Aristoteles_cps99, Topica, 2, 28HOME > '������������������������' in 'Aristoteles, Topica, 2, 28'
Aristoteles, Topica, 2, CAPUT 9 <<<     >>> CAPUT 11hide dictionary links

(294) CAPUT 10

Πάλιν ἐπὶ τῶν ὁμοίων, εἰ ὁμοίως ἔχει, οἷον εἰ ἐπιστήμη
μία
πλειόνων, καὶ δόξα, καὶ εἰ τὸ ὄψιν ἔχειν ὁρᾶν, καὶ τὸ
ἀκοὴν
ἔχειν ἀκούειν. Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων, καὶ ἐπὶ
τῶν
ὄντων καὶ τῶν δοκούντων. Χρήσιμος δ᾿ τόπος πρὸς
ἄμφω·
εἰ μὲν γὰρ ἐπί τινος τῶν ὁμοίων οὕτως ἔχει, καὶ ἐπὶ
τῶν
ἄλλων τῶν ὁμοίων, εἰ δὲ ἐπί τινος μή, οὐδ᾿ ἐπὶ τῶν ἄλλων.
Σκοπεῖν
δὲ καὶ εἰ ἐφ᾿ ἑνὸς καὶ εἰ ἐπὶ πολλῶν ὁμοίως
ἔχει·
ἐνιαχοῦ γὰρ διαφωνεῖ. Οἷον εἰ τὸ ἐπίστασθαι διανοεῖσθαι,
καὶ
τὸ πολλὰ ἐπίστασθαι πολλὰ διανοεῖσθαι. Τοῦτο
δ᾿
οὐκ ἀληθές· ἐπίστασθαι μὲν γὰρ ἐνδέχεται πολλά, διανοεῖσθαι
δ᾿
οὔ. Εἰ οὖν τοῦτο μή, οὐδ᾿ ἐκεῖνο τὸ ἐφ᾿ ἑνός, ὅτι
τὸ
ἐπίστασθαι διανοεῖσθαί ἐστιν.

Ἔτι ἐκ τοῦ μᾶλλον καὶ ἧττον. Εἰσὶ δὲ τοῦ μᾶλλον καὶ (295) ἦττον τόποι τέσσαρες, εἷς μὲν εἰ ἀκολουθεῖ τὸ μᾶλλον τῷ
μᾶλλον,
οἷον εἰ ἡδονὴ ἀγαθόν, καὶ μᾶλλον ἡδονὴ μᾶλλον
ἀγαθόν,
καὶ εἰ τὸ ἀδικεῖν κακόν, καὶ τὸ μᾶλλον ἀδικεῖν μᾶλλον
κακόν.
Χρήσιμος δ᾿ οὖν πρὸς ἄμφω τόπος· εἰ μὲν
γὰρ
ἀκολουθεῖ τῇ τοῦ ὑποκειμένου ἐπιδόσει τοῦ συμβεβηκότος
ἐπίδοσις,
καθάπερ εἴρηται, δῆλον ὅτι συμβέβηκεν, εἰ δὲ
μὴ
ἀκολουθεῖ, οὐ συμβέβηκεν. Τοῦτο δ᾿ ἐπαγωγῇ ληπτέον.
Ἄλλος·
ἑνὸς περὶ δύο λεγομένου, εἰ μᾶλλον εἰκὸς ὑπάρχειν
μὴ
ὑπάρχει, οὐδ᾿ ἧττον, καὶ εἰ ἧττον εἰκὸς ὑπάρχείν
ὑπάρχει,
καὶ μᾶλλον. Πάλιν δυοῖν περὶ ἑνὸς λεγομένων
εἰ
τὸ μᾶλλον ὑπάρχειν δοκοῦν μὴ ὑπάρχει, οὐδὲ τὸ
ἧττον,
εἰ τὸ ἧττον δοκοῦν ὑπάρχειν ὑπάρχει, καὶ τὸ
μᾶλλον.
Ἔτι δυοῖν περὶ δύο λεγομένων εἰ τὸ θατέρῳ
μᾶλλον
ὑπάρχειν δοκοῦν μὴ ὑπάρχει, οὐδὲ τὸ λοιπὸν τῷ
λοιπῷ,
εἰ τὸ ἧττον δοκοῦν τῷ ἑτέρῳ ὑπάρχειν ὑπάρχει,
καὶ
τὸ λοιπὸν τῷ λοιπῷ.

Ἔτι ἐκ τοῦ ὁμοίως ὑπάρχειν δοκεῖν ὑπάρχειν τριχῶς,
καθάπερ
ἐπὶ τοῦ μᾶλλον ἐπὶ τῶν ὕστερον ῥηθέντων τριῶν
τόπων
ἐλέγετο. Εἴτε γὰρ ἕν τι δυσὶν ὁμοίως ὑπάρχει
δοκεῖ
ὑπάρχειν, εἰ τῷ ἑτέρῳ μὴ ὑπάρχει, οὐδὲ τῷ ἑτέρῳ, εἰ
δὲ
θατέρῳ ὑπάρχει, καὶ τῷ λοιπῷ· εἴτε δύο τῷ αὐτῷ ὁμοίως,
εἰ
τὸ ἕτερον μὴ ὑπάρχει, οὐδὲ τὸ λοιπόν, εἰ δὲ θάτερον, καὶ
τὸ
λοιπόν. Τὸν αὐτὸν δὲ τρόπον καὶ εἰ δύο δυσὶν ὁμοίως
ὑπάρχει·
εἰ γὰρ τὸ ἕτερον τῷ ἑτέρῳ μὴ ὑπάρχει, οὐδὲ τὸ
λοιπὸν
τῷ λοιπῷ, εἰ δὲ ὑπάρχει τὸ ἕτερον τῷ ἑτέρῳ, καὶ τὸ
λοιπὸν
τῷ λοιπῷ.


HOME > '������������������������' in 'Aristoteles, Topica, 2, 28'
379w 4.5184350013733 s