Aristoteles_cps99, De partibus animalium, 4, 11HOME > '������������������������' in 'Aristoteles, De partibus animalium, 4, 11'
Aristoteles, De partibus animalium, 4, CAPUT 10 <<<     >>> CAPUT 12hide dictionary links

(691a) CAPUT 11

[1] Περὶ μὲν οὖν τῶν ἐναίμων ζῴων καὶ ζῳοτόκων καὶ πεζῶν εἴρηται σχεδὸν περὶ πάντων. Τῶν δ´ ἐναίμων ζῴων ᾠοτόκων δὲ τὰ μέν ἐστι τετράποδα τὰ δ´ ἄποδα. Τοιοῦτον δ´ ἓν μόνον γένος ἐστὶν ἄπουν, τὸ τῶν ὄφεων· δ´ αἰτία τῆς ἀποδίας αὐτῶν εἴρηται ἐν τοῖς περὶ τῆς πορείας τῶν ζῴων διωρισμένοις. [2] Τὰ δ´ ἄλλα παραπλησίαν ἔχει τὴν μορφὴν τοῖς τετράποσι καὶ ᾠοτόκοις. Ἔχει δὲ τὰ ζῷα ταῦτα κεφαλὴν μὲν καὶ τὰ ἐν αὐτῇ μόρια διὰ τὰς αὐτὰς αἰτίας τοῖς ἄλλοις τοῖς ἐναίμοις ζῴοις, καὶ γλῶτταν ἐν τῷ στόματι πλὴν τοῦ ποταμίου κροκοδείλου· οὗτος δ´ οὐκ ἂν δόξειεν ἔχειν, ἀλλὰ τὴν χώραν μόνον. Αἴτιον δ´ ὅτι τρόπον μέν τινα ἅμα χερσαῖος καὶ ἔνυδρός ἐστιν· διὰ μὲν οὖν τὸ χερσαῖος εἶναι ἔχει χώραν γλώττης, διὰ δὲ τὸ ἔνυδρος ἄγλωττος. [3] Οἱ γὰρ ἰχθύες, καθάπερ εἴρηται πρότερον, οἱ μὲν οὐ δοκοῦσιν ἔχειν, ἂν μὴ σφόδρα ἀνακλίνῃ τις, οἱ δ´ ἀδιάρθρωτον ἔχουσιν. Αἴτιον δ´ ὅτι ὀλίγη ἦν χρεία τούτοις τῆς γλώττης διὰ τὸ μὴ ἐνδέχεσθαι μασᾶσθαι μηδὲ προγεύεσθαι, ἀλλ´ ἐν τῇ καταπόσει γίνεσθαι τὴν αἴσθησιν καὶ τὴν ἡδονὴν πᾶσι τούτοις τῆς τροφῆς. μὲν γὰρ γλῶττα τῶν χυμῶν ποιεῖ τὴν αἴσθησιν, τῶν δὲ ἐδεστῶν ἐν τῇ καθόδῳ ἡδονή· καταπινομένων γὰρ αἰσθάνονται τῶν λιπαρῶν καὶ θερμῶν καὶ τῶν ἄλλων τῶν τοιούτων. [4] Ἔχει μὲν οὖν καὶ τὰ ζῳοτόκα ταύτην τὴν αἴσθησιν, καὶ σχεδὸν τῶν πλείστων ὄψων καὶ ἐδεστῶν (691b) ἐν τῇ καταπόσει τῇ τάσει τοῦ οἰσοφάγου γίνεται χάρις. Διὸ οὐχ οἱ αὐτοὶ περὶ τὰ πόματα καὶ τοὺς χυμοὺς ἀκρατεῖς εἰσι καὶ τὰ ὄψα καὶ τὴν ἐδωδήν, ἀλλὰ τοῖς μὲν