Aristoteles_cps99, Rhetorica, 1, 6HOME > '������������������������' in 'Aristoteles, Rhetorica, 1, 6'
Aristoteles, Rhetorica, 1, CAPUT 5 <<<     >>> CAPUT 7hide dictionary links

(1362A) CAPUT 6

[1] 

ὧν μὲν οὖν δεῖ στοχάζεσθαι προτρέποντα ὡς ἐσομένων ὑπαρχόντων, καὶ ὧν ἀποτρέποντα, φανερόν· τὰ γὰρ ἐναντία τούτων ἐστίν. ἐπεὶ δὲ πρόκειται τῷ συμβουλεύοντι σκοπὸς τὸ συμφέρον (βουλεύονται γὰρ οὐ περὶ τοῦ τέλους, ἀλλὰ περὶ τῶν πρὸς τὸ τέλος, ταῦτα δ' ἐστὶ τὰ συμφέροντα κατὰ τὰς πράξεις, τὸ δὲ συμφέρον ἀγαθόν) , ληπτέον ἂν εἴη τὰ στοιχεῖα περὶ ἀγαθοῦ καὶ συμφέροντος ἁπλῶς. [2] 

ἔστω δὴ ἀγαθὸν ἂν αὐτὸ ἑαυτοῦ ἕνεκα αἱρετόν, καὶ οὗ ἕνεκα ἄλλο αἱρούμεθα, καὶ οὗ ἐφίεται πάντα, πάντα τὰ αἴσθησιν ἔχοντα νοῦν εἰ λάβοι νοῦν, καὶ ὅσα νοῦς ἂν ἑκάστῳ ἀποδοίη, καὶ ὅσα περὶ ἕκαστον νοῦς ἀποδίδωσιν ἑκάστῳ· τοῦτό γάρ ἐστιν ἑκάστῳ ἀγαθόν, καὶ οὗ παρόντος εὖ διάκειται καὶ αὐτάρκως ἔχει, καὶ τὸ αὔταρκες, καὶ τὸ ποιητικὸν φυλακτικὸν τῶν τοιούτων, καὶ ἀκολουθεῖ τὰ τοιαῦτα, καὶ τὰ κωλυτικὰ τῶν ἐναντίων καὶ τὰ φθαρτικά. [3] ἀκολουθεῖ δὲ διχῶς (ἢ γὰρ ἅμα ὕστερον, οἷον τῷ μὲν μανθάνειν τὸ ἐπίστασθαι ὕστερον, τῷ δὲ ὑγιαίνειν τὸ ζῆν ἅμα) , καὶ τὰ ποιητικὰ τριχῶς, τὰ μὲν ὡς τὸ ὑγιαίνειν ὑγιείας, τὰ δὲ ὡς σιτία ὑγιείας, τὰ δὲ ὡς τὸ γυμνάζεσθαι, ὅτι ὡς ἐπὶ τὸ πολὺ ποιεῖ ὑγίειαν. [4] τούτων δὲ κειμένων ἀνάγκη τάς τε λήψεις τῶν ἀγαθῶν ἀγαθὰς εἶναι καὶ τὰς τῶν κακῶν ἀποβολάς· ἀκολουθεῖ γὰρ τῷ μὲν τὸ μὴ ἔχειν τὸ κακὸν ἅμα, τῷ δὲ τὸ ἔχειν τὸ ἀγαθὸν ὕστερον. [5] καὶ ἀντ' ἐλάττονος ἀγαθοῦ μείζονος λῆψις καὶ ἀντὶ μείζονος κακοῦ ἐλάττονος· (1362B) γὰρ ὑπερέχει τὸ μεῖζον τοῦ ἐλάττονος, τούτῳ γίνεται τοῦ μὲν λῆψις τοῦ δ' ἀποβολή. [6] καὶ τὰς ἀρετὰς δὲ ἀνάγκη ἀγαθὸν εἶναι (κατὰ γὰρ ταύτας εὖ τε διάκεινται οἱ ἔχοντες, καὶ ποιητικαὶ τῶν ἀγαθῶν εἰσι καὶ πρακτικαί· [7] περὶ ἑκάστης δὲ καὶ τίς καὶ ποία χωρὶς ῥητέον) , καὶ τὴν ἡδονὴν ἀγαθὸν εἶναι· πάντα γὰρ ἐφίεται τὰ ζῷα αὐτῆς τῇ φύσει· ὥστε καὶ τὰ ἡδέα καὶ τὰ καλὰ ἀνάγκη ἀγαθὰ εἶναι· τὰ μὲν γὰρ ἡδονῆς ποιητικά, τῶν δὲ καλῶν τὰ μὲν ἡδέα τὰ δὲ αὐτὰ καθ' ἑαυτὰ αἱρετά ἐστιν. [8] 

