Aristoteles_cps99, Magna moralia, 2, 6HOME > '������������������������' in 'Aristoteles, Magna moralia, 2, 6'
Aristoteles, Magna moralia, 2, CAPUT 5 <<<     >>> CAPUT 7hide dictionary links

CAPUT 6

[1] Ὑπὲρ δὲ ἀκρασίας καὶ ἐγκρατείας πρῶτον ἂν δέοι εἰπεῖν τὰ ἀπορούμενα καὶ τοὺς ἐναντιουμένους λόγους τοῖς φαινομένοις, ὅπως ἐκ τῶν ἀπορουμένων καὶ ἐναντιουμένων λόγων συνεπισκεψάμενοι καὶ ταῦτα ἐξετάσαντες τὴν ἀλήθειαν ὑπὲρ αὐτῶν εἰς τὸ ἐνδεχόμενον ἴδωμεν ῥᾷον γὰρ οὕτως ἰδεῖν τἀληθὲς ἔσται. [2] Σωκράτης μὲν οὖν πρεσβύτης ἀνῄρει ὅλως καὶ οὐκ ἔφη ἀκρασίαν εἶναι, λέγων ὅτι οὐθεὶς εἰδὼς τὰ κακὰ ὅτι κακά εἰσιν ἕλοιτ' ἄν δὲ ἀκρατὴς δοκεῖ, εἰδὼς ὅτι φαῦλα εἰσίν, αἱρεῖσθαι ὅμως, ἀγόμενος ὑπὸ τοῦ πάθους. διὰ δὴ τὸν τοιοῦτον λόγον οὐκ [3] ᾤετ' εἶναι ἀκρασίαν οὐ δὴ ὀρθῶς. ἄτοπον γὰρ τῷ λόγῳ τούτῳ πεισθέντας ἀναιρεῖν τὸ πιθανῶς γινόμενον ἀκρατεῖς γὰρ εἰσὶν ἄνθρωποι, καὶ αὐτοὶ εἰδότες ὅτι φαῦλα ὅμως ταῦτα πράττουσιν. [4] Ἐπεὶ δ' οὖν ἔστιν ἀκρασία, πότερον ἀκρατὴς ἐπιστήμην τινὰ ἔχει, θεωρεῖ καὶ ἐξετάζει τὰ φαῦλα; ἀλλὰ πάλιν οὐκ ἂν δόξειεν. ἄτοπον γὰρ τὸ κράτιστον καὶ βεβαιότατον τῶν ἐν ἡμῖν ἡττᾶσθαι ὑπὸ τινός ἐπιστήμη γὰρ πάντων τῶν ἐν ἡμῖν μονιμώτατόν ἐστι καὶ βιαστικώτατον ὥστε πάλιν λόγος οὗτος ἐναντιοῦται τῷ μὴ εἶναι ἐπιστήμην. [5] Ἀλλ' ἆρά γε ἐπιστήμη μὲν οὔ, δόξα δέ; ἀλλ' εἰ δόξαν ἔχει ἀκρατής, οὐκ ἂν εἴη ψεκτός. εἰ γὰρ φαῦλόν τι πράττει μὴ ἀκριβῶς εἰδὼς ἀλλὰ δοξάζων, συγγνώμην ἄν τις ἀποδοίη προσθέσθαι τῇ ἡδονῇ καὶ πρᾶξαι τὰ φαῦλα, μὴ ἀκριβῶς εἰδότα ὅτι [οὐ] φαῦλα εἰσίν, ἀλλὰ δοξάζοντα οἷς δέ γε συγγνώμην ἔχομεν, τούτους οὐ ψέγομεν ὥστε ἀκρατής, εἴπερ δόξαν ἔχει, οὐκ ἔσται ψεκτός. ἀλλ' ἔστιν ψεκτός. [6] Οἱ δὴ τοιοῦτοι λόγοι ἀπορεῖν ποιοῦσιν. οἳ μὲν γὰρ οὐκ ἔφασαν εἶναι ἐπιστήμην, ἄτοπόν τι γὰρ συμβαίνειν ἐποίουν οἳ δὲ πάλιν οὐδὲ δόξαν, καὶ γὰρ οὗτοι ἄτοπόν τι πάλιν [ἐποίουν] συμβαίνειν. [7] Ἀλλὰ δὴ καὶ ταῦτ' ἄν τις ἀπορήσειεν ἐπεὶ γὰρ δοκεῖ σώφρων καὶ ἐγκρατὴς εἶναι, πότερον τῷ σώφρονί τι ποιήσει σφοδρὰς ἐπιθυμίας; εἰ μὲν οὖν ἔσται ἐγκρατής, σφοδρὰς δεήσει αὐτὸν ἔχειν ἐπιθυμίας (οὐ γὰρ ἂν εἴποις ἐγκρατῆ, ὅστις μετρίων ἐπιθυμιῶν κρατεῖ) εἰ δέ γε σφοδρὰς [μὴ] ἕξει ἐπιθυμίας, οὐκέτι ἔσται σώφρων (ὁ γὰρ σώφρων ἐστὶν μὴ ἐπιθυμῶν μηδὲ πάσχων μηθέν). [8] Ἔχει δὲ καὶ τὰ τοιαῦτα πάλιν ἀπορίαν. συμβαίνει γὰρ ἐκ τῶν λόγων καὶ τὸν ἀκρατῆ ποτε ἐπαινετὸν εἶναι καὶ τὸν ἐγκρατῆ ψεκτόν. ἔστω γάρ τις, φησίν, διημαρτηκὼς τῷ λογισμῷ, καὶ δοκείτω αὐτῷ λογιζομένῳ τὰ καλὰ εἶναι φαῦλα, δ' ἐπιθυμία ἀγέτω ἐπὶ τὰ καλά οὐκοῦν μὲν λόγος οὐκ ἐάσει πράττειν, ὑπὸ δὲ τῆς ἐπιθυμίας ἀγόμενος πράσσει (τοιοῦτος γὰρ ἦν ἀκρατής) πράξει ἄρα τὰ καλά, γὰρ ἐπιθυμία ἐπὶ ταῦτα ἀγέτω (ὁ δὲ λόγος κωλύσει διαμαρτανέτω γὰρ τῷ λογισμῷ τῶν καλῶν) οὐκοῦν οὗτος ἀκρατὴς μὲν ἔσται, ἐπαινετὸς μέντοι γὰρ πράττει τὰ καλά, ἐπαινετός. ἄτοπον δὴ τὸ συμβαῖνον. [9] Πάλιν δ' αὖ διαμαρτανέτω τῷ λόγῳ, καὶ τὰ καλὰ αὐτῷ μὴ δοκείτω καλὰ εἶναι, δ' ἐπιθυμία ἀγέτω ἐπὶ τὰ καλά ἐγκρατὴς δέ γέ ἐστιν ἐπιθυμῶν μέν, μὴ πράττων δὲ ταῦτα διὰ τὸν λόγον οὐκοῦν διαμαρτάνων τῷ λόγῳ τῶν καλῶν κωλύσει ὧν ἐπιθυμεῖ πράττειν, κωλύει ἄρα τὰ καλὰ πράττειν (ἐπὶ ταῦτα γὰρ ἐπιθυμία ἤγαγεν) δέ γε τὰ καλὰ μὴ πράττων δέον πράττειν ψεκτός ἄρα ἐγκρατὴς ἔσται ποτὲ ψεκτός. ἄτοπον δὴ καὶ οὕτω τὸ συμβαῖνον. [10] Πότερον δ' ἀκρασία καὶ ἀκρατὴς ἐν ἅπασίν ἐστιν καὶ περὶ πάντα, οἷον περὶ χρήματα καὶ τιμὴν καὶ ὀργὴν καὶ δόξαν (περὶ γὰρ ταῦτα πάντα δοκοῦσιν ἀκρατεῖς εἶναι), οὔ, ἀλλὰ περί τι ἀφωρισμένον ἐστὶν ἀκρασία, ἀπορήσειεν ἄν τις. Τὰ μὲν οὖν τὴν ἀπορίαν παρέχοντα ταῦτ' ἐστίν [11] ἀναγκαῖον δὲ λῦσαι τὰς ἀπορίας. πρῶτον μὲν οὖν τὴν ἐπὶ τῆς ἐπιστήμης ἄτοπον γὰρ ἐδόκει εἶναι ἐπιστήμην ἔχοντα ταύτην ἀποβάλλειν μεταπίπτειν. [12] δ' αὐτὸς λόγος καὶ ἐπὶ τῆς δόξης οὐθὲν γὰρ διαφέρει δόξαν εἶναι ἐπιστήμην εἰ γὰρ ἔσται δόξα σφοδρὰ τῷ βέβαιον εἶναι καὶ ἀμετάπειστον, οὐθὲν διοίσει τῆς