ἄλλοις ζῴοις καὶ κατὰ τὴν γεῦσιν ὑπάρχει αἴσθησις, ἐκείνοις δ´ ὡσπερανεὶ ἑτέρα. [5] Τῶν δὲ τετραπόδων καὶ ᾠοτόκων οἱ σαῦροι, ὥσπερ οἱ ὄφεις, δικρόαν ἔχουσι τὴν γλῶτταν καὶ ἐπ´ ἄκρου τριχώδη πάμπαν, καθάπερ εἴρηται πρότερον. Ἔχουσι δὲ καὶ αἱ φῶκαι δικρόαν τὴν γλῶτταν· διὸ καὶ λίχνα πάντα τὰ ζῷά ἐστι ταῦτα. Ἔστι δὲ καὶ καρχαρόδοντα τὰ τετράποδα τῶν ᾠοτόκων, ὥσπερ οἱ ἰχθύες. Τὰ δ´ αἰσθητήρια πάντα ὁμοίως ἔχουσι τοῖς ἄλλοις ζῴοις, οἷον τῆς ὀσφρήσεως μυκτῆρας καὶ ὄψεως ὀφθαλμοὺς καὶ ἀκοῆς ὦτα, πλὴν οὐκ ἐπανεστηκότα, καθάπερ οὐδ´ οἱ ὄρνιθες, ἀλλὰ τὸν πόρον μόνον. [6] Αἴτιον δ´ ἀμφοτέροις τοῦ δέρματος σκληρότης· τὰ μὲν γὰρ πτερωτὰ αὐτῶν ἐστι, ταῦτα δὲ πάντα φολιδωτά, ἔστι δ´ φολὶς ὅμοιον χώρᾳ λεπίδος, φύσει δὲ σκληρότερον. Δηλοῖ δ´ ἐπὶ τῶν χελωνῶν τοῦτο καὶ ἐπὶ τῶν μεγάλων ὄφεων καὶ τῶν ποταμίων κροκοδείλων· ἰσχυρότεραι γὰρ γίνονται τῶν ὀστῶν ὡς οὖσαι τοιαῦται τὴν φύσιν. Οὐκ ἔχουσι δὲ τὰ ζῷα ταῦτα τὴν ἄνω βλεφαρίδα, ὥσπερ οὐδ´ οἱ ὄρνιθες, ἀλλὰ τῇ κάτω μύουσι διὰ τὴν αἰτίαν τὴν εἰρημένην ἐπ´ ἐκείνων. Τῶν μὲν οὖν ὀρνίθων ἔνιοι καὶ σκαρδαμύττουσιν ὑμένι ἐκ τῶν κανθῶν, ταῦτα δὲ τὰ ζῷα οὐ σκαρδαμύττει· σκληροφθαλμότερα γάρ ἐστι τῶν ὀρνίθων. Αἴτιον δ´ ὅτι ἐκείνοις χρησιμωτέρα ὀξυωπία πτηνοῖς οὖσι πρὸς τὸν βίον, τούτοις δ´ ἧττον· τρωγλόδυτα γὰρ πάντα τὰ τοιαῦτά ἐστιν. [7] Εἰς δύο δὲ διῃρημένης τῆς κεφαλῆς, τοῦ τε ἄνω μορίου καὶ τῆς σιαγόνος τῆς κάτω, ἄνθρωπος μὲν οὖν καὶ τὰ ζῳοτόκα τῶν τετραπόδων καὶ ἄνω καὶ κάτω κινοῦσι τὰς σιαγόνας καὶ εἰς τὸ πλάγιον, οἱ δ´ ἰχθύες καὶ ὄρνιθες καὶ τὰ ᾠοτόκα τῶν τετραπόδων εἰς τὸ ἄνω καὶ κάτω μόνον. [8] Αἴτιον δ´ ὅτι μὲν τοιαύτη κίνησις χρήσιμος εἰς τὸ δακεῖν καὶ διελεῖν, δ´ εἰς τὸ πλάγιον ἐπὶ τὸ λεαίνειν. (692a) Τοῖς μὲν οὖν ἔχουσι