ὡς δὲ καθ' ἓν εἰπεῖν, ἀνάγκη ἀγαθὰ εἶναι τάδε. εὐδαιμονία· καὶ γὰρ καθ' αὑτὸ αἱρετὸν καὶ αὔταρκες, καὶ ἕνεκα αὐτῆς τἆλλα αἱρούμεθα. [9] δικαιοσύνη, ἀνδρεία, σωφροσύνη, μεγαλοψυχία, μεγαλοπρέπεια, καὶ αἱ ἄλλαι αἱ τοιαῦται ἕξεις· ἀρεταὶ γὰρ ψυχῆς. [10] καὶ ὑγίεια καὶ κάλλος καὶ τὰ τοιαῦτα· ἀρεταὶ γὰρ σώματος καὶ ποιητικὰ πολλῶν, οἷον ὑγίεια καὶ ἡδονῆς καὶ τοῦ ζῆν, διὸ καὶ ἄριστον δοκεῖ εἶναι, ὅτι δύο τῶν τοῖς πολλοῖς τιμιωτάτων αἴτιόν ἐστιν, ἡδονῆς καὶ τοῦ ζῆν. [11] πλοῦτος· ἀρετὴ γὰρ κτήσεως καὶ ποιητικὸν πολλῶν. [12] φίλος καὶ φιλία· καὶ γὰρ καθ' αὑτὸν αἱρετὸς φίλος καὶ ποιητικὸς πολλῶν. [13] τιμή, δόξα· καὶ γὰρ ἡδέα καὶ ποιητικὰ πολλῶν, καὶ ἀκολουθεῖ αὐταῖς ὡς ἐπὶ τὸ πολὺ τὸ ὑπάρχειν ἐφ' οἷς τιμῶνται. [14] δύναμις τοῦ λέγειν, τοῦ πράττειν· ποιητικὰ γὰρ πάντα τὰ τοιαῦτα ἀγαθῶν. [15] ἔτι εὐφυΐα, μνήμη, εὐμάθεια, ἀγχίνοια, πάντα τὰ τοιαῦτα· ποιητικαὶ γὰρ αὗται ἀγαθῶν αἱ δυνάμεις εἰσίν. ὁμοίως δὲ καὶ αἱ ἐπιστῆμαι πᾶσαι καὶ αἱ τέχναι. καὶ τὸ ζῆν· εἰ γὰρ μηδὲν ἄλλο ἕποιτο ἀγαθόν, [16] καθ' αὑτὸ αἱρετόν ἐστιν. καὶ τὸ δίκαιον· συμφέρον γάρ τι κοινῇ ἐστιν. [17] 