ἐπιστήμης, δόξης ἐχούσης τὸ πιστεύειν οὕτως ἔχειν ὡς δοξάζουσιν, οἷον Ἡρά κλειτος Ἐφέσιος τοιαύτην ἔχει δόξαν ὑπὲρ ὧν αὐτῷ ἐδόκει. [13] Οὐθὲν δὲ ἄτοπον τῷ ἀκρατεῖ, οὔτ' εἰ ἐπιστήμην ἔχει οὔτ' εἰ δόξαν οἵαν λέγομεν, πράττειν τι φαῦλον. ἔστι γὰρ τὸ ἐπίστασθαι διττόν, ὧν τὸ μέν ἐστι τὴν ἐπιστήμην ἔχειν (ἐπίστασθαι γάρ φαμεν τότε, ὅταν τις ἐπιστήμην ἔχῃ), τὸ δ' ἕτερον τὸ ἐνεργεῖν ἤδη τῇ ἐπιστήμῃ. ἀκρατὴς οὖν ἐστιν ἔχων τὴν ἐπιστήμην τῶν καλῶν, οὐκ ἐνεργῶν δὲ [14] αὐτῇ ὅταν οὖν μὴ ἐνεργῇ τῇ ἐπιστήμῃ ταύτῃ, οὐδὲν ἄτοπον αὐτόν ἐστιν πράττειν τὰ φαῦλα ἔχοντα τὴν ἐπιστήμην. ὅμοιον γάρ ἐστιν ὥσπερ ἐπὶ τῶν καθευδόντων. οὗτοι γὰρ ἔχοντες τὴν ἐπιστήμην ὅμως ἐν τῷ ὕπνῳ πολλὰ δυσχερῆ καὶ πράττουσι καὶ πάσχουσιν. οὐ γὰρ ἐνεργεῖ ἐν αὐτοῖς ἐπιστήμη. ὡσαύτως δ' ἐπὶ τοῦ ἀκρατοῦς. ὥσπερ γὰρ καθεύδοντι ἔοικεν, καὶ τῇ ἐπιστήμῃ οὐκ [15] ἐνεργεῖ. λύεται δὴ ἀπορία οὕτως. ἠπορεῖτο γὰρ πότερον ἀκρατὴς ἐκβάλλει τότε τὴν ἐπιστήμην μεταπίπτει. ἄτοπον γὰρ ἀμφότερα δοκεῖ εἶναι. Ἀλλὰ πάλιν ἐντεῦθεν ἂν γένοιτο φανερόν, ὥσπερ ἔφαμεν ἐν τοῖς ἀναλυτικοῖς, ἐκ δύο προτάσεων γίνεσθαι τὸν συλλογισμόν, καὶ τούτων εἶναι τὴν μὲν πρώτην καθόλου, τὴν δὲ δευτέραν ὑπὸ ταύτην τε καὶ ἐπὶ μέρους. οἷον ἐπίσταμαι πάντ' ἄνθρωπον πυρέττοντα ὑγιῆ ποιῆσαι οὑτοσὶ δὲ πυρέττει ἐπίσταμαι ἄρα καὶ τοῦτον ὑγιῆ ποιῆσαι. ἔστιν οὖν τῇ μὲν καθόλου ἐπιστήμῃ ἐπίσταμαι, τῇ δ' ἐπὶ [16] μέρους οὔ. γίνεται οὖν ἁμαρτία τῷ τὴν ἐπιστήμην ἔχοντι καὶ ἐνταῦθα, οἷον ἅπαντα μὲν τὸν πυρέττοντα ὑγιῆ ποιῆσαι ἐπίσταμαι, εἰ μέντοι οὗτος πυρέττει, οὐκ οἶδα. ὡσαύτως τοίνυν ἐπὶ τοῦ ἀκρατοῦς τοῦ τὴν ἐπιστήμην ἔχοντος αὐτὴ ἁμαρτία συμβήσεται. ἐνδέχεται γὰρ τὸν ἀκρατῆ τὴν μὲν καθόλου ἐπιστήμην ἔχειν, ὅτι τὰ τοιαῦτα φαῦλα καὶ βλαβερά, μὴ μέντοι γε ὅτι ἐστὶν ταῦτα φαῦλα ἐπὶ μέρους εἰδέναι, ὥστε οὕτως ἔχων τὴν ἐπιστήμην ἁμαρτήσεται ἔχει γὰρ τὴν καθόλου, τὴν δ' ἐπὶ μέρους οὔ. [17] Οὐδὲν οὖν ἄτοπον οὐδ' οὕτω συμβήσεται ἐπὶ τοῦ ἀκρατοῦς, τὸν