γομφίους χρήσιμος εἰς τὸ πλάγιον κίνησις, τοῖς δὲ μὴ ἔχουσιν οὐδὲν χρήσιμος, διόπερ ἀφῄρηται πάντων τῶν τοιούτων· οὐδὲν γὰρ ποιεῖ περίεργον φύσις. [9] Τὰ μὲν οὖν ἄλλα πάντα κινεῖ τὴν σιαγόνα τὴν κάτω, δὲ ποτάμιος κροκόδειλος μόνος τὴν ἄνω. Τούτου δ´ αἴτιον ὅτι πρὸς τὸ λαβεῖν καὶ κατασχεῖν ἀχρήστους ἔχει τοὺς πόδας· μικροὶ γάρ εἰσι πάμπαν. Πρὸς οὖν ταύτας τὰς χρείας ἀντὶ ποδῶν τὸ στόμα φύσις χρήσιμον αὐτῷ ἐποίησεν. Πρὸς δὲ τὸ κατασχεῖν λαβεῖν, ὁποτέρωθεν ἂν πληγὴ ἰσχυροτέρα, ταύτῃ χρησιμωτέρα κινουμένη ἐστίν· δὲ πληγὴ ἰσχυροτέρα ἀεὶ ἄνωθεν κάτωθεν. Ἐπεὶ οὖν ἀμφοτέρων μὲν διὰ τοῦ στόματος χρῆσις, καὶ τοῦ λαβεῖν καὶ τοῦ δακεῖν, ἀναγκαιοτέρα δ´ τοῦ κατασχεῖν μήτε χεῖρας ἔχοντι μήτε πόδας εὐφυεῖς, χρησιμώτερον τὴν ἄνωθεν κινεῖν σιαγόνα τὴν κάτωθεν αὐτοῖς. [10] Διὰ τὸ αὐτὸ δὲ καὶ οἱ καρκίνοι τὸ ἄνωθεν τῆς χηλῆς κινοῦσι μόριον, ἀλλ´ οὐ τὸ κάτωθεν· ἀντὶ χειρὸς γὰρ ἔχουσι τὰς χηλάς, ὥστε πρὸς τὸ λαβεῖν ἀλλ´ οὐ πρὸς τὸ διελεῖν χρήσιμον δεῖ εἶναι τὴν χηλήν. Τὸ δὲ διελεῖν καὶ δακεῖν ὀδόντων ἔργον ἐστίν. Τοῖς μὲν οὖν καρκίνοις καὶ τοῖς ἄλλοις ὅσοις ἐνδέχεται σχολαίως ποιεῖσθαι τὴν λῆψιν διὰ τὸ μὴ ἐν ὑγρῷ εἶναι τὴν χρῆσιν τοῦ στόματος, διῄρηται, καὶ λαμβάνουσι μὲν χερσὶν ποσί, διαιροῦσι δὲ τῷ στόματι καὶ δάκνουσιν· τοῖς δὲ κροκοδείλοις ἐπ´ ἀμφότερα χρήσιμον τὸ στόμα πεποίηκεν φύσις, κινουμένων οὕτω τῶν σιαγόνων. [11] Ἔχουσι δὲ καὶ αὐχένα πάντα τὰ τοιαῦτα διὰ τὸ πλεύμονα ἔχειν· δέχονται γὰρ τὸ πνεῦμα διὰ τῆς ἀρτήριας μῆκος ἐχούσης. Ἐπεὶ δὲ τὸ μεταξὺ κεφαλῆς καὶ ὤμων κέκληται αὐχήν, ἥκιστα τῶν τοιούτων ὄφις δόξειεν ἂν ἔχειν αὐχένα, ἀλλὰ τὸ ἀνάλογον τῷ αὐχένι, εἴ γε δεῖ τοῖς εἰρημένοις ἐσχάτοις διορίζειν τὸ μόριον τοῦτο. Ἴδιον δὲ πρὸς τὰ συγγενῆ τῶν ζῴων ὑπάρχει τοῖς ὄφεσι τὸ στρέφειν τὴν κεφαλὴν (692b) εἰς τοὔπισθεν ἠρεμοῦντος τοῦ σώματος τοῦ λοιποῦ. [12] Τούτου δ´ αἴτιον ὅτι καθάπερ τὰ ἔντομα ἑλικτόν ἐστιν, ὥστε εὐκάμπτους καὶ χονδρώδεις τοὺς σπονδύλους ἔχειν. Ἐξ ἀνάγκης μὲν οὖν διὰ ταύτην τὴν αἰτίαν τοῦτο συμβέβηκεν αὐτοῖς, πρὸς δὲ τὸ βέλτιον φυλακῆς τε ἕνεκα τῶν ὄπισθεν βλαπτόντων· μακρὸν γὰρ ὂν καὶ ἄπουν ἀφυές ἐστι πρός τε τὴν στροφὴν καὶ πρὸς τὴν τῶν ὄπισθεν τήρησιν. Οὐδὲν γὰρ ὄφελος αἴρειν, στρέφειν δὲ μὴ δύνασθαι τὴν κεφαλήν. [13] Ἔχουσι δὲ τὰ τοιαῦτα καὶ τῷ στήθει ἀνάλογον μόριον. Μαστοὺς δ´ οὔτ´ ἐνταῦθα οὔτ´ ἐν τῷ ἄλλῳ σώματι ἔχουσιν· ἔχει δ´ οὐδεὶς οὐδ´ ὄρνις οὐδ´ ἰχθύς. Τούτου δ´ αἴτιον τὸ μηδὲ γάλα ἔχειν τούτων μηδέν· δὲ μαστὸς ὑποδοχὴ καὶ ὥσπερ ἀγγεῖόν ἐστι γάλακτος. Ἔχει δ´ οὐδὲ ταῦτα οὔτ´ ἄλλο τῶν μὴ ζῳοτοκούντων ἐν αὑτοῖς οὐδὲν γάλα, διότι ᾠοτοκοῦσιν, ἐν δὲ τῷ ᾠῷ ἐγγίνεται γαλακτώδης ὑπάρχουσα ἐν τοῖς ζῳοτόκοις τροφή. Σαφέστερον δὲ περὶ αὐτῶν λεχθήσεται ἐν τοῖς περὶ γενέσεως. [14] Περὶ δὲ τῆς τῶν καμπύλων κάμψεως ἐπέσκεπται πρόσθεν ἐν τοῖς περὶ πορείας κοινῇ πᾶσιν. Ἔχουσι δὲ καὶ κέρκον τὰ τοιαῦτα, τὰ μὲν μείζω, τὰ δὲ ἐλάττω, ὑπὲρ ἧς τὴν αἰτίαν καθόλου πρότερον εἰρήκαμεν. [15] Ἰσχνότατος δ´ χαμαιλέων τῶν ᾠοτόκων καὶ πεζῶν ἐστι πάντων· ὀλιγαιμότατος γάρ ἐστιν. Αἴτιον δὲ τὸ τῆς ψυχῆς ἦθός ἐστιν αὐτοῦ· διὰ γὰρ τὸν φόβον γίνεται πολύμορφος. Κατάψυξις γὰρ φόβος δι´ ὀλιγαιμίαν καὶ δι´ ἔνδειάν ἐστι θερμότητος. [16] Καὶ περὶ μὲν τῶν ἐναίμων ζῴων τῶν τ´ ἀπόδων καὶ τετραπόδων, ὅσα τε μόρια αὐτῶν ἐστιν ἐκτὸς καὶ διὰ τίν´ αἰτίαν, εἴρηται σχεδόν.

HOME > '������������������������' in 'Aristoteles, De partibus animalium, 4, 11'
Aristoteles, De partibus animalium, 4, CAPUT 10 <<<     >>> CAPUT 12
1081w 11.127342939377 s