ταῦτα μὲν οὖν σχεδὸν τὰ ὁμολογούμενα ἀγαθά ἐστιν· [18] ἐν δὲ τοῖς ἀμφισβητησίμοις ἐκ τῶνδε οἱ συλλογισμοί. τὸ ἐναντίον κακόν, τοῦτ' ἀγαθόν. [19] καὶ οὗ τὸ ἐναντίον τοῖς ἐχθροῖς συμφέρει· οἷον εἰ τὸ δειλοὺς εἶναι μάλιστα συμφέρει τοῖς ἐχθροῖς, δῆλον ὅτι ἀνδρεία μάλιστα ὠφέλιμον τοῖς πολίταις. [20] καὶ ὅλως οἱ ἐχθροὶ βούλονται ἐφ' χαίρουσι, τοὐναντίον τούτου ὠφέλιμον φαίνεται· διὸ εἴρηται
κεν γηθήσαι Πρίαμος.
ηομ. ιλ. 1.255 ἔστι δ' οὐκ ἀεὶ τοῦτο, ἀλλ' ὡς ἐπὶ τὸ πολύ· οὐδὲν γὰρ κωλύει ἐνίοτε ταὐτὸ συμφέρειν τοῖς ἐναντίοις· ὅθεν λέγεται ὡς τὰ κακὰ συνάγει τοὺς ἀνθρώπους, ὅταν ταὐτὸ βλαβερὸν ἀμφοῖν. (1363A) [21] καὶ οὗ μὴ ἔστιν ὑπερβολή, τοῦτο ἀγαθόν, δ' ἂν μεῖζον δεῖ, κακόν. [22] καὶ οὗ ἕνεκα πολλὰ πεπόνηται δεδαπάνηται· φαινόμενον γὰρ ἀγαθὸν ἤδη, καὶ ὡς τέλος τὸ τοιοῦτον ὑπολαμβάνεται, καὶ τέλος πολλῶν, τὸ δὲ τέλος ἀγαθόν. ὅθεν ταῦτ' εἴρηται
κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ
ηομ. ιλ. 2.160 καὶ
αἰσχρόν τοι δηρόν τε μένειν.
ηομ. ιλ. 2.298 καὶ παροιμία δὲ τὸ ἐπὶ θύραις τὴν ὑδρίαν. [23] καὶ οὗ οἱ πολλοὶ ἐφίενται, καὶ τὸ περιμάχητον φαινόμενον· οὗ γὰρ πάντες ἐφίενται, τοῦτο ἀγαθὸν ἦν, οἱ δὲ πολλοὶ ὥσπερ πάντες φαίνονται. [24] καὶ τὸ ἐπαινετόν· οὐδεὶς γὰρ τὸ μὴ ἀγαθὸν ἐπαινεῖ. καὶ οἱ ἐχθροὶ καὶ οἱ φαῦλοι ἐπαινοῦσιν· ὥσπερ γὰρ πάντες ἤδη ὁμολογοῦσιν, εἰ καὶ οἱ κακῶς πεπονθότες· διὰ γὰρ τὸ φανερὸν ὁμολογοῖεν ἄν, ὥσπερ καὶ φαῦλοι οὓς οἱ φίλοι ψέγουσι καὶ [ἀγαθοὶ] οὓς οἱ ἐχθροὶ μὴ ψέγουσιν (διὸ λελοιδορῆσθαι ὑπέλαβον Κορίνθιοι ὑπὸ Σιμωνίδου ποιήσαντος
κορινθίοις δ' οὐ μέμφεται τὸ Ἴλιον) .
[25] καὶ τῶν φρονίμων τις τῶν ἀγαθῶν ἀνδρῶν γυναικῶν προέκρινεν, οἷον Ὀδυσσέα Ἀθηνᾶ καὶ Ἑλένην Θησεὺς καὶ Ἀλέξανδρον αἱ θεαὶ καὶ Ἀχιλλέα Ὅμηρος. [26] καὶ ὅλως τὰ προαιρετά· προαιροῦνται δὲ πράττειν τά τε εἰρημένα καὶ τὰ τοῖς ἐχθροῖς κακὰ καὶ τὰ τοῖς φίλοις ἀγαθὰ καὶ τὰ δυνατά· [27] ταῦτα δὲ διχῶς ἐστιν, τά τε γενόμενα ἂν καὶ τὰ ῥᾳδίως γιγνόμενα· ῥᾴδια δὲ ὅσα ἄνευ λύπης ἐν ὀλίγῳ χρόνῳ· τὸ γὰρ χαλεπὸν ὁρίζεται λύπῃ πλήθει χρόνου. καὶ ἐὰν ὡς βούλονται· βούλονται δὲ μηδὲν κακὸν ἔλαττον τοῦ ἀγαθοῦ (τοῦτο δὲ ἔσται, ἐὰν λανθάνῃ τιμωρία μικρὰ ᾖ) . [28] καὶ τὰ ἴδια, καὶ μηδείς, καὶ τὰ περιττά· τιμὴ γὰρ οὕτω μᾶλλον. καὶ τὰ ἁρμόττοντα αὐτοῖς· τοιαῦτα δὲ τά τε προσήκοντα κατὰ γένος καὶ δύναμιν, καὶ ὧν ἐλλείπειν οἴονται καὶ ἂν μικρὰ ᾖ· οὐδὲν γὰρ ἧττον προαιροῦνται ταῦτα πράττειν. [29] καὶ τὰ εὐκατέργαστα. δυνατὰ γὰρ καὶ ῥᾴδια· εὐκατέργαστα δὲ πάντες οἱ πολλοὶ οἱ ὅμοιοι οἱ ἥττους κατώρθωσαν. καὶ χαριοῦνται τοῖς φίλοις, ἀπεχθήσονται τοῖς ἐχθροῖς. καὶ ὅσα οὓς θαυμάζουσι προαιροῦνται πράττειν. καὶ πρὸς εὐφυεῖς εἰσιν καὶ ἔμπειροι· ῥᾷον γὰρ κατορθώσειν οἴονται. καὶ μηδεὶς φαῦλος· ἐπαινετὰ γὰρ μᾶλλον. καὶ ὧν ἐπιθυμοῦντες τυγχάνουσιν, οὐ γὰρ μόνον ἡδὺ ἀλλὰ καὶ βέλτιον φαίνεται. [30] καὶ μάλιστα ἕκαστοι πρὸς φιλοτοίουτοι, (1363B) οἷον οἱ φιλόνικοι εἰ νίκη ἔσται, οἱ φιλότιμοι εἰ τιμή, οἱ φιλοχρήματοι εἰ χρήματα, καὶ οἱ ἄλλοι ὡσαύτως. περὶ μὲν οὖν ἀγαθοῦ καὶ τοῦ συμφέροντος ἐκ τούτων ληπτέον τὰς πίστεις.


HOME > '������������������������' in 'Aristoteles, Rhetorica, 1, 6'
Aristoteles, Rhetorica, 1, CAPUT 5 <<<     >>> CAPUT 7
984w 5.3993909358978 s