ἔχοντα τὴν ἐπιστήμην φαῦλόν τι πράττειν. ἔστι γὰρ ὡς ἐπὶ τῶν μεθυόντων. οἱ γὰρ μεθύοντες, ὅταν αὐτοῖς μέθη ἀπαλλαγῇ, πάλιν οἱ αὐτοὶ εἰσίν οὐκ ἐξέπεσεν δ' αὐτῶν λόγος οὐδ' ἐπιστήμη, ἀλλ' ἐκρατήθη ὑπὸ τῆς μέθης, ἀπαλλαγέντες δὲ τῆς μέθης πάλιν οἱ αὐτοὶ εἰσίν. ὁμοίως οὖν ἔχει ἀκρατής [πάλιν]. ἐπικρατῆσαν γὰρ τὸ πάθος ἠρεμεῖν ἐποίησε τὸν λογισμόν ὅταν δ' ἀπαλλαγῇ τὸ πάθος ὥσπερ μέθη, πάλιν αὐτὸς ἐστίν. [18] Ἦν δὲ καὶ ἄλλος τις λόγος ἐπὶ τῆς ἀκρασίας ὃς παρεῖχεν ἀπορίαν, ὡς ἐπαινετοῦ ποτε τοῦ ἀκρατοῦς ἐσομένου καὶ ψεκτοῦ τοῦ ἐγκρατοῦς. οὐ συμβαίνει δὲ τοῦτο. οὐ γάρ ἐστιν οὔτ' ἐγκρατὴς οὔτ' ἀκρατὴς τῷ λόγῳ διεψευσμένος, ἀλλὰ λόγον ἔχων ὀρθὸν καὶ τούτῳ τὰ φαῦλα ὄντα κρίνων καὶ τὰ καλά, καὶ ἀκρατὴς μὲν τῷ τοιούτῳ λόγω ἀπειθῶν, ἐγκρατὴςδὲ πειθόμενος καὶ μὴ ὑπὸ τῶν ἐπιθυμιῶν ἀγόμενος οὐδὲ γὰρ τινι οὐ δοκεῖ τὸν πατέρα τύπτειν αἰσχρὸν εἶναι, ἐπιθυμῶν δὲ τύπτειν, τούτου [19] ἀπεχόμενος ἐγκρατής ἐστι ὥστε εἰ μή ἐστιν ἐπὶ τῶν τοιούτων μήτε ἐγκράτεια μήτε ἀκρασία, οὐδ' ἂν ἐπαινετὴ εἴη ἀκρασία οὐδὲ ψεκτὴ ἐγκράτεια, ὥσπερ ἐδόκει. [20] Εἰσὶ δὲ τῶν ἀκρασιῶν αἳ μὲν νοσηματικαὶ αἳ δὲ φύσει. οἷον νοσηματικαὶ μὲν αἱ τοιαῦται εἰσὶ γάρ τινες οἱ τίλλοντες τρίχας διατρώγουσιν. εἰ οὖν τις ταύτης τῆς ἡδονῆς κρατεῖ, οὐκ ἔστιν ἐπαινετός, οὐδὲ ψεκτός, εἰ μὴ κρατεῖ, οὐ σφόδρα γε. φύσει δέ, οἷον υἱόν ποτέ φασι κρινόμενον ἐν δικαστηρίῳ, ὅτι τὸν πατέρα τύπτοι, ἀπολογεῖσθαι λέγονθ' ὅτι "καὶ γὰρ οὗτος τὸν ἑαυτοῦ πατέρα," καὶ ἀποφυγεῖν δή δοκεῖν γὰρ τοῖς δικασταῖς φυσικὴν εἶναι τὴν ἁμαρτίαν. εἰ δή τις τοῦ τὸν πατέρα τύπτειν [21] κρατοίη, οὐκ ἐπαινετός. οὐ δὴ τὰς τοιαύτας ζητοῦμεν νῦν ἀκρασίας οὐδ' ἐγκρατείας, ἀλλὰ καθ' ἃς ψεκτοὶ ἁπλῶς καὶ ἐπαινετοὶ λεγόμεθα. Ἔστιν δὲ τῶν ἀγαθῶν τὰ μὲν ἐκτός, οἷον πλοῦτος ἀρχὴ τιμὴ φίλοι δόξα, τὰ δ' ἀναγκαῖα καὶ περὶ σῶμα ἐστίν, οἷον ἁφή τε καὶ γεῦσις ⌈ὁ οὖν περὶ ταῦτα ἀκρατής, οὗτος ἁπλῶς ἂν [καὶ] ἀκρατὴς δόξειεν εἶναι,⌋ καὶ ἡδοναὶ σωματικαί καὶ ἣν ζητοῦμεν ἀκρασίαν, ἤδη περὶ ταῦτα δόξειεν ἂν εἶναι. ἠπορεῖτο δὲ περὶ τί ποτ' ἐστὶν ἀκρασία. [22] Περὶ μὲν οὖν τιμὴν οὐκ ἔστιν ἁπλῶς ἀκρατής ἐπαινεῖται γάρ πως περὶ τιμὴν ἀκρατής φιλότιμος γάρ τις [ἐστίν]. τὸ δ' ὅλον λέγομεν καὶ ἐπὶ τῶν τοιούτων τὸν ἀκρατῆ προστιθέντες, περὶ τιμὴν ἀκρατὴς δόξαν ὀργήν. ἀλλὰ τῷ ἁπλῶς ἀκρατεῖ οὐ προστίθεμεν περὶ ἅ, ὡς ὑπάρχοντος αὐτῷ καὶ φανεροῦ ὄντος ἄνευ τῆς προσθέσεως, περὶ ἐστίν ἔστιν γὰρ περὶ ἡδονὰς καὶ λύπας τὰς σωματικὰς ἁπλῶς ἀκρατής. [23] Δῆλον δὲ καὶ ἐντεῦθεν, ὅτι περὶ ταῦτα ἀκρασία ἐπεὶ γὰρ ψεκτὸς ἀκρατής, ψεκτὰ εἶναι δεῖ τὰ ὑποκείμενα τιμὴ μὲν οὖν καὶ δόξα καὶ ἀρχὴ καὶ χρήματα καὶ περὶ ὅσα ἄλλα ἀκρατεῖς λέγονται, οὐκ εἰσὶν ψεκτά, αἱ δ' ἡδοναὶ αἱ σωματικαὶ ψεκταί διὸ εἰκότως περὶ ταύτας ὢν μᾶλλον τοῦ δέοντος, οὗτος ἀκρατὴς τελέως λέγεται. [24] Ἐπειδὴ δέ ἐστι τῶν περὶ τὰ ἄλλα ἀκρασιῶν λεγομένων περὶ τὴν ὀργὴν οὖσα ἀκρασία ψεκτοτάτη, πότερον ψεκτοτέρα ἐστὶν περὶ τὴν ὀργὴν περὶ τὰς ἡδονάς; Ἔστιν οὖν περὶ τὴν ὀργὴν ἀκρασία ὁμοία τῶν παίδων τοῖς πρὸς τὸ διακονεῖν προθύμως ἔχουσιν καὶ γὰρ οὗτοι, ὅταν εἴπῃ δεσπότης "δός μοι," τῇ προθυμίᾳ ἐξενεχθέντες, πρὸ τοῦ ἀκοῦσαι δεῖ δοῦναι, ἔδωκαν, καὶ ἐν τῇ δόσει διήμαρτον πολλάκις γὰρ δέον βιβλίον δοῦναι γραφεῖον ἔδωκαν. [25] ὅμοιον δὲ πέπονθε τούτῳ τῆς ὀργῆς ἀκρατής ὅταν γὰρ ἀκούσῃ τὸ πρῶτον ῥῆμα ὅτι ἠδίκησεν, ὥρμησεν θυμὸς πρὸς τὸ τιμωρήσασθαι, οὐκέτι ἀναμείνας ἀκοῦσαι πότερον δεῖ οὐ δεῖ, ὅτι γε [26] οὐχ οὕτω σφόδρα. μὲν οὖν τοιαύτη ὁρμὴ πρὸς ὀργήν, δοκεῖ ἀκρασία εἶναι ὀργῆς, οὐ λίαν ἐπιτιμητέα ἐστίν, δὲ πρὸς [τὴν] ἡδονὴν ὁρμὴ ψεκτή γε. ἔστιν γὰρ διαφορὰν ἔχουσα πρὸς ταύτην διὰ τὸν λόγον, ὃς ἀποτρέπει τοῦ μὴ πράττειν, ἀλλ' ὅμως πράττει παρὰ τὸν λόγον διὸ ψεκτή ἐστι μᾶλλον τῆς δι' ὀργὴν ἀκρασίας. μὲν γὰρ δι' ὀργὴν ἀκρασία λύπη ἐστίν (οὐδεὶς γὰρ ὀργιζόμενος οὐ λυπεῖται), δὲ δι' ἐπιθυμίαν μεθ' ἡδονῆς διὸ μᾶλλον ψεκτή γὰρ δι' ἡδονὴν ἀκρασία μεθ' ὕβρεως