω
τῆς
ἡλικίας.

Περὶ μὲν οὖν μνήμης καὶ τοῦ μνημονεύειν, τίς φύσις
αὐτῶν
καὶ τίνι τῶν τῆς ψυχῆς μνημονεύει τὰ ζῷα, καὶ περὶ
τοῦ
ἀναμιμνήσκεσθαι, τί ἐστι καὶ πῶς γίνεται καὶ διὰ τίν’
αἰτίαν,
εἴρηται.


HOME > '������������������������' in 'Aristoteles, De memoria et reminiscentia, 2'
Aristoteles, De memoria et reminiscentia, [1] ΠΕΡΙ ΜΝΗΜΗΣ ΚΑΙ ΑΝΑΜΝΗΣΕΩΣ. <<<    
1422w 9.126177072525 s