δοκεῖ εἶναι. [27] Πότερον δὲ καὶ ἐγκράτεια καὶ καρτερία ταὐτόν ἐστιν; οὔ; μὲν γὰρ ἐγκράτειά ἐστι περὶ ἡδονὰς καὶ ἐγκρατὴς κρατῶν τῶν ἡδονῶν, δὲ καρτερία περὶ λύπας γὰρ καρτερῶν καὶ ὑπομένων τὰς λύπας, οὗτος καρτερικὸς ἐστίν. [28] Πάλιν ἀκρασία καὶ μαλακία οὐκ ἔστιν ταὐτόν μὲν γὰρ μαλακία ἐστὶν καὶ μαλακὸς μὴ ὑπομένων πόνους, οὐχ ἅπαντας δὲ ἀλλ' οὓς ἀναγκαίως ἂν ἄλλος τις ὑπομείνειεν, δ' ἀκρατὴς μὴ δυνάμενος ὑπομένειν ἡδονάς, ἀλλὰ καταμαλακιζόμενος καὶ ὑπὸ τούτων ἀγόμενος. [29] Ἔστιν αὖ πάλιν τις καλούμενος ἀκόλαστος πότερον οὖν ἀκόλαστος [ἀκρατὴς] καὶ ἀκρατὴς αὐτός; οὔ; μὲν γὰρ ἀκόλαστος τοιοῦτός τις οἷος οἴεσθαι, πράττει, ταῦτα καὶ βέλτιστα εἶναι αὑτῷ καὶ συμφορώτατα, καὶ λόγον οὐδένα ἔχειν ἐναντιούμενον τοῖς αὑτῷ φαινομένοις ἡδέσιν δὲ ἀκρατὴς λόγον ἔχει ὃς ἐναντιοῦται αὐτῷ, ἐφ' ἐπιθυμία ἄγει. [30] Πότερος δὲ εὐιατότερος, ἀκόλαστος ἀκρατής; οὕτω μὲν οὖν δόξειεν ἂν ἴσως οὐχ ἀκρατής γὰρ ἀκόλαστος εὐιατότερος εἰ γὰρ αὐτῷλόγος ἐγγένοιτο διδάξων ὅτι φαῦλα, οὐκέτι πράξει τῷ δέ γε ἀκρατεῖ ὑπάρχει λόγος, καὶ ὅμως πράττει, ὥστε ἂν τοιοῦτος δόξειεν ἀνίατος εἶναι. [31] Ἀλλὰ πότερος διάκειται χεῖρον, μηδὲν ἀγαθόν τι ὑπάρχει, ἀγαθόν τέ τι ὑπάρχει καὶ τὰ κακὰ ταῦτα; δῆλον ὅτι ἐκεῖνος, καὶ ὅσῳ γε τιμιώτερον κακῶς διάκειται. ἔστι τοίνυν μὲν ἀκρατὴς ἀγαθὸν ἔχων τὸν λόγον ὀρθὸν ὄντα δὲ [32] ἀκόλαστος οὐκ ἔχει. ἔτι ἐστὶν λόγος ἑκάστου ἀρχή τοῦ μὲν οὖν ἀκρατοῦς ἀρχὴ τιμιώτατον ὂν εὖ διάκειται, τοῦ δὲ ἀκολάστου κακῶς ὥστε χείρων ἂν εἴη ἀκόλαστος τοῦ ἀκρατοῦς. [33] Ἔτι ὥσπερ καὶ ἐπὶ τῆς θηριότητος ἧς ἐλέγομεν κακίας οὐκ ἔστιν ἰδεῖν ἐν θηρίῳ οὖσαν, ἀλλ' ἐν ἀνθρώπῳ γὰρ θηριότης ὄνομά ἐστιν τῇ ὑπερβαλλούσῃ κακίᾳδιὰ τί; δι' οὐδὲν ὅτι ἀρχὴ φαύλη ἐν θηρίῳ οὐκ ἔστιν ἔστιν δὲ ἀρχὴ λόγος. ἐπεὶ πότερος ἂν πλείω κακὰ ποιήσειεν, λέων, Διονύσιος Φάλαρις Κλέαρχος τις τούτων τῶν μοχθηρῶν; δῆλον ὅτι οὗτοι; γὰρ ἀρχὴ ἐνοῦσα φαύλη μεγάλα συμβάλλεται, ἐν δὲ θηρίῳ [34] ὅλως οὐκ ἔστιν ἀρχή. ἐν μὲν οὖν τῷ ἀκολάστῳ ἔνεστιν ἀρχὴ φαύλη. γὰρ πράττει φαῦλα ὄντα καὶ λόγος σύμφησιν ταῦτα καὶ δοκεῖ αὐτῷ ταῦτα δεῖν πράττειν, ἐν αὐτῷ ἀρχὴ ἔνεστιν οὐχ ὑγιής. διὸ βελτίων ἂν δόξειεν εἶναι ἀκρατὴς τοῦ ἀκολάστου. [35] Ἔστι δὲ καὶ τῆς ἀκρασίας δύο εἴδη, μὲν προπετική τις καὶ ἀπρονόητος καὶ ἐξαίφνης γινομένη (οἷον ὅταν ἴδωμεν καλὴν γυναῖκα, εὐθέως τι ἐπάθομεν, καὶ ἀπὸ τοῦ πάθους ὁρμὴ ἐγένετο πρὸς τὸ πρᾶξαί τι ὧν ἴσως οὐ δεῖ), δ' ἑτέρα οἷον ἀσθενική τις, μετὰ τοῦ λόγου οὖσα τοῦ ἀποτρέποντος. Ἐκείνη μὲν οὖν οὐδ' ἂν λίαν δόξειεν εἶναι ψεκτή καὶ γὰρ ἐν τοῖς σπουδαίοις τοιαύτη ἐγγίνεται, ἐν τοῖς θερμοῖς καὶ εὐφυέσιν δὲ ἐν τοῖς ψυχροῖς καὶ [36] μελαγχολικοῖς, οἱ δὲ τοιοῦτοι ψεκτοί. ἔτι τέ ἐστιν τῷ λόγῳ προλαβόντα μηθὲν παθεῖν, ὅτι ἥξει γυνὴ εὐπρόσωπος, δεῖ οὖν κατασχεῖν αὑτόν. τῷ δὴ τοιούτῳ λόγῳ προκαταλαβὼν ἐκ τῆς προσφάτου φαντασίας ἀκρατὴς οὐδὲν πείσεται οὐδὲ πράξει οὐδὲν αἰσχρόν. δὲ τῷ λόγῳ μὲν εἰδὼς ὅτι οὐ δεῖ, πρὸς δὲ τὴν ἡδονὴν ἐνδιδοὺς καὶ καταμαλακιζόμενος, τοιοῦτος ψεκτότερος. οὔτε γὰρ σπουδαῖος οὐδέποτε οὕτω γένοιτ' ἂν ἀκρατής, τε λόγος προκαταλαβὼν οὐκ ἂν ἰάσαιτο. ἡγεμὼν γὰρ οὗτος ἐν αὐτῷ ὑπάρχει, οὔτι πειθαρχεῖ, ἀλλὰ τῇ ἡδονῇ ἐνδίδωσιν, καὶ καταμαλακίζεται καὶ ἐξασθενεῖ πώς. [37] Πότερον δ' σώφρων ἐγκρατὴς ἐστίν, ἠπορήθη μὲν ἐν τοῖς ἐπάνω, νῦν δὲ λέγωμεν. ἔστιν γὰρ σώφρων καὶ ἐγκρατής γὰρ ἐγκρατής ἐστιν οὐ μόνον ἐπιθυμιῶν ἐνουσῶν ταύτας κατέχων διὰ τὸν λόγον, ἀλλὰ καὶ τοιοῦτος ὢν οἷος καὶ μὴ ἐνουσῶν ἐπιθυμιῶν τοιοῦτος εἶναι οἷος εἰ [38] ἐγγένοιντο κατέχειν. ἔστιν δὲ σώφρων μὴ ἔχων ἐπιθυμίας φαύλας τόν τε λόγον τὸν περὶ ταῦτα ὀρθόν, δ' ἐγκρατὴς ἐπιθυμίας ἔχων φαύλας τόν τε λόγον τὸν περὶ ταῦτα ὀρθόν ὥστ' ἀκολουθήσει τῷ σώφρονι ἐγκρατής, καὶ ἔσται σώφρων ἐγκρατής, ἀλλ' οὐχ ἐγκρατὴς σώφρων. μὲν γὰρ σώφρων μὴ πάσχων, δ' ἐγκρατὴς πάσχων καὶ τούτων κρατῶν οἷός τε ὢν πάσχειν οὐδέτερον δὲ τούτων τῷ σώφρονι ὑπάρχει διὸ οὐκ ἔστιν ἐγκρατὴς σώφρων. [39] Πότερον δὲ ἀκόλαστος ἀκρατὴς ἐστίν, ἀκρατὴς ἀκόλαστος; οὐδετέρῳ ἕτερος ἀκολουθεῖ; μὲν γὰρ ἀκρατής ἐστιν οὗ λόγος τοῖς πάθεσι μάχεται, δ' ἀκόλαστος οὐ τοιοῦτος, ἀλλ' τῷ πράττειν τὰ φαῦλα ἅμα τὸν λόγον σύμψηφον ἔχων οὔτε δὴ ἀκόλαστος οἷος ἀκρατὴς οὔθ' [40] ἀκρατὴς οἷος ἀκόλαστος. ἔτι δὲ καὶ φαυλότερος ἀκόλαστος τοῦ ἀκρατοῦς. δυσιατότερα γὰρ τὰ φυσικὰ τῶν ἐξ ἔθους γενομένων (καὶ γὰρ τὸ ἔθος διὰ τοῦτο δοκεῖ ἰσχυρὸν εἶναι, ὅτι εἰς φύσιν καθ [41] ίστησιν) μὲν οὖν ἀκόλαστος αὐτὸς τοιοῦτός ἐστιν οἷος φαῦλός τις τῇ φύσει εἶναι, διὰ τοῦτο καὶ ἀπὸ τούτου λόγος φαῦλος ἐν αὐτῷ ἐστί ἀλλ' οὐχ ἀκρατὴς οὕτως οὐ γὰρ ὅτι αὐτὸς τοιοῦτος ἐστίν, λόγος οὐ σπουδαῖος (φαῦλον γὰρ αὐτὸν ἔδει εἶναι, [42] εἰ αὐτὸς τῇ φύσει τοιοῦτος ἦν οἷος φαῦλος) μὲν [οὖν] ἄρα ἀκρατὴς ἔθει ἔοικε φαῦλος εἶναι, δὲ ἀκόλαστος φύσει δυσιατότερος δὴ ἀκόλαστος. τὸ μὲν γὰρ ἔθος ἄλλῳ ἔθει ἐκκρούεται, δὲ φύσις οὐδενὶ ἐκκρούεται. [43] Πότερον δὲ ἐπείπερ ἐστὶν ἀκρατὴς τοιοῦτος [τις] οἷος εἰδέναι καὶ μὴ διεψεῦσθαι τῷ λόγῳ, ἔστιν δὲ καὶ φρόνιμος τοιοῦτος τῷ λόγῳ τῷ ὀρθῷ ἕκαστα θεωρῶν, πότερον [δ'] ἐνδέχεται τὸν φρόνιμον ἀκρατῆ εἶναι, οὔ; ἀπορήσειε γὰρ ἄν τις τὰ εἰρημένα ἐὰν δὲ παρακολουθήσωμεν τοῖς ἔμπροσθεν εἰρημένοις, οὐκ ἔσται φρόνιμος ἀκρατής. ἔφαμεν γὰρ τὸν φρόνιμον εἶναι οὐχ ὀρθὸς λόγος μόνον ὑπάρχει, ἀλλ' καὶ τὸ πράττειν τὰ κατὰ τὸν λόγον φαινόμενα βέλτιστα εἰ δὲ πράττει τὰ βέλτιστα φρόνιμος, οὐδ' ἂν ἀκρατὴς εἴη φρόνιμος, [44] ἀλλ' τοιοῦτος δεινὸς μὲν ἐστίν. διῃρήμεθα γὰρ ἐν τοῖς ἐπάνω τόν τε δεινὸν καὶ τὸν φρόνιμον ὡς ἑτέρων ὄντων. περὶ μὲν γὰρ ταὐτά ἀλλ' μὲν πρακτικὸς περὶ δεῖ, δ' οὐ πρακτικός. τὸν οὖν δεινὸν ἀκρατῆ ἐνδέχεται εἶναι (οὐ γὰρ πρακτικὸς περὶ καὶ δεῖ), τὸν φρόνιμον δ' οὐκ ἐνδέχεται ἀκρατῆ εἶναι.

HOME > '������������������������' in 'Aristoteles, Magna moralia, 2, 6'
Aristoteles, Magna moralia, 2, CAPUT 5 <<<     >>> CAPUT 7
2564w 28.711757183075 s